Humanitext Reader

ルキアノス · 本当の話 §1.35-1.39

海獣の胎内の異形部族との戦争と平定

10 / 22 箇所 · ギリシア語

要旨

スキンタロスがクジラの中に住む数々の怪奇な部族について説明する。語り手の一行はスキンタロスと協力し、それらの部族を相手に戦争を起こして撃退し、最終的に彼らを一掃して平穏な生活を手に入れる。

§1.35καὶ τὰ μὲν ἄλλα ἴσως φέρειν δυνάμεθα, οἱ δὲ γείτονες ἡμῶν καὶ πάροικοι σφόδρα χαλεποὶ καὶ βαρεῖς εἰσιν, ἄμικτοί τε ὄντες καὶ ἄγριοι.
「他のことは何とか我慢できるかもしれませんが、私たちの隣人であり同居人である者たちは、極めて冷酷で厄介であり、交際を拒み、野蛮なのです。
ἦ γάρ, ἔφην ἐγώ, καὶ ἄλλοι τινές εἰσιν ἐν τῷ κήτει;
」「では、」と私は言った、「クジラの中には他にも誰かいるのですか。
πολλοὶ μὲν οὖν, ἔφη, καὶ ἄξενοι καὶ τὰς μορφὰς ἀλλόκοτοι·
」「たくさんいるとも、」と彼は言った、「しかも不愛想で、奇妙な姿をしているのだ。
τὰ μὲν γὰρ ἑσπέρια τῆς ὕλης καὶ οὐραῖα Ταριχᾶνες οἰκοῦσιν, ἔθνος ἐγχελυωπὸν καὶ καραβοπρόσωπον, μάχιμον καὶ θρασὺ καὶ ὠμοφάγον·
森の西側と尾に近い部分はタリカネスが住んでおり、彼らはウナギのような目とザリガニのような顔をした部族で、好戦的で大胆で、生肉を食べる。
τὰ δὲ τῆς ἑτέρας πλευρᾶς κατὰ τὸν δεξιὸν τοῖχον Τριτωνομένδητες, τὰ μὲν ἄνω ἀνθρώποις ἐοικότες, τὰ δὲ κάτω τοῖς γαλεώταις, ἧττον μέντοι ἄδικοί εἰσιν τῶν ἄλλων·
右側の壁に沿った反対側にはトリトノメンデテスがおり、上半身は人間に、下半身はトカゲに似ていて、もっとも彼らは他の者たちに比べれば不当な行いは少ない。
τὰ λαιὰ δὲ Καρκινόχειρες καὶ Θυννοκέφαλοι συμμαχίαν τε καὶ φιλίαν πρὸς ἑαυτοὺς πεποιημένοι·
左側にはカルキノケイレスとトゥンノケファロイがおり、彼らは互いに同盟と友好関係を結んでいる。
τὴν δὲ μεσόγαιαν νέμονται Παγουρίδαι καὶ Ψηττόποδες, γένος μάχιμον καὶ δρομικώτατον·
内陸部はパグーリダイとプせットポデスが占めており、好戦的で非常に足の速い種族だ。
τὰ ἑῷα δέ, τὰ πρὸς αὐτῷ τῷ στόματι, τὰ πολλὰ μὲν ἔρημά ἐστι, προσκλυζόμενα τῇ θαλάττῃ·
東側、すなわちまさに口に近い部分は、海が打ち寄せるため、その多くが荒れ地になっている。
ὅμως δὲ ἐγὼ ταῦτα ἔχω φόρον τοῖς Ψηττόποσιν ὑποτελῶν ἑκάστου ἔτους ὄστρεια πεντακόσια.
それでも私はこの土地を、プせットポデスに毎年五百個の牡蠣を貢納として支払うことで所有しているのだ。
§1.36τοιαύτη μὲν ἡ χώρα ἐστίν·
」「土地の様子はこのようになっている。
ὑμᾶς δὲ χρὴ ὁρᾶν ὅπως δυνησόμεθα τοσούτοις ἔθνεσι μάχεσθαι καὶ ὅπως βιοτεύσομεν.
だが、お前たちはこれほど多くの部族とどのようにして戦うことができるか、そして私たちがどのように暮らしていくべきかを考えねばならない。
πόσοι δέ, ἔφην ἐγώ, πάντες οὖτοί εἰσιν;
」「彼らは全部で何人いるのですか」と私は言った。
πλείους, ἔφη, τῶν χιλίων.
「千人以上だ」と彼は言った。
ὅπλα δὲ τίνα ἐστὶν αὐτοῖς;
「彼らはどのような武器を持っているのですか。
οὐδέν, ἔφη, πλὴν τὰ ὀστᾶ τῶν ἰχθύων.
」「何もない、」と彼は言った、「ただ魚の骨を除いては。
οὐκοῦν, ἔφην ἐγώ, ἄριστα ἂν ἔχοι διὰ μάχης ἐλθεῖν αὐτοῖς, ἅτε οὖσιν ἀνόπλοις αὐτούς γε ὡπλισμένους·
」「それなら、」と私は言った、「彼らと戦いを交えるのが最善でしょう。 彼らは武器を持たないのに対し、私たちは武装しているのですから。
εἰ γὰρ κρατήσομεν αὐτῶν, ἀδεῶς τὸν λοιπὸν βίον οἰκήσομεν.
もし彼らを制圧すれば、私たちは残りの人生を恐れることなく暮らすことができます。
ἔδοξε ταῦτα, καὶ ἀπελθόντες ἐπὶ ναῦν παρεσκευαζόμεθα.
」この提案は承認され、私たちは船に戻って準備を整えた。
αἰτία δὲ τοῦ πολέμου ἔμελλεν ἔσεσθαι τοῦ φόρου ἡ οὐκ ἀπόδοσις, ἤδη τῆς προθεσμίας ἐνεστώσης.
戦争の口実となるのは、貢納の不払いであり、ちょうど期限が迫っていた。
καὶ δὴ οἱ μὲν ἔπεμπον ἀπαιτοῦντες τὸν δασμόν· ὁ δὲ ὑπεροπτικῶς ἀποκρινάμενος ἀπεδίωξε τοὺς ἀγγέλους.
はたして彼らは貢納を要求するために使者を送ってきたが、彼は高慢な態度で答えて使者たちを追い払った。
πρῶτοι οὖν οἱ Ψηττόποδες καὶ οἱ Παγουρίδαι χαλεπαίνοντες τῷ Σκινθάρῳ — τοῦτο γὰρ ἐκαλεῖτο — μετὰ πολλοῦ θορύβου ἐπῄεσαν.
そこで、まずプせットポデスとパグーリダイが、スキンタロス――これが老人の名であった――に対して怒り、大騒ぎをしながら襲いかかってきた。
