Humanitext Reader

琉善 · 真实的故事 §2.20-2.23

向荷马求证与镇压不敬者的叛乱

第 16 段,共 22 段 · 希腊语

内容简介

叙述者与诗人荷马交谈,询问其出身及作品创作背景。随后,文中描绘了岛上举办的竞技会,以及不敬者们发动叛乱并被英雄们镇压的经过。

§2.20οὔπω δὲ δύο ἢ τρεῖς ἡμέραι διεληλύθεσαν, καὶ προσελθὼν ἐγὼ Ὁμήρῳ τῷ ποιητῇ, σχολῆς οὔσης ἀμφοῖν, τά τε ἄλλα ἐπυνθανόμην καὶ ὅθεν εἴη τοῦτο γὰρ μάλιστα παρʼ ἡμῖν εἰσέτι νῦν ζητεῖσθαι.
还不到两三天,我便走到诗人荷马面前,在双方都有闲暇时,向他询问了其他事情,尤其是他来自何处,因为这在目前我们的同胞中仍是最受瞩目的研究课题。
ὁ δὲ οὐδʼ αὐτὸς μὲν ἀγνοεῖν ἔφασκεν ὡς οἱ μὲν Χῖον, οἱ δὲ Σμυρναῖον, πολλοὶ δὲ Κολοφώνιον αὐτὸν νομίζουσιν· εἶναι μέντοι γε ἔλεγεν Βαβυλώνιος, καὶ παρά γε τοῖς πολίταις οὐχ Ὅμηρος, ἀλλὰ Τιγράνης καλεῖσθαι· ὕστερον δὲ ὁμηρεύσας παρὰ τοῖς Ἕλλησιν ἀλλάξαι τὴν προσηγορίαν.
而他本人也说,他也并非不知道有人认为他是希俄斯人,有人认为他是斯密那人,还有许多人认为他是科洛封人;然而他却说,自己其实是巴比伦人,在同胞市民中不叫荷马,而是叫提格拉内斯;后来在希腊人中充当人质之后,才改变了这个称呼。
ἔτι δὲ καὶ περὶ τῶν ἀθετουμένων στίχων ἐπηρώτων, εἰ ὑπʼ ἐκείνου εἶεν γεγραμμένοι.
此外,我还询问了那些被判定为伪作的诗句,是否确实出自他之手。
καὶ ὃς ἔφασκε πάντας αὑτοῦ εἶναι.
他回答说,所有这些都是他写的。
κατεγίνωσκον οὖν τῶν ἀμφὶ τὸν Ζηνόδοτον καὶ Ἀρίσταρχον γραμματικῶν πολλὴν τὴν ψυχρολογίαν.
因此,我便谴责哲诺多托斯和阿里斯塔科斯那一流的文法学家们实在太过于迂腐无聊。
ἐπεὶ δὲ ταῦτα ἱκανῶς ἀπεκέκριτο, πάλιν αὐτὸν ἠρώτων τί δή ποτε ἀπὸ τῆς μήνιδος τὴν ἀρχὴν ἐποιήσατο·
当这些问题都得到了充分的回答后,我又问他究竟为什么从“愤怒”开始写起。
καὶ ὃς εἶπεν οὕτως ἐπελθεῖν αὐτῷ μηδὲν ἐπιτηδεύσαντι.
他回答说,那只是自然而然涌上心头,并没有做任何刻意的安排。
καὶ μὴν κἀκεῖνο ἐπεθύμουν εἰδέναι, εἰ προτέραν ἔγραψεν τὴν Ὀδύσσειαν τῆς Ἰλιάδος, ὡς οἱ πολλοί φασιν· ὁ δὲ ἠρνεῖτο.
此外,我也极想知道,他是否如多数人所说的那样,先写了《奥德赛》后写了《伊利亚特》;但他予以否认。
ὅτι μὲν γὰρ οὐδὲ τυφλὸς ἦν, ὃ καὶ αὐτὸ περὶ αὐτοῦ λέγουσιν, αὐτίκα ἠπιστάμην· ἑώρων γάρ, ὥστε οὐδὲ πυνθάνεσθαι ἐδεόμην.
至于他甚至并非盲人(这也是人们关于他的说法),我立刻就明白了;因为我能看见,所以连问都不需要问。
πολλάκις δὲ καὶ ἄλλοτε τοῦτο ἐποίουν, εἴ ποτε αὐτὸν σχολὴν ἄγοντα ἑώρων· προσιὼν γάρ τι ἐπυνθανόμην αὐτοῦ, καὶ ὃς προθύμως πάντα ἀπεκρίνετο, καὶ μάλιστα μετὰ τὴν δίκην, ἐπειδὴ ἐκράτησεν·
