Humanitext Reader

ルキアノス · 本当の話 §1.6-1.8

未知の島への漂着とワインの川や葡萄の女たち

2 / 22 箇所 · ギリシア語

要旨

嵐の後に到着した未知の島で、一行はディオニュソスとヘラクレスの足跡とワインの川を発見し、さらに上流で上半身が女性の不思議な葡萄の木の一群に遭遇する。

§1.6ἡμέραν οὖν καὶ νύκτα οὐρίῳ πλέοντες ἔτι τῆς γῆς ὑποφαινομένης οὐ σφόδρα βιαίως ἀνηγόμεθα, τῆς ἐπιούσης δὲ ἅμα ἡλίῳ ἀνίσχοντι ὅ τε ἄνεμος ἐπεδίδου καὶ τὸ κῦμα ηὐξάνετο καὶ ζόφος ἐπεγίνετο καὶ οὐκέτʼ οὐδὲ στεῖλαι τὴν ὀθόνην δυνατὸν ἦν.
それゆえ、私たちは一日と一晩、順風に乗って航海したが、まだ陸地が見えているうちはそれほど激しくは進まなかった。 しかし翌日、日の出とともに、風は強まり、波は高くなり、暗闇が押し寄せ、もはや帆を畳むことさえ不可能になった。
ἐπιτρέψαντες οὖν τῷ πνέοντι καὶ παραδόντες ἑαυτοὺς ἐχειμαζόμεθα ἡμέρας ἐννέα καὶ ἑβδομήκοντα, τῇ ὀγδοηκοστῇ δὲ ἄφνω ἐκλάμψαντος ἡλίου καθορῶμεν οὐ πόρρω νῆσον ὑψηλὴν καὶ δασεῖαν, οὐ τραχεῖ περιηχουμένην τῷ κύματι·
それで私たちは風の吹くままに任せ、身を委ねて、七十九日間のあいだ嵐に翻弄された。 そして八十日目に、突然太陽が輝き出たとき、私たちは遠くないところに、荒々しい波が打ち寄せていない、高くて木々の生い茂る島を望み見た。
καὶ γὰρ ἤδη τὸ πολὺ τῆς ζάλης κατεπαύετο.
というのも、すでに大揺れの大部分は収まっていたからである。
προσσχόντες οὖν καὶ ἀποβάντες ὡς ἂν ἐκ μακρᾶς ταλαιπωρίας πολὺν μὲν χρόνον ἐπὶ γῆς ἐκείμεθα, διαναστάντες δὲ ὅμως ἀπεκρίναμεν ἡμῶν αὐτῶν τριάκοντα μὲν φύλακας τῆς νεὼς παραμένειν, εἴκοσι δὲ σὺν ἐμοὶ ἀνελθεῖν ἐπὶ κατασκοπῇ τῶν ἐν τῇ νήσῳ.
それで接岸して上陸し、長い苦難から解放された者のように、私たちは長い時間、地の上に横たわっていた。 しかし、立ち上がると、私たちは自分たちのうち三十人を船の守り手として残し、二十人は私とともに島の中を偵察するために上っていくことに決めた。
§1.7προελθόντες δὲ ὅσον σταδίους τρεῖς ἀπὸ τῆς θαλάσσης διʼ ὕλης ὁρῶμέν τινα στήλην χαλκοῦ πεποιημένην, Ἑλληνικοῖς γράμμασιν καταγεγραμμένην, ἀμυδροῖς δὲ καὶ ἐκτετριμμένοις, λέγουσαν Ἄχρι τούτων Ἡρακλῆς καὶ Διόνυσος ἀφίκοντο.
海から三スタディオンほど森を進むと、私たちは銅で作られた一本の碑を見つけた。 それにはギリシア文字が刻まれていたが、かすれて磨り減っており、「ヘラクレスとディオニュソスは、ここに至るまで到達した」と書かれていた。
ἦν δὲ καὶ ἴχνη δύο πλησίον ἐπὶ πέτρας, τὸ μὲν πλεθριαῖον, τὸ δὲ ἔλαττον — ἐμοὶ δοκεῖν, τὸ μὲν τοῦ Διονύσου, τὸ μικρότερον, θάτερον δὲ Ἡρακλέους.
