§2.20οὔπω δὲ δύο ἢ τρεῖς ἡμέραι διεληλύθεσαν, καὶ προσελθὼν ἐγὼ Ὁμήρῳ τῷ ποιητῇ, σχολῆς οὔσης ἀμφοῖν, τά τε ἄλλα ἐπυνθανόμην καὶ ὅθεν εἴη τοῦτο γὰρ μάλιστα παρʼ ἡμῖν εἰσέτι νῦν ζητεῖσθαι.
まだ二、三日も経たないうちに、私は詩人ホメロスに近づき、お互いに暇があったので、他のことも尋ねたが、とりわけ彼がどこから来たのかを尋ねた。 これこそ、今なお私たちの間で最も詮索されていることだからである。
ὁ δὲ οὐδʼ αὐτὸς μὲν ἀγνοεῖν ἔφασκεν ὡς οἱ μὲν Χῖον, οἱ δὲ Σμυρναῖον, πολλοὶ δὲ Κολοφώνιον αὐτὸν νομίζουσιν·
すると彼自身も、ある人々はキオス、ある人々はスミュルナ、多くの人々はコロポンが彼の出身地だと考えていることを知らないわけではないと言った。
εἶναι μέντοι γε ἔλεγεν Βαβυλώνιος, καὶ παρά γε τοῖς πολίταις οὐχ Ὅμηρος, ἀλλὰ Τιγράνης καλεῖσθαι·
しかし、自分はバビロニア人であり、市民たちの間ではホメロスではなく、ティグラネスと呼ばれていたと言った。
ὕστερον δὲ ὁμηρεύσας παρὰ τοῖς Ἕλλησιν ἀλλάξαι τὴν προσηγορίαν.
そして後になって、ギリシア人たちの間で人質(ホメーレウサス)となってから、その呼び名を変えたのだと。
ἔτι δὲ καὶ περὶ τῶν ἀθετουμένων στίχων ἐπηρώτων, εἰ ὑπʼ ἐκείνου εἶεν γεγραμμένοι.
さらに私は、偽作と疑われている詩行について、それらが彼によって書かれたものかどうかを尋ねた。
καὶ ὃς ἔφασκε πάντας αὑτοῦ εἶναι.
すると彼は、すべて自分のものであると言った。
κατεγίνωσκον οὖν τῶν ἀμφὶ τὸν Ζηνόδοτον καὶ Ἀρίσταρχον γραμματικῶν πολλὴν τὴν ψυχρολογίαν.
そこで私は、ゼノドトスやアリスタルコスの配下の文法学者たちのひどい的外れを非難した。
ἐπεὶ δὲ ταῦτα ἱκανῶς ἀπεκέκριτο, πάλιν αὐτὸν ἠρώτων τί δή ποτε ἀπὸ τῆς μήνιδος τὴν ἀρχὴν ἐποιήσατο·
これらのことに十分に答えが与えられると、私は再び彼に、なぜ「怒り」から叙事詩を始めたのかと尋ねた。
καὶ ὃς εἶπεν οὕτως ἐπελθεῖν αὐτῷ μηδὲν ἐπιτηδεύσαντι.
すると彼は、何も意図せず、ただそう思い浮かんだのだと言った。
καὶ μὴν κἀκεῖνο ἐπεθύμουν εἰδέναι, εἰ προτέραν ἔγραψεν τὴν Ὀδύσσειαν τῆς Ἰλιάδος, ὡς οἱ πολλοί φασιν· ὁ δὲ ἠρνεῖτο.
また私は、多くの人が言うように、彼が『オデュッセイア』を『イリアス』よりも先に書いたのかどうかも知りたいと思ったが、彼はそれを否定した。
ὅτι μὲν γὰρ οὐδὲ τυφλὸς ἦν, ὃ καὶ αὐτὸ περὶ αὐτοῦ λέγουσιν, αὐτίκα ἠπιστάμην·
彼が盲目ですらなかったこと(これもまた人々が彼について言っていることだが)は、すぐに分かった。
ἑώρων γάρ, ὥστε οὐδὲ πυνθάνεσθαι ἐδεόμην.