§1.37ἡμεῖς δὲ τὴν ἔφοδον ὑποπτεύοντες ἐξοπλισάμενοι ἀνεμένομεν, λόχον τινὰ προτάξαντες ἀνδρῶν πέντε καὶ εἴκοσι.
私たちは襲撃を予想していたので、武装を整えて待ち伏せ、二十五人の男たちによる伏兵をあらかじめ配置しておいた。
προείρητο δὲ τοῖς ἐν τῇ ἐνέδρᾳ, ἐπειδὰν ἴδωσι παρεληλυθότας τοὺς πολεμίους, ἐπανίστασθαι·
伏兵たちには、敵が通り過ぎるのを見たら立ち上がるよう、あらかじめ命じておいた。
καὶ οὕτως ἐποίησαν.
そして彼らはその通りにした。
ἐπαναστάντες γὰρ κατόπιν ἔκοπτον αὐτούς, καὶ ἡμεῖς δὲ αὐτοὶ πέντε καὶ εἴκοσι τὸν ἀριθμὸν ὄντες — καὶ γὰρ ὁ Σκίνθαρος καὶ ὁ παῖς αὐτοῦ συνεστρατεύοντο — ὑπηντιάζομεν, καὶ συμμίξαντες θυμῷ καὶ ῥώμῃ διεκινδυνεύομεν.
というのも、立ち上がった彼らは背後から敵を斬り倒し、私たち自身も二十五人という数で――スキンタロスとその息子も従軍していたからである――正面から迎え撃ち、白兵戦となって闘志と腕力をもって決死の戦いをしたからである。
τέλος δὲ τροπὴν αὐτῶν ποιησάμενοι κατεδιώξαμεν ἄχρι πρὸς τοὺς φωλεούς.
ついに私たちは彼らを敗走させ、彼らの巣穴のすぐ近くまで追いつめた。
ἀπέθανον δὲ τῶν μὲν πολεμίων ἑβδομήκοντα καὶ ἑκατόν, ἡμῶν δὲ εἷς, ὁ κυβερνήτης, τρίγλης πλευρᾷ διαπαρεὶς τὸ μετάφρενον.
敵の方は百七十人が死亡し、味方の方は、操舵手がヒメジの肋骨で背中を貫かれて一人だけ死亡した。
§1.38ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐπηυλισάμεθα τῇ μάχῃ καὶ τρόπαιον ἐστήσαμεν ῥάχιν ξηρὰν δελφῖνος ἀναπήξαντες.
その日は一日、そしてその夜も私たちは戦場にとどまって露営し、イルカの乾いた背骨を突き立てて戦勝記念碑を立てた。
τῇ ὑστεραίᾳ δὲ καὶ οἱ ἄλλοι αἰσθόμενοι παρῆσαν, τὸ μὲν δεξιὸν κέρας ἔχοντες οἱ Ταριχᾶνες — ἡγεῖτο δὲ αὐτῶν Πήλαμος — τὸ δὲ εὐώνυμον οἱ Θυννοκέφαλοι, τὸ μέσον δὲ οἱ Καρκινόχειρες·
翌日、事態に気づいた他の者たちも現れた。 右翼はタリカネスが占め、彼らを率いるのはペラモスであった。 左翼はトゥンノケファロイが、中央はカルキノケイレスが占めていた。
οἱ γὰρ Τριτωνομένδητες τὴν ἡσυχίαν ἦγον οὐδετέροις συμμαχεῖν προαιρούμενοι.
というのも、トリトノメンデテスはどちらの側にも味方しないことを選び、静観していたからである。
ἡμεῖς δὲ προαπαντήσαντες αὐτοῖς παρὰ τὸ Ποσειδώνιον συνεμίξαμεν πολλῇ βοῇ χρώμενοι, ἀντήχει δὲ τὸ κύτος ὥσπερ τὰ σπήλαια.
私たちはポセイドン神殿の傍らで彼らを迎え撃ち、大声を上げながら交戦した。 するとクジラのお腹が洞窟のように響き渡った。
τρεψάμενοι δὲ αὐτούς, ἅτε γυμνῆτας ὄντας, καὶ καταδιώξαντες ἐς τὴν ὕλην τὸ λοιπὸν ἐπεκρατοῦμεν τῆς γῆς.
彼らは防具をつけていなかったため、私たちは彼らを敗走させ、森へと追い詰めて、それ以降はその土地を完全に支配した。
§1.39καὶ μετʼ οὐ πολὺ κήρυκας ἀποστείλαντες νεκρούς τε ἀνῃροῦντο καὶ περὶ φιλίας διελέγοντο·
それから間もなく、彼らは伝令を送って死体を引き取り、和平の交渉をしてきた。
ἡμῖν δὲ οὐκ ἐδόκει σπένδεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ χωρήσαντες ἐπʼ αὐτοὺς πάντας ἄρδην ἐξεκόψαμεν πλὴν τῶν Τριτωνομενδήτων.
しかし私たちは休戦を結ぶつもりはなく、翌日に彼らのもとへ進軍して、トリトノメンデテスを除く全員を根こそぎ掃討した。
οὗτοι δὲ ὡς εἶδον τὰ γινόμενα, διαδράντες ἐκ τῶν βραγχίων ἀφῆκαν αὑτοὺς εἰς τὴν θάλατταν.
この者たちは何が起きているかを見ると、エラから逃げ出して海の中へ身を投じた。
ἡμεῖς δὲ τὴν χώραν ἐπελθόντες ἔρημον ἤδη οὖσαν τῶν πολεμίων τὸ λοιπὸν ἀδεῶς κατῳκοῦμεν, τὰ πολλὰ γυμνασίοις τε καὶ κυνηγεσίοις χρώμενοι καὶ ἀμπελουργοῦντες καὶ τὸν καρπὸν συγκομιζόμενοι τὸν ἐκ τῶν δένδρων, καὶ ὅλως ἐῴκειμεν τοῖς ἐν δεσμωτηρίῳ μεγάλῳ καὶ ἀφύκτῳ τρυφῶσι καὶ λελυμένοις.
私たちは、敵がもはやいなくなって無人となった土地を巡り、それ以降は恐れることなく暮らし、多くの時間を体育の訓練や狩猟に費やし、ブドウを栽培し、木々の実を収穫した。 私たちは全体として、脱出不可能な巨大な監獄の中で、束縛から解き放たれて贅沢に暮らしている者のようであった。
ἐνιαυτὸν μὲν οὖν καὶ μῆνας ὀκτὼ τοῦτον διήγομεν τὸν τρόπον.
このようにして、私たちは一年と八ヶ月を過ごした。