また、近くの岩の上には二つの足跡があり、一方は一プレトロンの大きさで、他方はそれより小さかった。 私の考えでは、小さい方はディオニュソスのもので、もう一方はヘラクレスのものであった。
προσκυνήσαντες δʼ οὖν προῇμεν·
そこで礼拝を済ませて、私たちは先へ進んだ。
οὔπω δὲ πολὺ παρῇμεν καὶ ἐφιστάμεθα ποταμῷ οἶνον ῥέοντι ὁμοιότατον μάλιστα οἷόσπερ ὁ Χῖός ἐστιν.
まだそれほど進まないうちに、私たちは、キオス産のワインに極めてよく似たワインが流れる川に行き当たった。
ἄφθονον δὲ ἦν τὸ ῥεῦμα καὶ πολύ, ὥστε ἐνιαχοῦ καὶ ναυσίπορον εἶναι δύνασθαι.
その流れは豊かで量が多く、場所によっては船で航行できるほどであった。
ἐπῄει οὖν ἡμῖν πολὺ μᾶλλον πιστεύειν τῷ ἐπὶ τῆς στήλης ἐπιγράμματι, ὁρῶσι τὰ σημεῖα τῆς Διονύσου ἐπιδημίας.
それゆえ、ディオニュソスの滞在の証拠を目にして、私たちには碑の碑文をいっそう信じる気持ちが生じた。
δόξαν δέ μοι καὶ ὅθεν ἄρχεται ὁ ποταμὸς καταμαθεῖν, ἀνῄειν παρὰ τὸ ῥεῦμα, καὶ πηγὴν μὲν οὐδεμίαν εὗρον αὐτοῦ, πολλὰς δὲ καὶ μεγάλας ἀμπέλους, πλήρεις βοτρύων, παρὰ δὲ τὴν ῥίζαν ἑκάστην ἀπέρρει σταγὼν οἴνου διαυγοῦς, ἀφʼ ὧν ἐγίνετο ὁ ποταμός.
そして、その川がどこから始まっているのかを確かめようと私は決心し、流れに沿って上っていった。 そして、その川の源流は何も見つからなかったが、葡萄の房がたわわに実った多くの巨大な葡萄の木があり、それぞれの根元から澄んだワインの滴が流れ出ており、それらから川が形成されていた。
ἦν δὲ καὶ ἰχθῦς ἐν αὐτῷ πολλοὺς ἰδεῖν, οἴνῳ μάλιστα καὶ τὴν χρόαν καὶ τὴν γεῦσιν προσεοικότας·
また、その川の中には多くの魚が見られ、それらは色も味も極めてワインに似ていた。
ἡμεῖς γοῦν ἀγρεύσαντες αὐτῶν τινας καὶ ἐμφαγόντες ἐμεθύσθημεν·
実際、私たちはそれらのうち何匹かを捕まえて食べたところ、酔っ払ってしまった。
ἀμέλει καὶ ἀνατεμόντες αὐτοὺς εὑρίσκομεν τρυγὸς μεστούς.
なるほど、彼らを切り開いてみると、ワインの澱で満ちていた。
ὕστερον μέντοι ἐπινοήσαντες τοὺς ἄλλους ἰχθῦς τοὺς ἀπὸ τοῦ ὕδατος παραμιγνύντες ἐκεράννυμεν τὸ σφοδρὸν τῆς οἰνοφαγίας.
しかし後になって、私たちは他の水からの魚を混ぜ合わせることを思いつき、ワインを食べる魚の強烈さを和らげた。
§1.8τότε δὲ τὸν ποταμὸν διαπεράσαντες ᾗ διαβατὸς ἦν, εὕρομεν ἀμπέλων χρῆμα τεράστιον·
その後、川の渡れる場所を渡ると、私たちは驚くべき葡萄の木の一群を見つけた。
τὸ μὲν γὰρ ἀπὸ τῆς γῆς, ὁ στέλεχος αὐτὸς εὐερνὴς καὶ παχύς, τὸ δὲ ἄνω γυναῖκες ἦσαν, ὅσον ἐκ τῶν λαγόνων ἅπαντα ἔχουσαι τέλεια — τοιαύτην παρʼ ἡμῖν τὴν Δάφνην γράφουσιν ἄρτι τοῦ Ἀπόλλωνος καταλαμβάνοντος ἀποδενδρουμένην.
