Humanitext Reader

ルキアノス · 本当の話 §1.40-1.42

海獣の口から目撃された島を船とする巨人たちの海戦

11 / 22 箇所 · ギリシア語

要旨

クジラの口の開口時に、島を船のように操る巨大な男たちの軍勢による大規模な海戦(島嶼戦)が目撃され、アイオロケンタウロスの軍勢が勝利を収める。

§1.40τῷ δʼ ἐνάτῳ μηνὶ πέμπτῃ ἱσταμένου, περὶ τὴν δευτέραν τοῦ στόματος ἄνοιξιν — ἅπαξ γὰρ δὴ τοῦτο κατὰ τὴν ὥραν ἑκάστην ἐποίει τὸ κῆτος, ὥστε ἡμᾶς πρὸς τὰς ἀνοίξεις τεκμαίρεσθαι τὰς ὥρας — περὶ οὖν τὴν δευτέραν, ὥσπερ ἔφην, ἄνοιξιν, ἄφνω βοή τε πολλὴ καὶ θόρυβος ἠκούετο καὶ ὥσπερ κελεύσματα καὶ εἰρεσίαι·
九ヶ月目の上旬五日、二回目の口の開口のころに――というのも、この獣は一時間ごとに一度これを行ったので、私たちはその開口によって時間を測定していたのである――さて、言ったように二回目の開口のころに、突然、多くの叫び声や騒音、そして号令や櫂の音のようなものが聞こえてきた。
ταραχθέντες οὖν ἀνειρπύσαμεν ἐπʼ αὐτὸ τὸ στόμα τοῦ θηρίου καὶ στάντες ἐνδοτέρω τῶν ὀδόντων καθεωρῶμεν ἁπάντων ὧν ἐγὼ εἶδον θεαμάτων παραδοξότατον, ἄνδρας μεγάλους, ὅσον ἡμισταδιαίους τὰς ἡλικίας, ἐπὶ νήσων μεγάλων προσπλέοντας ὥσπερ ἐπὶ τριήρων.
私たちは動揺し、獣の口そのものへと這い登り、その歯の内側に立ち、私がこれまで見たすべての光景の中で最も奇妙なものを見た。 背の高さが半スタディオンほどもある大男たちが、三段櫂船に乗るかのように、巨大な島の上に乗って航行してくるのを。
οἶδα μὲν οὖν ἀπίστοις ἐοικότα ἱστορήσων, λέξω δὲ ὅμως.
私は、信じがたい話のように思われることを記録しようとしていることは承知しているが、それでも話そう。
νῆσοι ἦσαν ἐπιμήκεις μέν, οὐ πάνυ δὲ ὑψηλαί, ὅσον ἑκατὸν σταδίων ἑκάστη τὸ περίμετρον·
島々は細長く、しかしそれほど高くはなく、周囲はそれぞれ約百スタディオンであった。
ἐπὶ δὲ αὐτῶν ἔπλεον τῶν ἀνδρῶν ἐκείνων ἀμφὶ τοὺς εἴκοσι καὶ ἑκατόν·
そしてその上を、かの男たちが百二十人ほど航行していた。
τούτων δὲ οἱ μὲν παρʼ ἑκάτερα τῆς νήσου καθήμενοι ἐφεξῆς ἐκωπηλάτουν κυπαρίττοις μεγάλαις αὐτοκλάδοις καὶ αὐτοκόμοις ὥσπερ ἐρετμοῖς, κατόπιν δὲ ἐπὶ τῆς πρύμνης, ὡς ἐδόκει, κυβερνήτης ἐπὶ λόφου ὑψηλοῦ εἱστήκει χάλκεον ἔχων πηδάλιον πεντασταδιαῖον τὸ μῆκος·
彼らのうち、島の両側に一列になって座っている者たちは、枝も葉もついたままの巨大なイトスギを櫂のように使って漕いでいた。 後方、船尾と思われる側の高い丘の上には、舵手が立っており、長さ五スタディオンの青銅製の舵を持っていた。
ἐπὶ δὲ τῆς πρῴρας ὅσον τετταράκοντα ὡπλισμένοι αὐτῶν ἐμάχοντο, πάντα ἐοικότες ἀνθρώποις πλὴν τῆς κόμης·
