§1.9καταλιπόντες δὲ αὐτοὺς ἐπὶ ναῦν ἐφεύγομεν καὶ τοῖς ἀπολειφθεῖσιν διηγούμεθα ἐλθόντες τά τε ἄλλα καὶ τῶν ἑταίρων τὴν ἀμπελομιξίαν.
彼らをあとに残し、私たちは船へと逃げ帰り、戻ってから、残されていた者たちに、色々のこととともに同僚たちの「葡萄との交わり」を詳しく話した。
καὶ δὴ λαβόντες ἀμφορέας τινὰς καὶ ὑδρευσάμενοί τε ἅμα καὶ ἐκ τοῦ ποταμοῦ οἰνισάμενοι καὶ αὐτοῦ πλησίον ἐπὶ τῆς ᾐόνος αὐλισάμενοι ἕωθεν ἀνήχθημεν οὐ σφόδρα βιαίῳ πνεύματι.
そして私たちはいくつかのアンポラを取り、水を汲むとともに川からワインを補給し、そのすぐ近くの岸辺で夜を明かすと、夜明けにそれほど強くない風に乗って出帆した。
περὶ μεσημβρίαν δὲ οὐκέτι τῆς νήσου φαινομένης ἄφνω τυφὼν ἐπιγενόμενος καὶ περιδινήσας τὴν ναῦν καὶ μετεωρίσας ὅσον ἐπὶ σταδίους τριακοσίους οὐκέτι καθῆκεν εἰς τὸ πέλαγος, ἀλλʼ ἄνω μετέωρον ἐξηρτημένην ἄνεμος ἐμπεσὼν τοῖς ἱστίοις ἔφερεν κολπώσας τὴν ὀθόνην.
真昼のころ、もはや島が見えなくなったとき、突然旋風が巻き起こって船を回転させ、およそ三百スタディオンの高さまで空中へ吊り上げ、もはや海へと降ろさず、上空に吊るされたまま、風が帆に吹きつけてこれを膨らませ、運んで行った。
§1.10ἑπτὰ δὲ ἡμέρας καὶ τὰς ἴσας νύκτας ἀεροδρομήσαντες, ὀγδόῃ καθορῶμεν γῆν τινα μεγάλην ἐν τῷ ἀέρι καθάπερ νῆσον, λαμπρὰν καὶ σφαιροειδῆ καὶ φωτὶ μεγάλῳ καταλαμπομένην·
七日七晩、私たちは空中を走り、八日目に、空中に浮かぶ島のような、輝かしく球体で、大きな光に照らされた、ある巨大な陸地を望み見た。
προσενεχθέντες δὲ αὐτῇ καὶ ὁρμισάμενοι ἀπέβημεν, ἐπισκοποῦντες δὲ τὴν χώραν εὑρίσκομεν οἰκουμένην τε καὶ γεωργουμένην.
そこに運ばれ、停泊して上陸し、その地方を調査すると、そこは人が住み、耕作されていることがわかった。
ἡμέρας μὲν οὖν οὐδὲν αὐτόθεν καθεωρῶμεν, νυκτὸς δὲ ἐπιγενομένης ἐφαίνοντο ἡμῖν καὶ ἄλλαι πολλαὶ νῆσοι πλησίον, αἱ μὲν μείζους, αἱ δὲ μικρότεραι, πυρὶ τὴν χροιὰν προσεοικυῖαι, καὶ ἄλλη δέ τις γῆ κάτω, καὶ πόλεις ἐν αὐτῇ καὶ ποταμοὺς ἔχουσα καὶ πελάγη καὶ ὕλας καὶ ὄρη.
昼の間は、そこからは何も見えなかったが、夜になると、近くに他の多くの島々が見えてきた。 あるものは大きく、あるものは小さく、その色は火に似ていた。 さらに下の方には別の陸地もあり、そこには都市や川、海、森、山があった。
ταύτην οὖν τὴν καθʼ ἡμᾶς οἰκουμένην εἰκάζομεν.
