Humanitext Reader

琉善 · 真实的故事 §1.40-1.42

从巨兽口中目睹的巨人们以岛为船的海战

第 11 段,共 22 段 · 希腊语

内容简介

在怪鱼张口时,众人目睹了一场由驾驭岛屿为船的巨人们所进行的大规模海战(岛屿战),最终埃俄洛肯陶洛斯的军队获得了胜利。

§1.40τῷ δʼ ἐνάτῳ μηνὶ πέμπτῃ ἱσταμένου, περὶ τὴν δευτέραν τοῦ στόματος ἄνοιξιν — ἅπαξ γὰρ δὴ τοῦτο κατὰ τὴν ὥραν ἑκάστην ἐποίει τὸ κῆτος, ὥστε ἡμᾶς πρὸς τὰς ἀνοίξεις τεκμαίρεσθαι τὰς ὥρας — περὶ οὖν τὴν δευτέραν, ὥσπερ ἔφην, ἄνοιξιν, ἄφνω βοή τε πολλὴ καὶ θόρυβος ἠκούετο καὶ ὥσπερ κελεύσματα καὶ εἰρεσίαι·
在第九个月的上旬第五天,大约在怪鱼第二次张口的时候——因为这只怪鱼确实在每个小时里都张一次口,所以我们是通过张口来推算时间的——正如我所说,大约在第二次张口的时候,突然听到一阵巨大的呼喊声、喧闹声,以及仿佛是号令声和划桨声。
ταραχθέντες οὖν ἀνειρπύσαμεν ἐπʼ αὐτὸ τὸ στόμα τοῦ θηρίου καὶ στάντες ἐνδοτέρω τῶν ὀδόντων καθεωρῶμεν ἁπάντων ὧν ἐγὼ εἶδον θεαμάτων παραδοξότατον, ἄνδρας μεγάλους, ὅσον ἡμισταδιαίους τὰς ἡλικίας, ἐπὶ νήσων μεγάλων προσπλέοντας ὥσπερ ἐπὶ τριήρων.
我们因此感到惊慌,便爬到这怪兽的口部,站在牙齿内侧,目睹了我所见过的所有奇观中最不可思议的一幕:一些身高约有半个斯塔狄翁的大汉,乘着巨大的岛屿,像乘着三列桨战船一样航行而来。
οἶδα μὲν οὖν ἀπίστοις ἐοικότα ἱστορήσων, λέξω δὲ ὅμως.
我知道我将要讲述的历史听起来令人难以置信,但我还是要说下去。
νῆσοι ἦσαν ἐπιμήκεις μέν, οὐ πάνυ δὲ ὑψηλαί, ὅσον ἑκατὸν σταδίων ἑκάστη τὸ περίμετρον· ἐπὶ δὲ αὐτῶν ἔπλεον τῶν ἀνδρῶν ἐκείνων ἀμφὶ τοὺς εἴκοσι καὶ ἑκατόν·
那些岛屿很长,但并不算很高,每座岛屿的周长大约有一百个斯塔狄翁;在每座岛屿上航行的那些大汉大约有一百二十人。
τούτων δὲ οἱ μὲν παρʼ ἑκάτερα τῆς νήσου καθήμενοι ἐφεξῆς ἐκωπηλάτουν κυπαρίττοις μεγάλαις αὐτοκλάδοις καὶ αὐτοκόμοις ὥσπερ ἐρετμοῖς, κατόπιν δὲ ἐπὶ τῆς πρύμνης, ὡς ἐδόκει, κυβερνήτης ἐπὶ λόφου ὑψηλοῦ εἱστήκει χάλκεον ἔχων πηδάλιον πεντασταδιαῖον τὸ μῆκος·
其中,一些人依次坐在岛屿的两侧,用连枝带叶的巨大柏树当作桨来划水;而在后部的船尾(看起来是这样)上,一位舵手站在高高的山丘上,手里拿着一把长达五个斯塔狄翁的青铜舵。
ἐπὶ δὲ τῆς πρῴρας ὅσον τετταράκοντα ὡπλισμένοι αὐτῶν ἐμάχοντο, πάντα ἐοικότες ἀνθρώποις πλὴν τῆς κόμης· αὕτη δὲ πῦρ ἦν καὶ ἐκάετο, ὥστε οὐδὲ κορύθων ἐδέοντο.