前方、船首の側では、彼らのうち武装した四十人ほどが戦っており、髪の毛を除いては完全に人間に似ていた。
αὕτη δὲ πῦρ ἦν καὶ ἐκάετο, ὥστε οὐδὲ κορύθων ἐδέοντο.
彼らの髪の毛は火であり、燃え盛っていたため、兜すら必要としなかった。
ἀντὶ δὲ ἱστίων ὁ ἄνεμος ἐμπίπτων τῇ ὕλῃ, πολλῇ οὔσῃ ἐν ἑκάστῃ, ἐκόλπου τε ταύτην καὶ ἔφερε τὴν νῆσον ᾗ ἐθέλοι ὁ κυβερνήτης·
帆の代わりに、各島に鬱蒼と茂っている森に風が吹き込み、これを孕ませて、舵手が望む方向へと島を運んでいた。
κελευστὴς δὲ ἐφειστήκει αὐτοῖς, καὶ πρὸς τὴν εἰρεσίαν ὀξέως ἐκινοῦντο ὥσπερ τὰ μακρὰ τῶν πλοίων.
彼らには号令係がついており、軍船のように櫂の動きに合わせて素早く動いていた。
§1.41τὸ μὲν οὖν πρῶτον δύο ἢ τρεῖς ἑωρῶμεν, ὕστερον δὲ ἐφάνησαν ὅσον ἑξακόσιοι, καὶ διαστάντες ἐπολέμουν καὶ ἐναυμάχουν.
最初は二、三隻が見えるだけであったが、後には六百ほどが現れ、互いに距離を置いて戦闘を行い、海戦を展開した。
πολλαὶ μὲν οὖν ἀντίπρῳροι συνηράσσοντο ἀλλήλαις, πολλαὶ δὲ καὶ ἐμβληθεῖσαι κατεδύοντο, αἱ δὲ συμπλεκόμεναι καρτερῶς διηγωνίζοντο καὶ οὐ ῥᾳδίως ἀπελύοντο·
多くの島が船首を突き合わせて激突し、また多くの島が衝角攻撃を受けて沈没した。 また、組み合ったものは激しく戦い、容易には離れなかった。
οἱ γὰρ ἐπὶ τῆς πρῴρας τεταγμένοι πᾶσαν ἐπεδείκνυντο προθυμίαν ἐπιβαίνοντες καὶ ἀναιροῦντες·
というのも、船首に配備された者たちが敵船に乗り込み、敵を殺戮することに全力を尽くしたからである。
ἐζώγρει δὲ οὐδείς.
捕虜にする者は誰もいなかった。
ἀντὶ δὲ χειρῶν σιδηρῶν πολύποδας μεγάλους ἐκδεδεμένους ἀλλήλοις ἐπερρίπτουν, οἱ δὲ περιπλεκόμενοι τῇ ὕλῃ κατεῖχον τὴν νῆσον.
彼らは鉄の鉤の代わりに、互いにつなぎ合わされた巨大なタコを投げつけ、タコたちは森に絡みついて島を留め置いた。
ἔβαλλον μέντοι καὶ ἐτίτρωσκον ὀστρέοις τε ἁμαξοπληθέσι καὶ σπόγγοις πλεθριαίοις.
さらに、彼らは荷車一杯分もある牡蠣や、一プレトロン四方もある海綿を投げ合って傷を負わせていた。
§1.42ἡγεῖτο δὲ τῶν μὲν Αἰολοκένταυρος, τῶν δὲ Θαλασσοπότης·
一方の側をアイオロケンタウロスが、他方の側をタラッソポテスが率いていた。
καὶ μάχη αὐτοῖς ἐγεγένητο, ὡς ἐδόκει, λείας ἕνεκα·
彼らの間の戦いは、どうやら略奪品が原因で起きたようであった。
ἐλέγετο γὰρ ὁ Θαλασσοπότης πολλὰς ἀγέλας δελφίνων τοῦ Αἰολοκενταύρου ἐληλακέναι, ὡς ἦν ἀκούειν ἐπικαλούντων ἀλλήλοις καὶ τὰ ὀνόματα τῶν βασιλέων ἐπιβοωμένων.
というのも、彼らが互いに罵り合い、王たちの名を叫び合っているのを聞くところによると、タラッソポテスがアイオロケンタウロスのイルカの群れを数多く奪い去ったと言われていたからである。
