§1.13τότε μὲν οὖν παρʼ αὐτῷ ἑστιαθέντες ἐμείναμεν, ἕωθεν δὲ διαναστάντες ἐτασσόμεθα·
そこで私たちは彼のもとで饗応を受けて留まり、夜明けに起き上がって陣形を整えた。
καὶ γὰρ οἱ σκοποὶ ἐσήμαινον πλησίον εἶναι τοὺς πολεμίους.
というのも、斥候たちが敵が近くにいることを知らせたからである。
τὸ μὲν οὖν πλῆθος τῆς στρατιᾶς δέκα μυριάδες ἐγένοντο ἄνευ τῶν σκευοφόρων καὶ τῶν μηχανοποιῶν καὶ τῶν πεζῶν καὶ τῶν ξένων συμμάχων·
さて、軍勢の総数は、輜重兵、兵器製造者、歩兵、そして外国人同盟者を除いて、十万に達した。
τούτων δὲ ὀκτακισμύριοι μὲν ἦσαν οἱ Ἱππόγυποι, δισμύριοι δὲ οἱ ἐπὶ τῶν Λαχανοπτέρων.
このうち、八万はヒッポギュポスであり、二万はラカノプテロイに乗る者たちであった。
ὄρνεον δὲ καὶ τοῦτό ἐστι μέγιστον, ἀντὶ τῶν πτερῶν λαχάνοις πάντῃ λάσιον, τὰ δὲ ὠκύπτερα ἔχει θριδακίνης φύλλοις μάλιστα προσεοικότα.
これもまた非常に大きな鳥であり、羽の代わりにいたるところ野菜で覆われており、風切羽はレタスの葉にきわめてよく似たものを持っている。
ἐπὶ δὲ τούτοις οἱ Κεγχροβόλοι ἐτετάχατο καὶ οἱ Σκοροδομάχοι.
これらに続いて、ケンクロボロイとスコロドマコイが配置された。
ἦλθον δὲ αὐτῷ καὶ ἀπὸ τῆς ἄρκτου σύμμαχοι, τρισμύριοι μὲν Ψυλλοτοξόται, πεντακισμύριοι δὲ Ἀνεμοδρόμοι·
また、彼のもとには北からも同盟軍がやって来た。 すなわち、三万のプシュロトクソタイと、五万のアネモドロモイである。
τούτων δὲ οἱ μὲν Ψυλλοτοξόται ἐπὶ ψυλλῶν μεγάλων ἱππάζονται, ὅθεν καὶ τὴν προσηγορίαν ἔχουσιν·
これらのうち、プシュロトクソタイは巨大なノミの上にまたがっており、そこからその名称も得ている。
μέγεθος δὲ τῶν ψυλλῶν ὅσον δώδεκα ἐλέφαντες·
ノミの大きさはおよそ象十二頭分である。
οἱ δὲ Ἀνεμοδρόμοι πεζοὶ μέν εἰσιν, φέρονται δὲ ἐν τῷ ἀέρι ἄνευ πτερῶν·
アネモドロモイは歩兵であるが、羽なしで空中を運ばれる。
ὁ δὲ τρόπος τῆς φορᾶς τοιόσδε.
その移動の仕方は次のようなものである。
χιτῶνας ποδήρεις ὑπεζωσμένοι κολπώσαντες αὐτοὺς τῷ ἀνέμῳ καθάπερ ἱστία φέρονται ὥσπερ τὰ σκάφη.
足元まで届くキトンを帯の下でたくし上げ、それを風で帆のように膨らませて、船のように運ばれるのである。
τὰ πολλὰ δʼ οἱ τοιοῦτοι ἐν ταῖς μάχαις πελτασταί εἰσιν.
このような者たちは、戦いにおいては大抵、軽装兵である。
ἐλέγοντο δὲ καὶ ἀπὸ τῶν ὑπὲρ τὴν Καππαδοκίαν ἀστέρων ἥξειν Στρουθοβάλανοι μὲν ἑπτακισμύριοι, Ἱππογέρανοι δὲ πεντακισχίλιοι.
また、カッパドキアの上空にある星々から、七万のストルートバラノイと、五千のヒッポゲラノイが来ることになっていたと言われていた。
τούτους ἐγὼ οὐκ ἐθεασάμην·
これらを私は目撃しなかった。
οὐ γὰρ ἀφίκοντο.
