§2.15ἐπὶ δὲ τῷ δείπνῳ μουσικῇ τε καὶ ᾠδαῖς σχολάζουσιν·
夕食の席では、彼らは音楽や歌に時を過ごしている。
ᾄδεται δὲ αὐτοῖς τὰ Ὁμήρου ἔπη μάλιστα·
特にホメロスの叙事詩が彼らの間で歌われる。
καὶ αὐτὸς δὲ πάρεστι καὶ συνευωχεῖται αὐτοῖς ὑπὲρ τὸν Ὀδυσσέα κατακείμενος.
ホメロス自身もそこに居合わせ、オデュッセウスのすぐ上の席に横たわって、彼らとともに宴を楽しんでいる。
οἱ μὲν οὖν χοροὶ ἐκ παίδων εἰσὶν καὶ παρθένων· ἐξάρχουσι δὲ καὶ συνᾴδουσιν Εὔνομός τε ὁ Λοκρὸς καὶ Ἀρίων ὁ Λέσβιος καὶ Ἀνακρέων καὶ Στησίχορος·
さて、合唱隊は少年たちと少女たちからなり、ロクリスのエウノモス、レスボスのアリオン、アナクレオン、そしてステシコロスが音頭を取り、一緒に歌う。
καὶ γὰρ τοῦτον παρʼ αὐτοῖς ἐθεασάμην, ἤδη τῆς Ἑλένης αὐτῷ διηλλαγμένης.
というのも、このステシコロスも彼らのなかに私は見かけたのだが、ヘレネはすでに彼と和解していたからである。
ἐπειδὰν δὲ οὗτοι παύσωνται ᾄδοντες, δεύτερος χορὸς παρέρχεται ἐκ κύκνων καὶ χελιδόνων καὶ ἀηδόνων.
彼らが歌い終えると、白鳥やツバメやサヨナキドリからなる第二の合唱隊が進み出る。
ἐπειδὰν δὲ καὶ οὗτοι ᾄσωσιν, τότε ἤδη πᾶσα ἡ ὕλη ἐπαυλεῖ τῶν ἀνέμων καταρχόντων.
彼らも歌い終わると、そのときには風たちが音頭を取って、森全体が笛を伴奏する。
§2.16μέγιστον δὲ δὴ πρὸς εὐφροσύνην ἐκεῖνο ἔχουσιν·
彼らが歓楽のために持っている特に素晴らしいものとして、次のようなものがある。
πηγαί εἰσι δύο παρὰ τὸ συμπόσιον, ἡ μὲν γέλωτος, ἡ δὲ ἡδονῆς·
饗宴の傍らに二つの泉があり、一方は笑いの泉、他方は快楽の泉である。
ἐκ τούτων ἑκατέρας πάντες ἐν ἀρχῇ τῆς εὐωχίας πίνουσιν καὶ τὸ λοιπὸν ἡδόμενοι καὶ γελῶντες διάγουσιν.
宴の始まりに全員がこれら双方の泉から飲み、その後はずっと楽しみ、笑いながら過ごすのである。
§2.17βούλομαι δὲ εἰπεῖν καὶ τῶν ἐπισήμων οὕστινας παρʼ αὐτοῖς ἐθεασάμην·
私は彼らのなかに目にした著名人たちについても語りたい。
πάντας μὲν τοὺς ἡμιθέους καὶ τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας πλήν γε δὴ τοῦ Λοκροῦ Αἴαντος, ἐκεῖνον δὲ μόνον ἔφασκον ἐν τῷ τῶν ἀσεβῶν χώρῳ κολάζεσθαι, βαρβάρων δὲ Κύρους τε ἀμφοτέρους καὶ τὸν Σκύθην Ἀνάχαρσιν καὶ τὸν Θρᾷκα Ζάμολξιν καὶ Νομᾶν τὸν Ἰταλιώτην, καὶ μὴν καὶ Λυκοῦργον τὸν Λακεδαιμόνιον καὶ Φωκίωνα καὶ Τέλλον τοὺς Ἀθηναίους, καὶ τοὺς σοφοὺς ἄνευ Περιάνδρου.
