Humanitext Reader

ルキアノス · 本当の話 §2.24-2.27

ヘレネー誘拐未遂と語り手一行への退去命令

17 / 22 箇所 · ギリシア語

要旨

不信仰者たちの反乱が鎮圧された後、キニュラスがヘレネーを誘拐して逃亡を企てる。ラダマンテュスは追手を送り彼らを捕らえて不信仰者の国に送り、さらに語り手一行に対しても速やかな退去処分を命じる。

§2.24συλλαβόντες οὖν τοὺς νενικημένους καὶ δήσαντες ἀπέπεμψαν ἔτι μᾶλλον κολασθησομένους.
そこで彼らは敗者たちを捕らえ、縛り上げ、さらに厳しく罰せられるために送り返した。
ἔγραψεν δὲ καὶ ταύτην τὴν μάχην Ὅμηρος καὶ ἀπιόντι μοι ἔδωκεν τὰ βιβλία κομίζειν τοῖς παρʼ ἡμῖν ἀνθρώποις·
ホメロスはこの戦いをも詩に書き、私が立ち去る際に、私たちの世界の人間たちに届けるようにとその書物を手渡してくれた。
ἀλλʼ ὕστερον καὶ ταῦτα μετὰ τῶν ἄλλων ἀπωλέσαμεν.
しかし後になって、私はこれらをも他のものと一緒に失ってしまった。
ἦν δὲ ἡ ἀρχὴ τοῦ ποιήματος αὕτη, "Νῦν δέ μοι ἔννεπε, Μοῦσα, μάχην νεκύων ἡρώων.
その詩の始まりは次のようであった。
" τότε δʼ οὖν κυάμους ἑψήσαντες, ὥσπερ παρʼ αὐτοῖς νόμος ἐπειδὰν τὸν πόλεμον κατορθώσωσιν, εἱστιῶντο τὰ ἐπινίκια καὶ ἑορτὴν μεγάλην ἦγον·
「ムーサよ、今こそ私に語れ、死せる英雄たちの戦いを」その時、彼らは、戦争に勝利したときの彼らの慣習に従ってソラマメを茹で、祝勝会を開き、大いなる祭りを催した。
μόνος δὲ αὐτῆς οὐ μετεῖχε Πυθαγόρας, ἀλλʼ ἄσιτος πόρρω ἐκαθέζετο μυσαττόμενος τὴν κυαμοφαγίαν.
ただピュタゴラスだけがこれに参加せず、ソラマメを食べることを嫌悪して、食事をとらずに遠く離れて座っていた。
§2.25ἤδη δὲ μηνῶν ἓξ διεληλυθότων περὶ μεσοῦντα τὸν ἕβδομον νεώτερα συνίστατο πράγματα·
すでに六ヶ月が経過し、七ヶ月目の中頃に入った頃、新たな事態が持ち上がった。
κινύρας ὁ τοῦ Σκινθάρου παῖς, μέγας ὢν καὶ καλός, ἤρα πολὺν ἤδη χρόνον τῆς Ἑλένης, καὶ αὕτη δὲ οὐκ ἀφανὴς ἦν ἐπιμανῶς ἀγαπῶσα τὸν νεανίσκον·
スキンタロスの息子キニュラスは、大柄で美男子であったが、すでに長い間ヘレネーを愛しており、彼女の方もまた、その若者を狂おしいほどに愛していることが誰の目にも明らかであった。
πολλάκις γοῦν καὶ διένευον ἀλλήλοις ἐν τῷ συμποσίῳ καὶ προὔπινον καὶ μόνοι ἐξανιστάμενοι ἐπλανῶντο περὶ τὴν ὕλην.
実際、彼らはしばしば宴席で互いに目配せをしたり、献杯し合ったりし、二人だけで席を立っては森のあたりを彷徨っていた。
καὶ δή ποτὲ ὑπʼ ἔρωτος καὶ ἀμηχανίας ἐβουλεύσατο ὁ Κινύρας ἁρπάσας τὴν Ἑλένην — ἐδόκει δὲ κἀκείνῃ ταῦτα — οἴχεσθαι ἀπιόντας ἔς τινα τῶν ἐπικειμένων νήσων, ἤτοι ἐς τὴν Φελλὼ ἢ ἐς τὴν Τυρόεσσαν.
そしてついに、愛と思い通りにならないもどかしさから、キニュラスはヘレネーをさらって――彼女もこれに同意していたのだが――近くにある島々のいずれか、すなわちフェルローかテュロエッサへと逃げ去ることを企てた。
συνωμότας δὲ πάλαι προσειλήφεσαν τρεῖς τῶν ἑταίρων τῶν ἐμῶν τοὺς θρασυτάτους.
彼らはあらかじめ、私の仲間たちのうちで最も大胆な三人を共謀者として引き入れていた。
τῷ μέντοι πατρὶ οὐκ ἐμήνυσε ταῦτα·
しかし、彼は父親にはこのことを告げなかった。
ἠπίστατο γὰρ ὑπʼ αὐτοῦ κωλυθησόμενος.
父親に引き止められるだろうと分かっていたからである。
ὡς δὲ ἐδόκει αὐτοῖς, ἐτέλουν τὴν ἐπιβουλήν.
そして、彼らの方針が決まると、その計画を実行に移した。
καὶ ἐπειδὴ νὺξ ἐγένετο — ἐγὼ μὲν οὐ παρῆν· ἐτύγχανον γὰρ ἐν τῷ συμποσίῳ κοιμώμενος — οἱ δὲ λαθόντες τοὺς ἄλλους ἀναλαβόντες τὴν Ἑλένην ὑπὸ σπουδῆς ἀνήχθησαν.
夜になると――私は居合わせなかった、というのも宴席でたまたま眠り込んでいたからである――彼らは他の人々に気づかれないようにヘレネーを連れ出し、急いで出帆した。
§2.26περὶ δὲ τὸ μεσονύκτιον ἀνεγρόμενος ὁ Μενέλαος ἐπεὶ ἔμαθεν τὴν εὐνὴν κενὴν τῆς γυναικός, βοήν τε ἵστη καὶ τὸν ἀδελφὸν παραλαβὼν ἦλθε πρὸς τὸν βασιλέα τὸν Ῥαδάμανθυν.
真夜中頃に目を覚ましたメネラオスは、妻の寝床が空であるのを知ると、大声を上げ、兄を伴って王ラダマンテュスのところへ行った。