そこで、私たちはこれを自分たちの住む世界だと推測した。
§1.11δόξαν δὲ ἡμῖν καὶ ἔτι πορρωτέρω προελθεῖν, συνελήφθημεν τοῖς Ἱππογύποις παρʼ αὐτοῖς καλουμένοις ἀπαντήσαντες.
さらに先へ進もうと決心したとき、私たちは、現地の人々の間で「ヒッポギュポス」と呼ばれている者たちに出会って捕らえられた。
οἱ δὲ Ἱππόγυποι οὗτοί εἰσιν ἄνδρες ἐπὶ γυπῶν μεγάλων ὀχούμενοι καὶ καθάπερ ἵπποις τοῖς ὀρνέοις χρώμενοι·
このヒッポギュポスというのは、巨大なハゲタカに騎乗し、その鳥を馬のように用いる男たちのことである。
μεγάλοι γὰρ οἱ γῦπες καὶ ὡς ἐπίπαν τρικέφαλοι.
なぜならハゲタカは巨大で、概して三つ頭だからである。
μάθοι δʼ ἄν τις τὸ μέγεθος αὐτῶν ἐντεῦθεν·
彼らの大きさは次のことから知ることができる。
νεὼς γὰρ μεγάλης φορτίδος ἱστοῦ ἕκαστον τῶν πτερῶν μακρότερον καὶ παχύτερον φέρουσι.
すなわち、彼らは大きな商船の帆柱よりも長く太い羽をそれぞれ持っているのである。
τούτοις οὖν τοῖς Ἱππογύποις προστέτακται περιπετομένοις τὴν γῆν, εἴ τις εὑρεθείη ξένος, ἀνάγειν ὡς τὸν βασιλέα·
さて、これらのヒッポギュポスには、大地を飛び回って、もし異邦人が見つかれば王のところへ連行することが命じられていた。
καὶ δὴ καὶ ἡμᾶς συλλαβόντες ἀνάγουσιν ὡς αὐτόν.
そこで彼らは私たちをも捕らえ、王のもとへと連行した。
ὁ δὲ θεασάμενος καὶ ἀπὸ τῆς στολῆς εἰκάσας, Ἕλληνες ἆρα, ἔφη, ὑμεῖς, ὦ ξένοι;
王は私たちを見て、衣服から推測して、「おや、旅の人たちよ、あなた方はギリシア人ですか」と言った。
συμφησάντων δέ, Πῶς οὖν ἀφίκεσθε, ἔφη, τοσοῦτον ἀέρα διελθόντες;
私たちが同意すると、「では、どのようにしてこれほど広い空を通り抜けてやって来たのですか」と彼は言った。
καὶ ἡμεῖς τὸ πᾶν αὐτῷ διηγούμεθα·
そこで私たちは一部始終を彼に詳しく話した。
καὶ ὃς ἀρξάμενος τὸ καθʼ αὑτὸν ἡμῖν διεξῄει, ὡς καὶ αὐτὸς ἄνθρωπος ὢν τοὔνομα Ἐνδυμίων ἀπὸ τῆς ἡμετέρας γῆς καθεύδων ἀναρπασθείη ποτὲ καὶ ἀφικόμενος βασιλεύσειε τῆς χώρας· εἶναι δὲ τὴν γῆν ἐκείνην ἔλεγε τὴν ἡμῖν κάτω φαινομένην σελήνην.
すると彼は、自分に関する事柄を最初から私たちに語り始めた。 彼自身もかつては人間であり、その名はエンデュミオンといい、私たちの地から眠っている間にさらわれ、ここに到着してこの地方を支配するようになったこと、そして、その地とは、私たちに下の方に見えている月であると彼は語った。
ἀλλὰ θαρρεῖν τε παρεκελεύετο καὶ μηδένα κίνδυνον ὑφορᾶσθαι·
しかし、彼は私たちに安心するように、そして何の危険も恐れないようにと勧めた。
πάντα γὰρ ἡμῖν παρέσεσθαι ὧν δεόμεθα.