半神たちやイリオンに遠征した者たちはすべていたが、ロクリスのアイアスだけは例外で、彼だけは不信心者たちの場所で罰せられていると人々は言っていた。 異邦人では、両サイロス、スカイティア人アナカルシス、トラキア人ザモルクシス、イタリアのヌマがおり、さらにラケダイモンのリュクルゴス、アテナイのフォキオンとテロス、そしてペリアンドロスを除く賢人たちがいた。
εἶδον δὲ καὶ Σωκράτη τὸν Σωφρονίσκου ἀδολεσχοῦντα μετὰ Νέστορος καὶ Παλαμήδους·
私はまた、ソプロニスコスの子ソクラテスがネストルやパラメデスととりとめもないおしゃべりをしているのを見た。
περὶ δὲ αὐτὸν ἦσαν Ὑάκινθός τε ὁ Λακεδαιμόνιος καὶ ὁ Θεσπιεὺς Νάρκισσος καὶ Ὕλας καὶ ἄλλοι καλοί.
彼の周囲にはラケダイモンのヒュアキントス、テスピアイのナルキッソス、ヒュラス、その他の美男子たちがいた。
καί μοι ἐδόκει ἐρᾶν τοῦ Ὑακίνθου·
私には彼がヒュアキントスを愛しているように見えた。
τὰ πολλὰ γοῦν ἐκεῖνον διήλεγχεν.
というのも、たいてい彼はヒュアキントスを反駁していたからである。
ἐλέγετο δὲ χαλεπαίνειν αὐτῷ ὁ Ῥαδάμανθυς καὶ ἠπειληκέναι πολλάκις ἐκβαλεῖν αὐτὸν ἐκ τῆς νήσου, ἢν φλυαρῇ καὶ μὴ ἐθέλῃ ἀφεὶς τὴν εἰρωνείαν εὐωχεῖσθαι.
ラダマンテュスはソクラテスに対して腹を立てており、もし彼がふざけたおしゃべりを続け、皮肉をやめて饗宴を楽しむことを望まないなら、島から追放すると何度も脅していたと言われていた。
Πλάτων δὲ μόνος οὐ παρῆν, ἀλλʼ ἐλέγετο αὐτὸς ἐν τῇ ἀναπλασθείσῃ ὑπʼ αὐτοῦ πόλει οἰκεῖν χρώμενος τῇ πολιτείᾳ καὶ τοῖς νόμοις οἷς συνέγραψεν.
プラトンだけは居合わせず、彼自身が構想した都市に住み、彼自身が起草した国制と法律に従って暮らしていると言われていた。
§2.18οἱ μέντοι ἀμφʼ Ἀρίστιππόν τε καὶ Ἐπίκουρον τὰ πρῶτα παρʼ αὐτοῖς ἐφέροντο ἡδεῖς τε ὄντες καὶ κεχαρισμένοι καὶ συμποτικώτατοι.
もっとも、アリスティッポスやエピクロスの仲間たちは、愉快で愛想がよく、宴席に最も適した人々であったため、彼らの間で第一等の厚遇を受けていた。
παρῆν δὲ καὶ Αἴσωπος ὁ Φρύξ· τούτῳ δὲ ὅσα καὶ γελωτοποιῷ χρῶνται.
フリュギア人アイソポスも居合わせており、彼らは彼を道化として扱っている。
Διογένης μέν γε ὁ Σινωπεὺς τοσοῦτον μετέβαλεν τοῦ τρόπου, ὥστε γῆμαι μὲν ἑταίραν τὴν Λαίδα, ὀρχεῖσθαι δὲ πολλάκις ὑπὸ μέθης ἀνιστάμενον καὶ παροινεῖν.
シノペのディオゲネスにいたっては、その生き方をすっかり変えて、遊女のライスを妻に娶り、しばしば酔っ払って立ち上がっては踊り、酒の上で乱暴を働くほどであった。
τῶν δὲ Στωικῶν οὐδεὶς παρῆν·
ストア派の者は誰もいなかった。
ἔτι γὰρ ἐλέγοντο ἀναβαίνειν τὸν τῆς ἀρετῆς ὄρθιον λόφον.