ἡμέρας δὲ ὑποφαινούσης ἔλεγον οἱ σκοποὶ καθορᾶν τὴν ναῦν πολὺ ἀπέχουσαν·
夜が明けかけると、物見たちが、船が遥か彼方に遠ざかっているのが見えると報告した。
οὕτω δὴ ἐμβιβάσας ὁ Ῥαδάμανθυς πεντήκοντα τῶν ἡρώων εἰς ναῦν μονόξυλον ἀσφοδελίνην παρήγγειλεν διώκειν·
そこでラダマンテュスは、英雄たちのうち五十人をアスフォデロスで作られた一本のくり舟に乗せ、追跡を命じた。
οἱ δὲ ὑπὸ προθυμίας ἐλαύνοντες περὶ μεσημβρίαν καταλαμβάνουσιν αὐτοὺς ἄρτι ἐς τὸν γαλακτώδη τοῦ ὠκεανοῦ τόπον ἐμβαίνοντας πλησίον τῆς Τυροέσσης·
彼らは熱心に漕ぎ進み、正午頃、テュロエッサの近く、オーケアノスの乳の海へとちょうど入ろうとしている彼らに追いついた。
παρὰ τοσοῦτον ἦλθον διαδρᾶναι·
彼らはあともう少しで逃げ切るところであった。
καὶ ἀναδησάμενοι τὴν ναῦν ἁλύσει ῥοδίνῃ κατέπλεον.
そして彼らの船をバラの鎖で繋ぎとめ、引き返した。
ἡ μὲν οὖν Ἑλένη ἐδάκρυέν τε καὶ ᾐσχύνετο κἀνεκαλύπτετο, τοὺς δὲ ἀμφὶ τὸν Κινύραν ἀνακρίνας πρότερον ὁ Ῥαδάμανθυς, εἴ τινες καὶ ἄλλοι αὐτοῖς συνίσασιν, ὡς οὐδένα εἶπον, ἐκ τῶν αἰδοίων δήσας ἀπέπεμψεν ἐς τὸν τῶν ἀσεβῶν χῶρον μαλάχῃ πρότερον μαστιγωθέντας.
ヘレネーは涙を流し、恥じ入り、顔を覆っていた。 一方、ラダマンテュスはキニュラスの一味を取り調べ、他に共謀者がいるかどうかを尋ねたが、彼らが「誰もいない」と答えたため、彼らをゼニアオイで鞭打った後、生殖器を縛り上げて不信仰者たちの場所へと送り込んだ。
§2.27ἐψηφίσαντο δὲ καὶ ἡμᾶς ἐμπροθέσμως ἐκπέμπειν ἐκ τῆς νήσου, τὴν ἐπιοῦσαν ἡμέραν μόνην ἐπιμείναντας.
また、彼らは私たちをも期限前に島から送り出すことを決議し、翌一日だけ留まることを許した。
ἐνταῦθα δὴ ἐγὼ ἐποτνιώμην τε καὶ ἐδάκρυον οἷα ἔμελλον ἀγαθὰ καταλιπὼν αὖθις πλανηθήσεσθαι.
ここに至って、私は、いかに素晴らしい幸福を残して再び彷徨わねばならないかを思って、嘆き悲しみ、涙を流した。
αὐτοὶ μέντοι παρεμυθοῦντο λέγοντες οὐ πολλῶν ἐτῶν ἀφίξεσθαι πάλιν ὡς αὐτούς, καί μοι ἤδη εἰς τοὐπιὸν θρόνον τε καὶ κλισίαν ἐπεδείκνυσαν πλησίον τῶν ἀρίστων.
しかし彼らは、数年のうちには再び彼らのところに戻ってくるだろうと言って私を慰め、将来のために、最善の人々の近くに用意された私の席と寝床をすでに見せてくれた。
ἐγὼ δὲ προσελθὼν τῷ Ῥαδαμάνθυι πολλὰ ἱκέτευον εἰπεῖν τὰ μέλλοντα καὶ ὑποδεῖξαί μοι τὸν πλοῦν.
そこで私はラダマンテュスに近づき、未来のことを語り、航路を指し示してくれるよう熱心に懇願した。
ὁ δὲ ἔφασκεν ἀφίξεσθαι μὲν εἰς τὴν πατρίδα πολλὰ πρότερον πλανηθέντα καὶ κινδυνεύσαντα, τὸν δὲ χρόνον οὐκέτι τῆς ἐπανόδου προσθεῖναι ἠθέλησεν·
彼は、私が多くの放浪と危険を経た後、祖国に到着するであろうと言ったが、帰還の時期についてはそれ以上付け加えようとはしなかった。
ἀλλὰ δὴ καὶ δεικνὺς τὰς πλησίον νήσους—ἐφαίνοντο δὲ πέντε τὸν ἀριθμόν, ἄλλη δὲ ἕκτη πόρρωθεν — ταύτας μὲν εἶναι ἔφασκεν τῶν ἀσεβῶν, τὰς πλησίον, Ἀφʼ ὧν, ἔφη, ἤδη τὸ πολὺ πῦρ ὁρᾷς καιόμενον, ἕκτη δὲ ἐκείνη τῶν ὀνείρων ἡ πόλις·
しかし、近くの島々――それらは数にして五つ見え、さらにもう一つ、六番目の島が遥か彼方に見えていたが――を指し示しながら、近くにあるこれらは不信仰者たちの島々であると言った。 「そこからは、お前もすでに見ているように、盛んな火が燃え盛っている」と彼は言った。 「そして、あの六番目の島は、夢の街である。
μετὰ ταύτην δὲ ἡ τῆς Καλυψοῦς νῆσος, ἀλλʼ οὐδέπω σοι φαίνεται.
その次にあるのがカリュプソーの島だが、まだお前には見えない。
ἐπειδὰν δὲ ταύτας παραπλεύσῃς, τότε δὴ ἀφίξῃ εἰς τὴν μεγάλην ἤπειρον τὴν ἐναντίαν τῇ ὑφʼ ὑμῶν κατοικουμένῃ·
お前がこれらの島々を通り過ぎたとき、その時こそ、お前たちの住む世界の反対側にある巨大な大陸に到達するであろう。
ἐνταῦθα δὴ πολλὰ παθὼν καὶ ποικίλα ἔθνη διελθὼν καὶ ἀνθρώποις ἀμίκτοις ἐπιδημήσας χρόνῳ ποτὲ ἥξεις εἰς τὴν ἑτέραν ἤπειρον.
そこで多くの苦難に遭い、様々な民族の間を通り抜け、人嫌いな人間たちの間に滞在した後に、いつの日か、もう一つの大陸に到達するであろう」