語釈・文法注

  1. 1.35τὰ μὲν γὰρ ἑσπέρια τῆς ὕλης καὶ οὐραῖα — ἑσπέρια と οὐραῖα は中性複数形であり、空間的な範囲や領域を表す「副詞的対格」(あるいは目的格対格)として機能し、他動詞 οἰκοῦσιν(住む)の直接目的語となっている。τῆς ὕλης(森の)はこれらにかかる部分属格(partitive genitive)である。
  2. 1.36ἄριστα ἂν ἔχοι διὰ μάχης ἐλθεῖν αὐτοῖς, ἅτε οὖσιν ἀνόπλοις αὐτούς γε ὡπλισμένους — ἄριστα ἂν ἔχοι は非人称構文で「〜するのが最善であろう」という潜在的希求法(potential optative)。不定詞句 διὰ μάχης ἐλθεῖν が実質的な主語となる。αὐτοῖς は交戦相手を指す与格で、ἅτε οὖσιν ἀνόπλοις(彼らが武器を持たない以上は)がこれに一致する(与格)。一方、αὐτούς γε ὡπλισμένους は不定詞 ἐλθεῖν の意味上の主語(「私たちは」)を対格で表しており(対格不定詞構文の主語)、一文の中に異なる格の主格要素が並置される複雑な構造になっている。
  3. 1.37διαπαρεὶς τὸ μετάφρενον — διαπαρεὶς は διαπείρω(貫く)の第二アオリスト受動態分詞で、ὁ κυβερνήτης(操舵手)にかかる。τὸ μετάφρενον(背中)は「関係の対格」(accusative of respect/limitation)であり、「背中において貫かれた」、すなわち「背中を貫かれて」という意味になる。

この箇所を引用する

ルキアノス, 本当の話 §1.35-1.39. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.35-1.39

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。