私たちが望むものはすべて与えられるから、と。
§1.12ἢν δὲ καὶ κατορθώσω, ἔφη, τὸν πόλεμον ὃν ἐκφέρω νῦν πρὸς τοὺς τὸν ἥλιον κατοικοῦντας, ἁπάντων εὐδαιμονέστατα παρʼ ἐμοὶ καταβιώσεσθε.
「そして、もし私が、太陽の住民たちに対して今行っている戦争に勝利したならば、あなた方は私のそばで最も幸福に生涯を送るだろう」と彼は言った。
καὶ ἡμεῖς ἠρόμεθα τίνες εἶεν οἱ πολέμιοι καὶ τὴν αἰτίαν τῆς διαφορᾶς·
そこで私たちは、敵とは誰であり、その争いの原因は何であるのかを尋ねた。
Ὁ δὲ Φαέθων, φησίν, ὁ τῶν ἐν τῷ ἡλίῳ κατοικούντων βασιλεύς — οἰκεῖται γὰρ δὴ κἀκεῖνος ὥσπερ καὶ ἡ σελήνη — πολὺν ἤδη πρὸς ἡμᾶς πολεμεῖ χρόνον.
彼は言った。 「太陽の住民たちの王であるファエトンは――というのも、太陽もやはり月と同じように人が住んでいるのだ――すでに長い間私たちに対して戦争を行っている。
ἤρξατο δὲ ἐξ αἰτίας τοιαύτης.
その始まりは次のような原因からであった。
τῶν ἐν τῇ ἀρχῇ τῇ ἐμῇ ποτε τοὺς ἀπορωτάτους συναγαγὼν ἐβουλήθην ἀποικίαν ἐς τὸν Ἑωσφόρον στεῖλαι, ὄντα ἔρημον καὶ ὑπὸ μηδενὸς κατοικούμενον·
かつて私の支配下のうち、最も貧しい者たちを集めて、不毛で誰にも住まわれていない明星に植民地を送ろうと私は望んだ。
ὁ τοίνυν Φαέθων φθονήσας ἐκώλυσε τὴν ἀποικίαν κατὰ μέσον τὸν πόρον ἀπαντήσας ἐπὶ τῶν Ἱππομυρμήκων.
ところが、ファエトンは嫉妬して、その植民を妨げ、通路の途中で『ヒッポミュルメクス』に乗って立ちふさがったのだ。
τότε μὲν οὖν νικηθέντες — οὐ γὰρ ἦμεν ἀντίπαλοι τῇ παρασκευῇ — ἀνεχωρήσαμεν·
その時は、私たちは敗北し――というのも装備において互角ではなかったからだ――退却した。
νῦν δὲ βούλομαι αὖθις ἐξενεγκεῖν τὸν πόλεμον καὶ ἀποστεῖλαι τὴν ἀποικίαν.
しかし今は、再び戦争を起こし、植民地を送りたいと思っている。
ἢν οὖν ἐθέλητε, κοινωνήσατέ μοι τοῦ στόλου, γῦπας δὲ ὑμῖν ἐγὼ παρέξω τῶν βασιλικῶν ἕνα ἑκάστῳ καὶ τὴν ἄλλην ὅπλισιν·
もしあなた方が望むなら、私の遠征に参加してほしい。 ハゲタカは、王室のもののうちから、あなた方一人一人に一羽ずつ与え、その他の武具も提供しよう。
αὔριον δὲ ποιησόμεθα τὴν ἔξοδον.
そして明日、出撃することにしよう。
οὕτως, ἔφην ἐγώ, γιγνέσθω, ἐπειδή σοι δοκεῖ.
」「そのようにいたしましょう、あなたがそのようにお望みなら」と私は言った。