なぜなら到着しなかったからである。
διόπερ οὐδὲ γράψαι τὰς φύσεις αὐτῶν ἐτόλμησα·
それゆえ、彼らの性質について書くことさえ私はあえてしなかった。
τεράστια γὰρ καὶ ἄπιστα περὶ αὐτῶν ἐλέγετο.
彼らについては怪物じみた、信じがたいことが語られていたからである。
§1.14αὕτη μὲν ἡ τοῦ Ἐνδυμίωνος δύναμις ἦν.
これがエンデュミオンの軍勢であった。
σκευὴ δὲ πάντων ἡ αὐτή κράνη μὲν ἀπὸ τῶν κυάμων, μεγάλοι γὰρ παρʼ αὐτοῖς οἱ κύαμοι καὶ καρτεροί·
全員の装備は同じであった。 すなわち、兜はソラマメで作られており、彼らのところではソラマメが大きく頑丈だからである。
θώρακες δὲ φολιδωτοὶ πάντες θέρμινοι, τὰ γὰρ λέπη τῶν θέρμων συρράπτοντες ποιοῦνται θώρακας, ἄρρηκτον δὲ ἐκεῖ γίνεται τοῦ θέρμου τὸ λέπος ὥσπερ κέρας·
鎧はみな、ルピナスから作った鱗状のもので、ルピナスの皮を縫い合わせて鎧を作るからである。 あちらでは、ルピナスの皮は角のように壊れないものになるのだ。
§1.15ἀσπίδες δὲ καὶ ξίφη οἷα τὰ Ἑλληνικά.
盾と剣はギリシアのものと同様であった。
ἐπειδὴ δὲ καιρὸς ἦν, ἐτάξαντο ὧδε·
そして時が至ったとき、彼らは次のように陣を敷いた。
τὸ μὲν δεξιὸν κέρας εἶχον οἱ Ἱππόγυποι καὶ ὁ βασιλεὺς τοὺς ἀρίστους περὶ αὑτὸν ἔχων·
右翼はヒッポギュポスと、周囲に最精鋭を従えた王が占めた。
καὶ ἡμεῖς ἐν τούτοις ἦμεν·
私たちもこの中にいた。
τὸ δὲ εὐώνυμον οἱ Λαχανόπτεροι· τὸ μέσον δὲ οἱ σύμμαχοι ὡς ἑκάστοις ἐδόκει.
左翼はラカノプテロイが、中央は同盟軍がそれぞれ望むように占めた。
τὸ δὲ πεζὸν ἦσαν μὲν ἀμφὶ τὰς ἑξακισχιλίας μυριάδας, ἐτάχθησαν δὲ οὕτως.
歩兵はおよそ六千万であり、次のように配置された。
ἀράχναι παρʼ αὐτοῖς πολλοὶ καὶ μεγάλοι γίνονται, πολὺ τῶν Κυκλάδων νήσων ἕκαστος μείζων.
彼らのところには多くの巨大な蜘蛛が生息しており、それぞれがキクラデス諸島の島よりもはるかに大きい。
τούτοις προσέταξεν διυφῆναι τὸν μεταξὺ τῆς σελήνης καὶ τοῦ Ἑωσφόρου ἀέρα.
これらに彼は月と明星の間の空間に網を張るように命じた。
ὡς δὲ τάχιστα ἐξειργάσαντο καὶ πεδίον ἐποίησαν, ἐπὶ τούτου παρέταξε τὸ πεζόν·
彼らがそれを極めて素早く完成させて平野を作り出すと、その上に彼は歩兵を整列させた。
ἡγεῖτο δὲ αὐτῶν Νυκτερίων ὁ Εὐδιάνακτος τρίτος αὐτός.
彼らを率いたのは、エウディアナクスの息子ニュクテリオンであり、彼自身を含めて三人であった。
§1.16τῶν δὲ πολεμίων τὸ μὲν εὐώνυμον εἶχον οἱ Ἱππομύρμηκες καὶ ὁ ἐν αὐτοῖς Φαέθων·
敵については、左翼をヒッポミュルメクスと、その中にいるファエトンが占めた。
θηρία δέ ἐστι μέγιστα, ὑπόπτερα, τοῖς παρʼ ἡμῖν μύρμηξι προσεοικότα πλὴν τοῦ μεγέθους·
これらは羽のある非常に巨大な獣であり、大きさを除けば、私たちのところのアリに似ている。
ὁ γὰρ μέγιστος αὐτῶν καὶ δίπλεθρος ἦν.