在船首的部位,大约有四十名武装人员在交战,除了头发之外,他们完全像人类;而他们的头发是火,并且正在燃烧,因此他们连头盔都不需要。
ἀντὶ δὲ ἱστίων ὁ ἄνεμος ἐμπίπτων τῇ ὕλῃ, πολλῇ οὔσῃ ἐν ἑκάστῃ, ἐκόλπου τε ταύτην καὶ ἔφερε τὴν νῆσον ᾗ ἐθέλοι ὁ κυβερνήτης·
取代风帆的是,风吹向每个岛上茂密的森林,使之鼓胀起来,并将岛屿带向舵手想去的地方。
κελευστὴς δὲ ἐφειστήκει αὐτοῖς, καὶ πρὸς τὴν εἰρεσίαν ὀξέως ἐκινοῦντο ὥσπερ τὰ μακρὰ τῶν πλοίων.
他们中有一名号令官监督着,他们配合着划桨的节奏快速移动,就像那些军舰一样。
§1.41τὸ μὲν οὖν πρῶτον δύο ἢ τρεῖς ἑωρῶμεν, ὕστερον δὲ ἐφάνησαν ὅσον ἑξακόσιοι, καὶ διαστάντες ἐπολέμουν καὶ ἐναυμάχουν.
起初我们只看到两三座岛,但后来出现了大约六百座,它们拉开距离,进行着海战。
πολλαὶ μὲν οὖν ἀντίπρῳροι συνηράσσοντο ἀλλήλαις, πολλαὶ δὲ καὶ ἐμβληθεῖσαι κατεδύοντο, αἱ δὲ συμπλεκόμεναι καρτερῶς διηγωνίζοντο καὶ οὐ ῥᾳδίως ἀπελύοντο·
许多岛迎头相撞,许多岛被撞击后沉没,而那些纠缠在一起的岛则展开了顽强的搏斗,不易分开。
οἱ γὰρ ἐπὶ τῆς πρῴρας τεταγμένοι πᾶσαν ἐπεδείκνυντο προθυμίαν ἐπιβαίνοντες καὶ ἀναιροῦντες· ἐζώγρει δὲ οὐδείς.
因为部署在船首的士兵表现出极大的热情,登岛并大肆杀戮,没有人留活口。
ἀντὶ δὲ χειρῶν σιδηρῶν πολύποδας μεγάλους ἐκδεδεμένους ἀλλήλοις ἐπερρίπτουν, οἱ δὲ περιπλεκόμενοι τῇ ὕλῃ κατεῖχον τὴν νῆσον.
他们不用铁钩,而是投掷互相系结在一起的巨大章鱼,章鱼缠绕在森林上,从而扣住岛屿。
ἔβαλλον μέντοι καὶ ἐτίτρωσκον ὀστρέοις τε ἁμαξοπληθέσι καὶ σπόγγοις πλεθριαίοις.
此外,他们还用装满整辆货车的牡蛎以及一普勒特罗宽的巨型海绵互相投掷、杀伤。
§1.42ἡγεῖτο δὲ τῶν μὲν Αἰολοκένταυρος, τῶν δὲ Θαλασσοπότης· καὶ μάχη αὐτοῖς ἐγεγένητο, ὡς ἐδόκει, λείας ἕνεκα·
其中一队由埃俄洛肯陶洛斯率领,另一队由萨拉索波特斯率领;他们之间爆发的战争,看起来是为了争夺战利品。
ἐλέγετο γὰρ ὁ Θαλασσοπότης πολλὰς ἀγέλας δελφίνων τοῦ Αἰολοκενταύρου ἐληλακέναι, ὡς ἦν ἀκούειν ἐπικαλούντων ἀλλήλοις καὶ τὰ ὀνόματα τῶν βασιλέων ἐπιβοωμένων.
因为听他们互相指责并高喊各自国王的名字,据说萨拉索波特斯抢走了埃俄洛肯陶洛斯的许多海豚群。
