Humanitext Reader

琉善 · 真实的故事 §1.9-1.12

升空漂流与月球国王恩底弥翁的接见

第 3 段,共 22 段 · 希腊语

内容简介

卢基安一行人乘船离开岛屿,却被狂风卷入空中,在第八天抵达月球。他们被月球国王恩底弥翁俘获,对方请求他们协助参与对抗太阳国王法厄同的战争。

§1.9καταλιπόντες δὲ αὐτοὺς ἐπὶ ναῦν ἐφεύγομεν καὶ τοῖς ἀπολειφθεῖσιν διηγούμεθα ἐλθόντες τά τε ἄλλα καὶ τῶν ἑταίρων τὴν ἀμπελομιξίαν.
我们留下他们,向船上逃去。 回去后,我们向留守的人讲述了其他事情以及同伴们与葡萄树结合的事。
καὶ δὴ λαβόντες ἀμφορέας τινὰς καὶ ὑδρευσάμενοί τε ἅμα καὶ ἐκ τοῦ ποταμοῦ οἰνισάμενοι καὶ αὐτοῦ πλησίον ἐπὶ τῆς ᾐόνος αὐλισάμενοι ἕωθεν ἀνήχθημεν οὐ σφόδρα βιαίῳ πνεύματι.
我们拿了一些双耳罐,既汲了水,又从河里灌了葡萄酒,并在河边的岸上宿营。 破晓时分,我们乘着不太猛烈的风起航了。
περὶ μεσημβρίαν δὲ οὐκέτι τῆς νήσου φαινομένης ἄφνω τυφὼν ἐπιγενόμενος καὶ περιδινήσας τὴν ναῦν καὶ μετεωρίσας ὅσον ἐπὶ σταδίους τριακοσίους οὐκέτι καθῆκεν εἰς τὸ πέλαγος, ἀλλʼ ἄνω μετέωρον ἐξηρτημένην ἄνεμος ἐμπεσὼν τοῖς ἱστίοις ἔφερεν κολπώσας τὴν ὀθόνην.
中午时分,当岛屿不再可见时,突然狂风大作,将船转了几个圈,并将其抬高到大约三百斯塔迪翁的高空,不再降落到海里,而是使其悬挂在空中,风吹入船帆,使帆鼓起,带着它向前飞去。
§1.10ἑπτὰ δὲ ἡμέρας καὶ τὰς ἴσας νύκτας ἀεροδρομήσαντες, ὀγδόῃ καθορῶμεν γῆν τινα μεγάλην ἐν τῷ ἀέρι καθάπερ νῆσον, λαμπρὰν καὶ σφαιροειδῆ καὶ φωτὶ μεγάλῳ καταλαμπομένην·
我们在空中航行了七天七夜,在第八天,我们看见天空中有一块巨大的陆地,宛如一个岛屿,它明亮、呈球形,被巨大的光芒照亮。
προσενεχθέντες δὲ αὐτῇ καὶ ὁρμισάμενοι ἀπέβημεν, ἐπισκοποῦντες δὲ τὴν χώραν εὑρίσκομεν οἰκουμένην τε καὶ γεωργουμένην.
我们向它靠拢,停泊并登陆。 在考察这片土地时,我们发现这里有人居住且耕种着。
ἡμέρας μὲν οὖν οὐδὲν αὐτόθεν καθεωρῶμεν, νυκτὸς δὲ ἐπιγενομένης ἐφαίνοντο ἡμῖν καὶ ἄλλαι πολλαὶ νῆσοι πλησίον, αἱ μὲν μείζους, αἱ δὲ μικρότεραι, πυρὶ τὴν χροιὰν προσεοικυῖαι, καὶ ἄλλη δέ τις γῆ κάτω, καὶ πόλεις ἐν αὐτῇ καὶ ποταμοὺς ἔχουσα καὶ πελάγη καὶ ὕλας καὶ ὄρη.
白天我们从那里什么也看不见,但夜幕降临时,我们看到附近还有许多其他岛屿,有的较大,有的较小,颜色像火一样,而在下方还有另一块陆地,上面有城市、河流、海洋、森林和山脉。
ταύτην οὖν τὴν καθʼ ἡμᾶς οἰκουμένην εἰκάζομεν.
因此,我们推测这就是我们所居住的尘世。
§1.11δόξαν δὲ ἡμῖν καὶ ἔτι πορρωτέρω προελθεῖν, συνελήφθημεν τοῖς Ἱππογύποις παρʼ αὐτοῖς καλουμένοις ἀπαντήσαντες.
当我们决定进一步前行时,我们遇到了被他们称为“鹫马骑兵”的人并被其逮捕。
οἱ δὲ Ἱππόγυποι οὗτοί εἰσιν ἄνδρες ἐπὶ γυπῶν μεγάλων ὀχούμενοι καὶ καθάπερ ἵπποις τοῖς ὀρνέοις χρώμενοι· μεγάλοι γὰρ οἱ γῦπες καὶ ὡς ἐπίπαν τρικέφαλοι.
这些鹫马骑兵是骑在巨大秃鹫背上、把这些鸟当作马一样使用的男子;因为秃鹫非常巨大,而且通常有三个头。
μάθοι δʼ ἄν τις τὸ μέγεθος αὐτῶν ἐντεῦθεν· νεὼς γὰρ μεγάλης φορτίδος ἱστοῦ ἕκαστον τῶν πτερῶν μακρότερον καὶ παχύτερον φέρουσι.
人们可以从这件事中了解它们的大小:它们长着羽毛,每根羽毛都比大型货船的桅杆还要长、还要粗。