語釈・文法注

  1. §2.24κολασθησομένους — 未来分詞が目的を表し、先行する動詞 `ἀπέπεμψαν` の動作の目的(「〜されるために」)を示している。
  2. §2.26παρὰ τοσοῦτον ἦλθον διαδρᾶναι — 慣用表現で「〜するまであと一歩のところまで来た」「あともう少しで〜するところだった」を意味する。`διαδρᾶναι` はアオリスト不定詞で、この結果としての動作を表す。
  3. §2.26ἐκ τῶν αἰδοίων δήσας — 前置詞 `ἐκ` は物理的に吊るす、あるいは結びつける部位(「〜によって」「〜を掴んで」)を指す。ここでは身体の一部である生殖器で縛り上げたことを意味する。
  4. §2.27τὴν ἑτέραν ἤπειρον — `τὴν ἑτέραν ἤπειρον`(もう一方の大陸)は、語り手たちが最初に旅立った「こちら側の世界(我々の住む大陸)」を指す。ラダマンテュスの予言によれば、巨大な対岸の大陸(`τὴν μεγάλην ἤπειρον τὴν ἐναντίαν`)を旅した後に、最終的に元の世界へと戻る。

この箇所を引用する

ルキアノス, 本当の話 §2.24-2.27. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:2.24-2.27

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。