τέλος δὲ νικῶσιν οἱ τοῦ Αἰολοκενταύρου καὶ νήσους τῶν πολεμίων καταδύουσιν ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν· καὶ ἄλλας τρεῖς λαμβάνουσιν αὐτοῖς ἀνδράσιν· αἱ δὲ λοιπαὶ πρύμναν κρουσάμεναι ἔφευγον.
最终,埃俄洛肯陶洛斯的军队获得了胜利,击沉了敌方大约一百五十座岛屿,并且连同岛上的人一起俘获了另外三座岛屿;其余的岛屿则掉头逃跑。
οἱ δὲ μέχρι τινὸς διώξαντες, ἐπειδὴ ἑσπέρα ἦν, τραπόμενοι πρὸς τὰ ναυάγια τῶν πλείστων ἐπεκράτησαν καὶ τὰ ἑαυτῶν ἀνείλοντο· καὶ γὰρ ἐκείνων κατέδυσαν νῆσοι οὐκ ἐλάττους τῶν ὀγδοήκοντα.
获胜者追击了一阵,因为天色已晚,便转向那些残骸,控制了其中的大部分,并收回了己方的残骸;因为己方沉没的岛屿也不少于八十座。
ἔστησαν δὲ καὶ τρόπαιον τῆς νησομαχίας ἐπὶ τῇ κεφαλῇ τοῦ κήτους μίαν τῶν πολεμίων νήσων ἀνασταυρώσαντες.
他们还在怪鱼的头上钉死了一座敌方的岛屿,作为这场岛屿战的凯旋碑。
ἐκείνην μὲν οὖν τὴν νύκτα περὶ τὸ θηρίον ηὐλίσαντο ἐξάψαντες αὐτοῦ τὰ ἀπόγεια καὶ ἐπʼ ἀγκυρῶν πλησίον ὁρμισάμενοι· καὶ γὰρ ἀγκύραις ἐχρῶντο μεγάλαις ὑαλίναις καρτεραῖς.
那天夜里,他们就在怪兽周围露营,将缆绳系在它身上,并在附近抛锚停泊;因为他们使用的是大而坚固的玻璃锚。
τῇ ὑστεραίᾳ δὲ θύσαντες ἐπὶ τοῦ κήτους καὶ τοὺς οἰκείους θάψαντες ἐπʼ αὐτοῦ ἀπέπλεον ἡδόμενοι καὶ ὥσπερ παιᾶνας ᾄδοντες.
在第二天,他们在怪鱼身上献祭,并在上面埋葬了同伴之后,便高高兴兴地唱着凯旋歌开航了。
ταῦτα μὲν τὰ κατὰ τὴν νησομαχίαν γενόμενα.
这些就是关于岛屿战所发生的事。

词汇与语法注释

  1. §1.40πέμπτῃ ἱσταμένου — 指上旬(月渐圆之时)的第五天。分词属格 ἱσταμένου(源自 ἵστημι 的现在中被动分词)是希腊历法中计算月首十天时的固定表达。
  2. §1.40ἁπάντων ὧν ἐγὼ εἶδον θεαμάτων — 此处在受最高级 `παραδοξότατον` 支配的部分属格 `ἁπάντων ... θεαμάτων` 中嵌套了关系从句。关系代词 `ὧν` 本应作为及物动词 `εἶδον` 的直接宾语而使用宾格(ἅ),但受到了其先行词 `θεαμάτων` 的属格支配,从而发生了格同化(attraction)。
  3. §1.42αὐτοῖς ἀνδράσιν — 代词 αὐτός 的与格与名词与格连用,表示伴随或包含(“连人带船”、“连同人一起”)的惯用表达,通常不带前置词 σύν。

引用这一段

琉善, 真实的故事 §1.40-1.42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.40-1.42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。