τούτοις οὖν τοῖς Ἱππογύποις προστέτακται περιπετομένοις τὴν γῆν, εἴ τις εὑρεθείη ξένος, ἀνάγειν ὡς τὸν βασιλέα· καὶ δὴ καὶ ἡμᾶς συλλαβόντες ἀνάγουσιν ὡς αὐτόν.
因此,这些鹫马骑兵被命令在土地上空巡飞,如果发现任何外来者,就将其带到国王面前;于是他们也逮捕了我们,并把我们带到国王那里。
ὁ δὲ θεασάμενος καὶ ἀπὸ τῆς στολῆς εἰκάσας, Ἕλληνες ἆρα, ἔφη, ὑμεῖς, ὦ ξένοι;
国王看着我们,并从我们的服饰推测道:“客人们,难道你们是希腊人吗?
συμφησάντων δέ, Πῶς οὖν ἀφίκεσθε, ἔφη, τοσοῦτον ἀέρα διελθόντες;
”当我们表示肯定时,他说:“那么,你们是如何穿过这么广阔的天空来到这里的呢?
καὶ ἡμεῖς τὸ πᾶν αὐτῷ διηγούμεθα·
”我们便向他讲述了全过程。
καὶ ὃς ἀρξάμενος τὸ καθʼ αὑτὸν ἡμῖν διεξῄει, ὡς καὶ αὐτὸς ἄνθρωπος ὢν τοὔνομα Ἐνδυμίων ἀπὸ τῆς ἡμετέρας γῆς καθεύδων ἀναρπασθείη ποτὲ καὶ ἀφικόμενος βασιλεύσειε τῆς χώρας· εἶναι δὲ τὴν γῆν ἐκείνην ἔλεγε τὴν ἡμῖν κάτω φαινομένην σελήνην.
于是他从头开始向我们详细叙述他自己的经历,说他自己也是人,名叫恩底弥翁,曾有一日在我们的土地上睡觉时被劫持走,来到此地并成为了这片土地的国王;他说,那片土地就是我们在下方看到的月球。
ἀλλὰ θαρρεῖν τε παρεκελεύετο καὶ μηδένα κίνδυνον ὑφορᾶσθαι· πάντα γὰρ ἡμῖν παρέσεσθαι ὧν δεόμεθα.
但他叮嘱我们要放心,不要担心任何危险,因为我们所需要的一切都会提供给我们。
§1.12ἢν δὲ καὶ κατορθώσω, ἔφη, τὸν πόλεμον ὃν ἐκφέρω νῦν πρὸς τοὺς τὸν ἥλιον κατοικοῦντας, ἁπάντων εὐδαιμονέστατα παρʼ ἐμοὶ καταβιώσεσθε.
“如果我能在,”他说,“我现在对太阳居民进行的战争中取得胜利,你们将在我这里度过所有人中最幸福的生活。
καὶ ἡμεῖς ἠρόμεθα τίνες εἶεν οἱ πολέμιοι καὶ τὴν αἰτίαν τῆς διαφορᾶς·
”于是我们询问敌人是谁,以及这场争端的原因。
Ὁ δὲ Φαέθων, φησίν, ὁ τῶν ἐν τῷ ἡλίῳ κατοικούντων βασιλεύς — οἰκεῖται γὰρ δὴ κἀκεῖνος ὥσπερ καὶ ἡ σελήνη — πολὺν ἤδη πρὸς ἡμᾶς πολεμεῖ χρόνον.
“法厄同,”他说,“太阳居民的国王——因为那地方也确实像月球一样有人居住——已经与我们交战很久了。
ἤρξατο δὲ ἐξ αἰτίας τοιαύτης. τῶν ἐν τῇ ἀρχῇ τῇ ἐμῇ ποτε τοὺς ἀπορωτάτους συναγαγὼν ἐβουλήθην ἀποικίαν ἐς τὸν Ἑωσφόρον στεῖλαι, ὄντα ἔρημον καὶ ὑπὸ μηδενὸς κατοικούμενον·
战争起因于此:有一次,我召集了我的帝国中最贫困的人,想要派遣殖民者去启明星,那里荒无人烟,没有任何人居住。
ὁ τοίνυν Φαέθων φθονήσας ἐκώλυσε τὴν ἀποικίαν κατὰ μέσον τὸν πόρον ἀπαντήσας ἐπὶ τῶν Ἱππομυρμήκων.
然而法厄同心生嫉妒,阻挠了这次殖民,他在半途中骑着‘蚁马骑兵’截击了我们。
τότε μὲν οὖν νικηθέντες — οὐ γὰρ ἦμεν ἀντίπαλοι τῇ παρασκευῇ — ἀνεχωρήσαμεν· νῦν δὲ βούλομαι αὖθις ἐξενεγκεῖν τὸν πόλεμον καὶ ἀποστεῖλαι τὴν ἀποικίαν.
那时我们被打败了——因为我们在准备上不是对手——撤了回来;但现在我希望再次发动战争并派遣殖民者。
ἢν οὖν ἐθέλητε, κοινωνήσατέ μοι τοῦ στόλου, γῦπας δὲ ὑμῖν ἐγὼ παρέξω τῶν βασιλικῶν ἕνα ἑκάστῳ καὶ τὴν ἄλλην ὅπλισιν· αὔριον δὲ ποιησόμεθα τὴν ἔξοδον.
因此,如果你们愿意,就与我一同远征,我会为你们每人提供一只皇家秃鹫,以及其他的武装;明天我们就出发。
οὕτως, ἔφην ἐγώ, γιγνέσθω, ἐπειδή σοι δοκεῖ.
”“那就这样办吧,”我说,“既然你意已决。 ”