彼が見えているのが分かったので、尋ねる必要すらなかたのである。
πολλάκις δὲ καὶ ἄλλοτε τοῦτο ἐποίουν, εἴ ποτε αὐτὸν σχολὴν ἄγοντα ἑώρων·
私はまた、彼が暇にしているのを見かけると、他の時にもたびたびこのようにした。
προσιὼν γάρ τι ἐπυνθανόμην αὐτοῦ, καὶ ὃς προθύμως πάντα ἀπεκρίνετο, καὶ μάλιστα μετὰ τὴν δίκην, ἐπειδὴ ἐκράτησεν·
近寄って何かを尋ねると、彼はいつも熱心にすべてに答えてくれた。 特に、裁判に勝った後はそうであった。
ἦν γάρ τις γραφὴ κατʼ αὐτοῦ ἐπενηνεγμένη ὕβρεως ὑπὸ Θερσίτου ἐφʼ οἷς αὐτὸν ἐν τῇ ποιήσει ἔσκωψεν, καὶ ἐνίκησεν ὁ Ὅμηρος Ὀδυσσέως συναγορεύοντος.
というのは、詩の中でテルシテスを嘲笑したことに対して、テルシテスから侮辱罪の告発が彼に対してなされていたのだが、オデュッセウスが弁護に立ち、ホメロスが勝訴したからである。
§2.21κατὰ δὲ τοὺς αὐτοὺς χρόνους ἀφίκετο καὶ Πυθαγόρας ὁ Σάμιος ἑπτάκις ἀλλαγεὶς καὶ ἐν τοσούτοις ζῴοις βιοτεύσας καὶ ἐκτελέσας τῆς ψυχῆς τὰς περιόδους.
同じ頃、サモスのピュタゴラスも到着した。 彼は七回生まれ変わり、それだけの数の動物として生を送り、魂の輪廻を全うしたのである。
ἦν δὲ χρυσοῦς ὅλον τὸ δεξιὸν ἡμίτομον.
彼の右半身はすべて黄金でできていた。
καὶ ἐκρίθη μὲν συμπολιτεύσασθαι αὐτοῖς, ἐνεδοιάζετο δὲ ἔτι πότερον Πυθαγόραν ἢ Εὔφορβον χρὴ αὐτὸν ὀνομάζειν.
そして彼らとともに市民として暮らすことが決定されたが、彼をピュタゴラスと呼ぶべきかエウフォルボスと呼ぶべきかはいまだ疑わしく思われていた。
ὁ μέντοι Ἐμπεδοκλῆς ἦλθεν μὲν καὶ αὐτός, περίεφθος καὶ τὸ σῶμα ὅλον ὠπτημένος·
もっとも、エンペドクレスも自らやって来た。 体中がすっかり煮えくり返り、丸焼けになった姿で。
οὐ μὴν παρεδέχθη καίτοι πολλὰ ἱκετεύων.
しかし、いくら何度も懇願しても、受け入れられなかった。
§2.22προϊόντος δὲ τοῦ χρόνου ἐνέστη ὁ ἀγὼν ὁ παρʼ αὐτοῖς, τὰ Θανατούσια.
時が経つにつれて、彼らの間での競技会「タナトゥシア(死者祭)」が催された。
ἠγωνοθέτει δὲ Ἀχιλλεὺς τὸ πέμπτον καὶ Θησεὺς τὸ ἕβδομον.
アキレウスが五回目、テーセウスが七回目の競技主宰者を務めた。
τὰ μὲν οὖν ἄλλα μακρὸν ἂν εἴη λέγειν· τὰ δὲ κεφάλαια τῶν πραχθέντων διηγήσομαι.
さて、他の細かなことを語るには長くなるであろうから、行われたことの要点だけを語ることにしよう。
πάλην μὲν ἐνίκησεν Κάρανος ὁ ἀφʼ Ἡρακλέους Ὀδυσσέα περὶ τοῦ στεφάνου καταγωνισάμενος·
レスリングでは、ヘラクレスの末裔であるカラノスが、オデュッセウスを倒して冠を勝ち取り優勝した。
πυγμὴ δὲ ἴση ἐγένετο Ἀρείου τοῦ Αἰγυπτίου, ὃς ἐν Κορίνθῳ τέθαπται, καὶ Ἐπειοῦ ἀλλήλοις συνελθόντων.