なぜなら、それらのうち最大のものは二プレトロンもの長さがあったからである。
ἐμάχοντο δὲ οὐ μόνον οἱ ἐπʼ αὐτῶν, ἀλλὰ καὶ αὐτοὶ μάλιστα τοῖς κέρασιν·
そして、彼らの上に乗る者たちだけでなく、彼ら自身も、主に触角を使って戦った。
ἐλέγοντο δὲ οὗτοι εἶναι ἀμφὶ τὰς πέντε μυριάδας.
これらはおよそ五万であると言われていた。
ἐπὶ δὲ τοῦ δεξιοῦ αὐτῶν ἐτάχθησαν οἱ Ἀεροκώνωπες, ὄντες καὶ οὗτοι ἀμφὶ τὰς πέντε μυριάδας, πάντες τοξόται κώνωψι μεγάλοις ἐποχούμενοι·
彼らの右翼にはアエロコノペスが配置され、彼らもまたおよそ五万であり、全員が巨大な蚊に乗った射手であった。
μετὰ δὲ τούτους οἱ Ἀεροκόρδακες, ψιλοί τε ὄντες καὶ πεζοί, πλὴν μάχιμοί γε καὶ οὗτοι·
これらの次にはアエロコルダケスがおり、彼らは軽装の歩兵であったが、やはり戦闘能力が高かった。
πόρρωθεν γὰρ ἐσφενδόνων ῥαφανῖδας ὑπερμεγέθεις, καὶ ὁ βληθεὶς οὐδʼ ἐπʼ ὀλίγον ἀντέχειν ἐδύνατο, ἀπέθνησκε δέ, καὶ δυσωδίας τινὸς τῷ τραύματι ἐγγινομένης·
彼らは遠くから非常に大きな大根を投石器で放ち、撃たれた者はほんの少しも耐えることができず、傷口にひどい悪臭が生じるために死んでしまうのだった。
ἐλέγοντο δὲ χρίειν τὰ βέλη μαλάχης ἰῷ.
彼らは矢にゼニアオイの毒を塗っていると言われていた。
ἐχόμενοι δὲ αὐτῶν ἐτάχθησαν οἱ Καυλομύκητες, ὁπλῖται ὄντες καὶ ἀγχέμαχοι, τὸ πλῆθος μύριοι·
彼らに隣接してカウロミュケテスが配置され、彼らは重装歩兵であり接近戦を行い、その数は一万であった。
ἐκλήθησαν δὲ Καυλομύκητες, ὅτι ἀσπίσι μὲν μυκητίναις ἐχρῶντο, δόρασι δὲ καυλίνοις τοῖς ἀπὸ τῶν ἀσπαράγων.
彼らがカウロミュケテスと呼ばれたのは、キノコ製の盾を用い、アスパラガスから作られた茎の槍を用いたからである。
πλησίον δὲ αὐτῶν οἱ Κυνοβάλανοι ἔστησαν, οὓς ἔπεμψαν αὐτῷ οἱ τὸν Σείριον κατοικοῦντες, πεντακισχίλιοι, ἄνδρες κυνοπρόσωποι ἐπὶ βαλάνων πτερωτῶν μαχόμενοι.
彼らの近くにキュノバラノイが陣取り、彼らはシリウスの住民が彼に送った五千人の犬頭の男たちであり、翼のあるドングリ()の上に乗って戦った。
ἐλέγοντο δὲ κἀκείνῳ ὑστερίζειν τῶν συμμάχων οὕς τε ἀπὸ τοῦ Γαλαξίου μετεπέμπετο σφενδονήτας καὶ οἱ Νεφελοκένταυροι.
また、彼の方でも、天の川から呼び寄せた投石兵たちと、ネペロケンタウロイという同盟軍が遅れていると言われていた。
ἀλλʼ ἐκεῖνοι μὲν τῆς μάχης ἤδη κεκριμένης ἀφίκοντο, ὡς μήποτε ὤφελον·
しかし、彼らは戦いがすでに決着した後に到着した。 彼らなど決して来なければよかったのに!
οἱ σφενδονῆται δὲ οὐδὲ ὅλως παρεγένοντο, διόπερ φασὶν ὕστερον αὐτοῖς ὀργισθέντα τὸν Φαέθοντα πυρπολῆσαι τὴν χώραν.
一方、投石兵たちは全く現れなかった。 それゆえ、後にファエトンは彼らに怒り、彼らの土地を焼き払ったのだと言われている。