§1.6ἡμέραν οὖν καὶ νύκτα οὐρίῳ πλέοντες ἔτι τῆς γῆς ὑποφαινομένης οὐ σφόδρα βιαίως ἀνηγόμεθα, τῆς ἐπιούσης δὲ ἅμα ἡλίῳ ἀνίσχοντι ὅ τε ἄνεμος ἐπεδίδου καὶ τὸ κῦμα ηὐξάνετο καὶ ζόφος ἐπεγίνετο καὶ οὐκέτʼ οὐδὲ στεῖλαι τὴν ὀθόνην δυνατὸν ἦν.
因此,我们乘着顺风航行了一天一夜,在陆地依然隐约可见时,我们起航得并不十分猛烈;但第二天伴着日出,风力增强,波浪变大,黑暗降临,甚至已无法收拢船帆。
ἐπιτρέψαντες οὖν τῷ πνέοντι καὶ παραδόντες ἑαυτοὺς ἐχειμαζόμεθα ἡμέρας ἐννέα καὶ ἑβδομήκοντα, τῇ ὀγδοηκοστῇ δὲ ἄφνω ἐκλάμψαντος ἡλίου καθορῶμεν οὐ πόρρω νῆσον ὑψηλὴν καὶ δασεῖαν, οὐ τραχεῖ περιηχουμένην τῷ κύματι· καὶ γὰρ ἤδη τὸ πολὺ τῆς ζάλης κατεπαύετο.
因此,我们听凭风吹,任由自己漂流,在暴风雨中颠簸了七十九天,到了第八十天,太阳突然升起,我们看见不远处有一座高大且森林茂密、未被汹涌波涛包围的岛屿;因为此时风浪的大部分已经平息。
προσσχόντες οὖν καὶ ἀποβάντες ὡς ἂν ἐκ μακρᾶς ταλαιπωρίας πολὺν μὲν χρόνον ἐπὶ γῆς ἐκείμεθα, διαναστάντες δὲ ὅμως ἀπεκρίναμεν ἡμῶν αὐτῶν τριάκοντα μὲν φύλακας τῆς νεὼς παραμένειν, εἴκοσι δὲ σὺν ἐμοὶ ἀνελθεῖν ἐπὶ κατασκοπῇ τῶν ἐν τῇ νήσῳ.
因此,我们靠岸并登陆,如同经历了长期折磨的人一样,在陆地上躺了很久。 但起身后,我们还是决定分出我们之中的三十人留在船上作为守卫,而二十人随我一同上岸去侦察岛上的情况。
§1.7προελθόντες δὲ ὅσον σταδίους τρεῖς ἀπὸ τῆς θαλάσσης διʼ ὕλης ὁρῶμέν τινα στήλην χαλκοῦ πεποιημένην, Ἑλληνικοῖς γράμμασιν καταγεγραμμένην, ἀμυδροῖς δὲ καὶ ἐκτετριμμένοις, λέγουσαν Ἄχρι τούτων Ἡρακλῆς καὶ Διόνυσος ἀφίκοντο.
从海边穿过森林前行了大约三斯塔迪翁,我们看见一根用青铜制成柱子,上面刻着希腊字母,字迹模糊且磨损严重,写着:‘赫拉克勒斯与狄奥尼索斯曾到达此地。
ἦν δὲ καὶ ἴχνη δύο πλησίον ἐπὶ πέτρας, τὸ μὲν πλεθριαῖον, τὸ δὲ ἔλαττον — ἐμοὶ δοκεῖν, τὸ μὲν τοῦ Διονύσου, τὸ μικρότερον, θάτερον δὲ Ἡρακλέους.
’附近的岩石上还有两个足迹,一个有一普勒特戎大,另一个较小——依我看,较小的是狄奥尼索斯的,另一个是赫拉克勒斯的。
προσκυνήσαντες δʼ οὖν προῇμεν·
顶礼膜拜之后,我们继续前行。
οὔπω δὲ πολὺ παρῇμεν καὶ ἐφιστάμεθα ποταμῷ οἶνον ῥέοντι ὁμοιότατον μάλιστα οἷόσπερ ὁ Χῖός ἐστιν.
我们还没走多远,就遇到了一条流淌着葡萄酒的河流,极像希俄斯产的葡萄酒。
ἄφθονον δὲ ἦν τὸ ῥεῦμα καὶ πολύ, ὥστε ἐνιαχοῦ καὶ ναυσίπορον εἶναι δύνασθαι.
水流丰沛而宽广,以至于在某些地方甚至能够通航船只。
ἐπῄει οὖν ἡμῖν πολὺ μᾶλλον πιστεύειν τῷ ἐπὶ τῆς στήλης ἐπιγράμματι, ὁρῶσι τὰ σημεῖα τῆς Διονύσου ἐπιδημίας.
因此,在看到狄奥尼索斯降临的迹象后,我们更加相信柱子上的铭文了。
δόξαν δέ μοι καὶ ὅθεν ἄρχεται ὁ ποταμὸς καταμαθεῖν, ἀνῄειν παρὰ τὸ ῥεῦμα, καὶ πηγὴν μὲν οὐδεμίαν εὗρον αὐτοῦ, πολλὰς δὲ καὶ μεγάλας ἀμπέλους, πλήρεις βοτρύων, παρὰ δὲ τὴν ῥίζαν ἑκάστην ἀπέρρει σταγὼν οἴνου διαυγοῦς, ἀφʼ ὧν ἐγίνετο ὁ ποταμός.