拳闘では、コリントスに埋葬されているエジプト人アレイオスとエペイオスが対戦し、引き分けとなった。
παγκρατίου δὲ οὐ τίθεται ἆθλα παρʼ αὐτοῖς.
彼らの間では、パンクラティオンの競技は設けられていない。
τὸν μέντοι δρόμον οὐκέτι μέμνημαι ὅστις ἐνίκησεν.
もっとも、徒競走で誰が勝ったのかはもう覚えていない。
ποιητῶν δὲ τῇ μὲν ἀληθείᾳ παρὰ πολὺ ἐκράτει Ὅμηρος, ἐνίκησεν δὲ ὅμως Ἡσίοδος.
詩人の競技では、本当のところはホメロスが遥かに勝っていたのだが、それにもかかわらずヘシオドスが勝利した。
τὰ δὲ ἆθλα ἦν ἅπασι στέφανος πλακεὶς ἐκ πτερῶν ταωνείων.
賞品は、全員に対してクジャクの羽で編まれた冠であった。
§2.23ἄρτι δὲ τοῦ ἀγῶνος συντετελεσμένου ἠγγέλλοντο οἱ ἐν τῷ χώρῳ τῶν ἀσεβῶν κολαζόμενοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες ἐλαύνειν ἐπὶ τὴν νῆσον·
競技がちょうど終わった頃、不信仰者たちの場所で罰せられている者たちが鎖を断ち切り、守衛たちを圧倒して、この島に向かって進撃してきているという知らせが入った。
ἡγεῖσθαι δὲ αὐτῶν Φάλαρίν τε τὸν Ἀκραγαντῖνον καὶ Βούσιριν τὸν Αἰγύπτιον καὶ Διομήδη τὸν Θρᾷκα καὶ τοὺς περὶ Σκίρωνα καὶ Πιτυοκάμπτην.
彼らを率いるのは、アクラガスのファラリス、エジプトのブシリス、トラキアのディオメデス、そしてスキロンやピテュオカンプテースの一味であると。
ὡς δὲ ταῦτα ἤκουσεν ὁ Ῥαδάμανθυς, ἐκτάσσει τοὺς ἥρωας ἐπὶ τῆς ᾐόνος·
ラダマンテュスはこれを聞くと、英雄たちを海岸に整列させた。
ἡγεῖτο δὲ Θησεύς τε καὶ Ἀχιλλεὺς καὶ Αἴας ὁ Τελαμώνιος ἤδη σωφρονῶν·
彼らを率いたのはテーセウス、アキレウス、そして今や正気を取り戻したテラモンの子アイアスであった。
καὶ συμμίξαντες ἐμάχοντο, καὶ ἐνίκησαν οἱ ἥρωες, Ἀχιλλέως τὰ πλεῖστα κατορθώσαντος.
彼らは相まみえて戦い、英雄たちが勝利を収めた。 アキレウスが最も多くの武功を挙げた。
ἠρίστευσε δὲ καὶ Σωκράτης ἐπὶ τῷ δεξιῷ ταχθεὶς, πολὺ μᾶλλον ἢ ὅτε ζῶν ἐπὶ Δηλίῳ ἐμάχετο.
ソクラテスも右翼に配されて獅子奮迅の働きを見せ、生前にデリオンで戦ったときよりもはるかに見事であった。
προσιόντων γὰρ τεττάρων πολεμίων οὐκ ἔφυγε καὶ τὸ πρόσωπον ἄτρεπτος ἦν·
というのも、四人の敵が迫ってきたときにも彼は逃げ出さず、その表情は少しも揺らがなかったからである。
ἐφʼ οἷς καὶ ὕστερον ἐξῃρέθη αὐτῷ ἀριστεῖον, καλός τε καὶ μέγας παράδεισος ἐν τῷ προαστείῳ, ἔνθα καὶ συγκαλῶν τοὺς ἑταίρους διελέγετο, Νεκρακαδημίαν τὸν τόπον προσαγορεύσας.
これらの功績に対して、後に彼のために特別の勲功賞として、郊外にある美しく広大な庭園が選ばれ、彼はそこに仲間たちを呼び集めて対話を行い、その場所を「ネクラカデミア」と名付けた。