彼らは徳の険しい丘をいまだ登っているところだと言われていたからである。
ἠκούομεν δὲ καὶ περὶ Χρυσίππου ὅτι οὐ πρότερον αὐτῷ ἐπιβῆναι τῆς νήσου θέμις, πρὶν τὸ τέταρτον ἑαυτὸν ἐλλεβορίσῃ.
また、クリュシッポスについても、彼が四度ヘレボルスを服用して自らを治療するまでは、島に足を踏み入れることは許されないという話を私たちは聞いた。
τοὺς δὲ Ἀκαδημαϊκοὺς ἔλεγον ἐθέλειν μὲν ἐλθεῖν, ἐπέχειν δὲ ἔτι καὶ διασκέπτεσθαι·
アカデメイア派の人々は、来たいと望んではいるものの、いまだ判断を保留して熟考していると言われていた。
μηδὲ γὰρ αὐτὸ τοῦτό πω καταλαμβάνειν, εἰ καὶ νῆσός τις τοιαύτη ἐστίν.
というのも、そもそもそのような島が実際に存在するのかどうかさえ、彼らにはまだ把握できていないからである。
ἄλλως τε καὶ τὴν ἐπὶ τοῦ Ῥαδαμάνθυος, οἶμαι, κρίσιν ἐδεδοίκεσαν, ἅτε καὶ τὸ κριτήριον αὐτοὶ ἀνῃρηκότες.
それに何よりも、彼らは自分たち自身で判定基準を否定してしまっているため、ラダマンテュスによる裁判を恐れているのだろうと私は思う。
πολλοὺς δὲ αὐτῶν ἔφασκον ὁρμηθέντας ἀκολουθεῖν τοῖς ἀφικνουμένοις ὑπὸ νωθείας ἀπολείπεσθαι μὴ καταλαμβάνοντας καὶ ἀναστρέφειν ἐκ μέσης τῆς ὁδοῦ.
彼らの多くは、出発して到着する人々の後を追おうとしたものの、怠惰のために追いつけずに落伍し、道の途中から引き返してしまったと言われていた。
§2.19οὗτοι μὲν οὖν ἦσαν οἱ ἀξιολογώτατοι τῶν παρόντων.
さて、これらの人々が居合わせた者のうちで最も注目すべき人々であった。
τιμῶσι δὲ μάλιστα τὸν Ἀχιλλέα καὶ μετὰ τοῦτον Θησέα.
彼らはアキレウスを最も尊び、その次にテーセウスを尊んでいる。
περὶ δὲ συνουσίας καὶ ἀφροδισίων οὕτω φρονοῦσιν·
交際と愛欲について、彼らは次のように考えている。
μίσγονται μὲν ἀναφανδὸν πάντων ὁρώντων καὶ γυναιξὶ καὶ ἄρρεσι, καὶ οὐδαμῶς τοῦτο αὐτοῖς αἰσχρὸν δοκεῖ·
彼らは誰もが見ている前で、女性とも男性とも公然と交わるが、これが彼らにとって恥ずべきことだとは全く思われていない。
μόνος δὲ Σωκράτης διώμνυτο ἦ μὴν καθαρῶς πλησιάζειν τοῖς νέοις· καὶ μέντοι πάντες αὐτοῦ ἐπιορκεῖν κατεγίνωσκον·
ソクラテスだけは、若者たちには本当に清い関係で近づいているのだと固く誓っていたが、実際には、誰もが彼のことを偽誓していると非難していた。
πολλάκις γοῦν ὁ μὲν Ὑάκινθος ἢ ὁ Νάρκισσος ὡμολόγουν, ἐκεῖνος δὲ ἠρνεῖτο.
少なくとも、しばしばヒュアキントスやナルキッソスが認め、彼は否定していたのである。
αἱ δὲ γυναῖκές εἰσι πᾶσι κοιναὶ καὶ οὐδεὶς φθονεῖ τῷ πλησίον, ἀλλʼ εἰσὶ περὶ τοῦτο μάλιστα Πλατωνικώτατοι·
女性はすべての人に共有されており、誰も隣人に嫉妬せず、この点について彼らは極めてプラトン主義的である。
καὶ οἱ παῖδες δὲ παρέχουσι τοῖς βουλομένοις οὐδὲν ἀντιλέγοντες.
また、少年たちも望む者に何ら異を唱えることなく身を任せている。