τέλος δὲ νικῶσιν οἱ τοῦ Αἰολοκενταύρου καὶ νήσους τῶν πολεμίων καταδύουσιν ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν· καὶ ἄλλας τρεῖς λαμβάνουσιν αὐτοῖς ἀνδράσιν·
ついにアイオロケンタウロスの軍勢が勝利し、敵の島を百五十ほど沈没させ、さらに三つの島を乗組員ごと捕獲した。
αἱ δὲ λοιπαὶ πρύμναν κρουσάμεναι ἔφευγον.
残りの島々は後退して逃走した。
οἱ δὲ μέχρι τινὸς διώξαντες, ἐπειδὴ ἑσπέρα ἦν, τραπόμενοι πρὸς τὰ ναυάγια τῶν πλείστων ἐπεκράτησαν καὶ τὰ ἑαυτῶν ἀνείλοντο·
彼らはしばらく追撃したが、夕方になったので、難破船の方に向きを変えて、その大半を確保し、また自軍の難破船をも回収した。
καὶ γὰρ ἐκείνων κατέδυσαν νῆσοι οὐκ ἐλάττους τῶν ὀγδοήκοντα.
というのも、彼らの側でも八十を下回らない数の島が沈没していたからである。
ἔστησαν δὲ καὶ τρόπαιον τῆς νησομαχίας ἐπὶ τῇ κεφαλῇ τοῦ κήτους μίαν τῶν πολεμίων νήσων ἀνασταυρώσαντες.
そして彼らはクジラの頭の上に、敵の島の一つを磔にして、この島嶼戦の記念碑を建てた。
ἐκείνην μὲν οὖν τὴν νύκτα περὶ τὸ θηρίον ηὐλίσαντο ἐξάψαντες αὐτοῦ τὰ ἀπόγεια καὶ ἐπʼ ἀγκυρῶν πλησίον ὁρμισάμενοι·
その夜、彼らは獣の周囲に停泊し、その係留索を獣に結びつけ、またその近くに錨を下ろして露営した。
καὶ γὰρ ἀγκύραις ἐχρῶντο μεγάλαις ὑαλίναις καρτεραῖς.
というのも、彼らは大きくて頑丈なガラス製の錨を使っていたからである。
τῇ ὑστεραίᾳ δὲ θύσαντες ἐπὶ τοῦ κήτους καὶ τοὺς οἰκείους θάψαντες ἐπʼ αὐτοῦ ἀπέπλεον ἡδόμενοι καὶ ὥσπερ παιᾶνας ᾄδοντες.
翌日、彼らはクジラの上で生贄を捧げ、身内をそこに埋葬したあと、喜び、賛歌を歌いながら出帆していった。
ταῦτα μὲν τὰ κατὰ τὴν νησομαχίαν γενόμενα.
これらが、島嶼戦において起こった事柄である。

語釈・文法注

  1. §1.40πέμπτῃ ἱσταμένου — 月の上旬(満ちていく期)の第5日を指す。ἱσταμένου(ἵστημι の現在中受動態分詞属格)は、ギリシアの暦で月の上旬(第1日から第10日)を数える際の定型表現である。
  2. §1.40ἁπάντων ὧν ἐγὼ εἶδον θεαμάτων — 最上級 `παραδοξότατον` が導く全体属格 `ἁπάντων ... θεαμάτων` の中に関係節が挟まれている。関係代名詞 `ὧν` は、本来は他動詞 `εἶδον` の直接目的語として対格(ἅ)になるべきところ、先行詞 `θεαμάτων` の属格に引かれて格変化(格同化、attraction)を起こしている。
  3. §1.42αὐτοῖς ἀνδράσιν — 「男たちもろとも」「乗組員ごと」という意味で、指示代名詞 αὐτός の与格が名詞の与格を伴い、随伴・包含を表す慣用表現(「〜ごと」)。前置詞 σύν を伴わない。

この箇所を引用する

ルキアノス, 本当の話 §1.40-1.42. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.40-1.42

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。