我决定去查明这条河的源头,于是顺流而上,却没有发现它的任何源泉,反而看到了许多粗大的葡萄树,上面挂满了葡萄串,而在每棵树的根部都流出一滴滴清澈的葡萄酒,河流正是由这些滴流汇聚而成的。
ἦν δὲ καὶ ἰχθῦς ἐν αὐτῷ πολλοὺς ἰδεῖν, οἴνῳ μάλιστα καὶ τὴν χρόαν καὶ τὴν γεῦσιν προσεοικότας· ἡμεῖς γοῦν ἀγρεύσαντες αὐτῶν τινας καὶ ἐμφαγόντες ἐμεθύσθημεν·
河里还能看到许多鱼,其颜色和味道都极像葡萄酒;我们捕获了一些并吃下,结果醉倒了。
ἀμέλει καὶ ἀνατεμόντες αὐτοὺς εὑρίσκομεν τρυγὸς μεστούς.
当然,我们剖开它们时,发现它们体内装满了酒糟。
ὕστερον μέντοι ἐπινοήσαντες τοὺς ἄλλους ἰχθῦς τοὺς ἀπὸ τοῦ ὕδατος παραμιγνύντες ἐκεράννυμεν τὸ σφοδρὸν τῆς οἰνοφαγίας.
不过后来,我们想到了将其他水里的鱼混在一起食用,从而稀释了这强烈的‘食鱼醉’。
§1.8τότε δὲ τὸν ποταμὸν διαπεράσαντες ᾗ διαβατὸς ἦν, εὕρομεν ἀμπέλων χρῆμα τεράστιον·
接着,我们从可以涉渡的地方渡过了这条河,发现了一群奇异的葡萄树。
τὸ μὲν γὰρ ἀπὸ τῆς γῆς, ὁ στέλεχος αὐτὸς εὐερνὴς καὶ παχύς, τὸ δὲ ἄνω γυναῖκες ἦσαν, ὅσον ἐκ τῶν λαγόνων ἅπαντα ἔχουσαι τέλεια — τοιαύτην παρʼ ἡμῖν τὴν Δάφνην γράφουσιν ἄρτι τοῦ Ἀπόλλωνος καταλαμβάνοντος ἀποδενδρουμένην.
因为从地面长出的部分,即树干本身生机勃勃且粗壮,而上部则是女人,从腰部以上一切都完好无损——就像我们那里画的达芙妮在阿波罗即将追上她时变成树木的模样。
ἀπὸ δὲ τῶν δακτύλων ἄκρων ἐξεφύοντο αὐταῖς οἱ κλάδοι καὶ μεστοὶ ἦσαν βοτρύων.
从她们的指尖长出了树枝,上面结满了葡萄串。
καὶ μὴν καὶ τὰς κεφαλὰς ἐκόμων ἕλιξί τε καὶ φύλλοις καὶ βότρυσι.
而且,她们的头上还用藤蔓、叶子和葡萄串作发饰。
προσελθόντας δὲ ἡμᾶς ἠσπάζοντό τε καὶ ἐδεξιοῦντο, αἱ μὲν Λύδιον, αἱ δʼ Ἰνδικήν, αἱ πλεῖσται δὲ τὴν Ἑλλάδα φωνὴν προϊέμεναι.
我们走近时,她们向我们问候并握手致意,有的说吕底亚语,有的说印度语,而大多数人说希腊语。
καὶ ἐφίλουν δὲ ἡμᾶς τοῖς στόμασιν·
她们还用嘴亲吻我们。
ὁ δὲ φιληθεὶς αὐτίκα ἐμέθυεν καὶ παράφορος ἦν.
被亲吻的人立刻喝醉了,并且神志不清。
δρέπεσθαι μέντοι οὐ παρεῖχον τοῦ καρποῦ, ἀλλʼ ἤλγουν καὶ ἐβόων ἀποσπωμένου.
然而,她们不允许我们采摘果实,如果果实被强行拉扯,她们就会感到疼痛并大声叫喊。
αἱ δὲ καὶ μίγνυσθαι ἡμῖν ἐπεθύμουν· καὶ δύο τινὲς τῶν ἑταίρων πλησιάσαντες αὐταῖς οὐκέτι ἀπελύοντο, ἀλλʼ ἐκ τῶν αἰδοίων ἐδέδεντο·
她们还渴望与我们结合,两个同伴亲近她们后便无法脱身,而是被生殖器紧紧束缚;因为他们融合了并一起扎了根。
συνεφύοντο γὰρ καὶ συνερριζοῦντο. καὶ ἤδη αὐτοῖς κλάδοι ἐπεφύκεσαν οἱ δάκτυλοι, καὶ ταῖς ἕλιξι περιπλεκόμενοι ὅσον οὐδέπω καὶ αὐτοὶ καρποφορήσειν ἔμελλον.
此时,他们的手指上已经长出了枝条,与藤蔓缠绕在一起,他们自己也即将要结果实了。