在其他许多时候,只要一看到他有闲暇,我也会这样做:走上前去向他请教,他总是非常热心地回答一切;尤其是在那场官司打赢之后更是如此。
ἦν γάρ τις γραφὴ κατʼ αὐτοῦ ἐπενηνεγμένη ὕβρεως ὑπὸ Θερσίτου ἐφʼ οἷς αὐτὸν ἐν τῇ ποιήσει ἔσκωψεν, καὶ ἐνίκησεν ὁ Ὅμηρος Ὀδυσσέως συναγορεύοντος.
因为由于荷马在诗作中对色西特斯进行了嘲讽,色西特斯曾向他提起过诉讼,控告其侮辱,而荷马在奥德修斯的协助辩护下最终获胜。
§2.21κατὰ δὲ τοὺς αὐτοὺς χρόνους ἀφίκετο καὶ Πυθαγόρας ὁ Σάμιος ἑπτάκις ἀλλαγεὶς καὶ ἐν τοσούτοις ζῴοις βιοτεύσας καὶ ἐκτελέσας τῆς ψυχῆς τὰς περιόδους.
就在同一时期,萨摩斯的毕达哥拉斯也来到了这里。 他已经历了七次转变,在同样数量的动物身上生活过,并完成了他灵魂的循环。
ἦν δὲ χρυσοῦς ὅλον τὸ δεξιὸν ἡμίτομον.
他的整个右侧身体都是纯金的。
καὶ ἐκρίθη μὲν συμπολιτεύσασθαι αὐτοῖς, ἐνεδοιάζετο δὲ ἔτι πότερον Πυθαγόραν ἢ Εὔφορβον χρὴ αὐτὸν ὀνομάζειν.
大家已决定接纳他为同胞公民,但对于应该称呼他为毕达哥拉斯还是欧福尔布斯,人们还在犹豫不决。
ὁ μέντοι Ἐμπεδοκλῆς ἦλθεν μὲν καὶ αὐτός, περίεφθος καὶ τὸ σῶμα ὅλον ὠπτημένος·
不过,恩培多克勒也自己来了,浑身煮透,整个人都被烤焦了。
οὐ μὴν παρεδέχθη καίτοι πολλὰ ἱκετεύων.
然而,尽管他多方哀求,还是没有被接纳。
§2.22προϊόντος δὲ τοῦ χρόνου ἐνέστη ὁ ἀγὼν ὁ παρʼ αὐτοῖς, τὰ Θανατούσια.
随着时间的推移,他们那里的竞技会——“亡者祭”举行了。
ἠγωνοθέτει δὲ Ἀχιλλεὺς τὸ πέμπτον καὶ Θησεὺς τὸ ἕβδομον.
阿喀琉斯第五次担任竞技主持,忒修斯第七次担任。
τὰ μὲν οὖν ἄλλα μακρὸν ἂν εἴη λέγειν· τὰ δὲ κεφάλαια τῶν πραχθέντων διηγήσομαι.
至于其他细节,说起来未免冗长;我只讲述所发生之事的要点。
πάλην μὲν ἐνίκησεν Κάρανος ὁ ἀφʼ Ἡρακλέους Ὀδυσσέα περὶ τοῦ στεφάνου καταγωνισάμενος· πυγμὴ δὲ ἴση ἐγένετο Ἀρείου τοῦ Αἰγυπτίου, ὃς ἐν Κορίνθῳ τέθαπται, καὶ Ἐπειοῦ ἀλλήλοις συνελθόντων.
在摔跤比赛中,赫拉克勒斯的后裔卡拉诺斯击败奥德修斯夺得桂冠并获胜;在拳击比赛中,埋葬在科林斯的埃及人阿雷乌斯与埃佩乌斯交锋,双方打成了平手。
παγκρατίου δὲ οὐ τίθεται ἆθλα παρʼ αὐτοῖς.
在他们那里,潘克拉辛不设立奖项。
τὸν μέντοι δρόμον οὐκέτι μέμνημαι ὅστις ἐνίκησεν.
不过至于徒步赛跑,我已经不记得是谁获胜了。
ποιητῶν δὲ τῇ μὲν ἀληθείᾳ παρὰ πολὺ ἐκράτει Ὅμηρος, ἐνίκησεν δὲ ὅμως Ἡσίοδος.
至于诗人,实际上荷马远远胜出,但最终获胜的却是赫西俄德。