词汇与语法注释

  1. 1.9ἀμπελομιξίαν — 卢基安创造的一个幽默的复合词,用来描述其同伴与葡萄树(女性)交合并被困住的奇异事件。
  2. 1.9ἐξηρτημένην — 完成时被动分词单数阴性宾格形式,修饰主语的宾语 `ναῦν`(船),意为“悬挂着的”。它与形容词 `μετέωρον`(在空中的)一起,生动地描绘了船只被从海中提起并漂浮在空中的状态。
  3. 1.10τὴν καθʼ ἡμᾶς οἰκουμένην — 意为“我们所居住的世界”(即地球)的惯用表达。介词短语 `καθʼ ἡμᾶς`(我们这一边的/我们的)置于冠词 `τὴν` 与名词 `οἰκουμένην` 之间作属性修饰。
  4. 1.11δόξαν — 非人称动词 `δοκεῖ` 的不定过去时分词中性单数形式,构成了宾格绝对独立结构。意为“既然决定了...”,其逻辑主语为不定式 `προελθεῖν`(前进)。
  5. 1.11ὡς ... ἀναρπασθείη — 由 `ὡς` 引导的间接引语从句,隶属于主句动词 `διεξῄει`(叙述)。由于主句动词为过去时态(未完成过去时),从句中的动词使用了间接引语希求语气(`ἀναρπασθείη` 和 `βασιλεύσειε`)。
  6. 1.12ἢν δὲ καὶ κατορθώσω ... καταβιώσεσθε — 未来特定条件句(未来显明条件句)。条件从句由 `ἢν` + 虚拟式 `κατορθώσω` 构成,主句为将来直陈式 `καταβιώσεσθε`,表示未来有可能实现的一种预期。

引用这一段

琉善, 真实的故事 §1.9-1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.9-1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。