というのも、地面から出ている部分、すなわち幹自体は瑞々しく太かったが、上部は女性であり、腰から上はすべて完全な姿をしていたからである。 ちょうど私たちの間で、アポロンに追いつかれそうになって樹木へと変わりつつあるダフネを描く時のように。
ἀπὸ δὲ τῶν δακτύλων ἄκρων ἐξεφύοντο αὐταῖς οἱ κλάδοι καὶ μεστοὶ ἦσαν βοτρύων.
そして、彼女たちの指先からは枝が伸びており、葡萄の房が実っていた。
καὶ μὴν καὶ τὰς κεφαλὰς ἐκόμων ἕλιξί τε καὶ φύλλοις καὶ βότρυσι.
さらに、彼女たちの頭は蔓や葉、そして葡萄の房で髪が飾られていた。
προσελθόντας δὲ ἡμᾶς ἠσπάζοντό τε καὶ ἐδεξιοῦντο, αἱ μὲν Λύδιον, αἱ δʼ Ἰνδικήν, αἱ πλεῖσται δὲ τὴν Ἑλλάδα φωνὴν προϊέμεναι.
私たちが近づくと、彼女たちは私たちを歓迎し、握手を求めてきた。 ある者はリュディア語、ある者はインド語、そして大部分の者はギリシア語を話した。
καὶ ἐφίλουν δὲ ἡμᾶς τοῖς στόμασιν·
さらに彼女たちは私たちの口にキスをした。
ὁ δὲ φιληθεὶς αὐτίκα ἐμέθυεν καὶ παράφορος ἦν.
キスされた者はすぐに酔っ払い、正気を失った。
δρέπεσθαι μέντοι οὐ παρεῖχον τοῦ καρποῦ, ἀλλʼ ἤλγουν καὶ ἐβόων ἀποσπωμένου.
しかし、果実を摘み取ることは許さず、もぎ取ろうとすると痛がって悲鳴を上げた。
αἱ δὲ καὶ μίγνυσθαι ἡμῖν ἐπεθύμουν·
また、彼女たちは私たちと交わりを結ぶことを望んだ。
καὶ δύο τινὲς τῶν ἑταίρων πλησιάσαντες αὐταῖς οὐκέτι ἀπελύοντο, ἀλλʼ ἐκ τῶν αἰδοίων ἐδέδεντο·
そして仲間のうちの二人が彼女たちに近づいたところ、もはや離れられなくなり、性器から結合してしまった。
συνεφύοντο γὰρ καὶ συνερριζοῦντο.
というのも、彼らは一体化し、ともに根を張ってしまったからである。
καὶ ἤδη αὐτοῖς κλάδοι ἐπεφύκεσαν οἱ δάκτυλοι, καὶ ταῖς ἕλιξι περιπλεκόμενοι ὅσον οὐδέπω καὶ αὐτοὶ καρποφορήσειν ἔμελλον.
そして、すでに彼らの指には枝が生い茂り、蔓に絡まり合って、今にも彼ら自身も実を結びそうになっていた。

語釈・文法注

  1. 1.6ὡς ἂν ἐκ μακρᾶς ταλαιπωρίας — ὡς ἄν はここでは潜在的な表現(例:ἀναπνεύσαντες「一息ついた者のように」)が省略された慣用法、あるいは「〜のような者として」という比喩表現。長い嵐の後で疲弊した状態を説明している。
  2. 1.7ἐμοὶ δοκεῖν — 制限的用法の絶対不定詞。「私の見解では」「私が思うに」の意味で挿入的に使われている。
  3. 1.7δόξαν δέ μοι — 非人称動詞 δόξειεν の対格絶対。後ろに不定詞 καταμαθεῖν を伴い、「〜と決心されたので」という理由や状況を表す。
  4. 1.8ὅσον ἐκ τῶν λαγόνων — ὅσον は制限的に働き、「腰から上の部分に関する限り」を意味する。後続の ἅπαντα ἔχουσαι τέλεια を修飾している。

この箇所を引用する

ルキアノス, 本当の話 §1.6-1.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.6-1.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。