τὰ δὲ ἆθλα ἦν ἅπασι στέφανος πλακεὶς ἐκ πτερῶν ταωνείων.
给所有人的奖品都是用孔雀羽毛编织成的冠冕。
§2.23ἄρτι δὲ τοῦ ἀγῶνος συντετελεσμένου ἠγγέλλοντο οἱ ἐν τῷ χώρῳ τῶν ἀσεβῶν κολαζόμενοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες ἐλαύνειν ἐπὶ τὴν νῆσον· ἡγεῖσθαι δὲ αὐτῶν Φάλαρίν τε τὸν Ἀκραγαντῖνον καὶ Βούσιριν τὸν Αἰγύπτιον καὶ Διομήδη τὸν Θρᾷκα καὶ τοὺς περὶ Σκίρωνα καὶ Πιτυοκάμπτην.
竞技会刚刚结束,便传来消息说,那些在不敬神者之地受罚的人已经挣脱了枷锁,打败了守卫,正向这座岛屿进军;据说率领他们的是阿克拉加斯的法拉里斯、埃及的布西里斯、色雷斯的迪奥墨德斯,以及斯基隆和庇提欧坎普特斯一伙。
ὡς δὲ ταῦτα ἤκουσεν ὁ Ῥαδάμανθυς, ἐκτάσσει τοὺς ἥρωας ἐπὶ τῆς ᾐόνος· ἡγεῖτο δὲ Θησεύς τε καὶ Ἀχιλλεὺς καὶ Αἴας ὁ Τελαμώνιος ἤδη σωφρονῶν· καὶ συμμίξαντες ἐμάχοντο, καὶ ἐνίκησαν οἱ ἥρωες, Ἀχιλλέως τὰ πλεῖστα κατορθώσαντος.
拉达曼迪斯一听到这消息,便让英雄们在海岸上排开阵势;领军的是忒修斯、阿喀琉斯,以及如今已恢复理智的特拉蒙之子埃阿斯;两军交锋并展开厮杀,最终英雄们获得了胜利,其中阿喀琉斯立下的战功最多。
ἠρίστευσε δὲ καὶ Σωκράτης ἐπὶ τῷ δεξιῷ ταχθεὶς, πολὺ μᾶλλον ἢ ὅτε ζῶν ἐπὶ Δηλίῳ ἐμάχετο.
被部署在右翼的苏格拉底也表现极勇,远胜于他活着时在德利翁之役中的表现。
προσιόντων γὰρ τεττάρων πολεμίων οὐκ ἔφυγε καὶ τὸ πρόσωπον ἄτρεπτος ἦν·
因为当四个敌人逼近时他没有逃跑,神色泰然自若。
ἐφʼ οἷς καὶ ὕστερον ἐξῃρέθη αὐτῷ ἀριστεῖον, καλός τε καὶ μέγας παράδεισος ἐν τῷ προαστείῳ, ἔνθα καὶ συγκαλῶν τοὺς ἑταίρους διελέγετο, Νεκρακαδημίαν τὸν τόπον προσαγορεύσας.
由于这些功绩,后来人们将郊区一座美丽而巨大的园林作为特等战功奖赏赐予他,他便常在那里召集同伴并进行讨论,将该地命名为“亡者学园”。

词汇与语法注释

  1. §2.20ζητεῖσθαι — 间接引语中从属句(γάρ子句)内的不定式。主句动词 ἔφασκεν 的支配力延伸到了表原因的连词 γάρ 之后,从而用不定式 ζητεῖσθαι 代替了通常的直陈式现在时 ζητεῖται。
  2. §2.20καὶ ὃς — 关系代词 ὅς 的古雅指示代词用法。意为 καὶ οὗτος(“然后他”),是柏拉图和卢奇安散文中常用的惯用句式,用于引出说话者的回应。
  3. §2.23ἠγγέλλοντο — 被动语态动词 ἀγγέλλω 的亲自构造(personal construction)。不使用非人称的“据报道说……”,而是将被动主句动词的主语设为“受罚者”(οἱ ... κολαζόμενοι),并由此支配随后的不定式(ἐλαύνειν 和 ἡγεῖσθαι)。

引用这一段

琉善, 真实的故事 §2.20-2.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:2.20-2.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。