§2.1τὸ δὲ ἀπὸ τούτου μηκέτι φέρων ἐγὼ τὴν ἐν τῷ κήτει δίαιταν ἀχθόμενός τε τῇ μονῇ μηχανήν τινα ἐζήτουν, διʼ ἧς ἂν ἐξελθεῖν γένοιτο·
それからというもの、私はクジラの中での生活にこれ以上耐えられなくなり、滞在することに嫌気がさして、外に出られるような何らかの手段を探し求めていた。
καὶ τὸ μὲν πρῶτον ἔδοξεν ἡμῖν διορύξασι κατὰ τὸν δεξιὸν τοῖχον ἀποδρᾶναι, καὶ ἀρξάμενοι διεκόπτομεν·
最初は、右側の壁に穴を掘って逃げ出そうと考え、私たちは掘り始め、切り開いていった。
ἐπειδὴ δὲ προελθόντες ὅσον πέντε σταδίους οὐδὲν ἠνύομεν, τοῦ μὲν ὀρύγματος ἐπαυσάμεθα, τὴν δὲ ὕλην καῦσαι διέγνωμεν·
しかし、五スタディオンほど進んでも何も得られなかったので、掘削を中止し、森を焼き払うことに決定した。
οὕτω γὰρ ἂν τὸ κῆτος ἀποθανεῖν·
そうすればクジラが死ぬだろう[と考えた]からである。
εἰ δὲ τοῦτο γένοιτο, ῥᾳδία ἔμελλεν ἡμῖν ἔσεσθαι ἡ ἔξοδος.
もしそうなれば、私たちの脱出は容易になるはずであった。
ἀρξάμενοι οὖν ἀπὸ τῶν οὐραίων ἐκαίομεν, καὶ ἡμέρας μὲν ἑπτὰ καὶ ἴσας νύκτας ἀναισθήτως εἶχε τοῦ καύματος, ὀγδόῃ δὲ καὶ ἐνάτῃ συνίεμεν αὐτοῦ νοσοῦντος·
そこで私たちは尾の方から焼き始め、七日間とそれと同じだけの夜の間、クジラは熱さをまったく感じていなかったが、八日目と九日目に、私たちはそれが病んでいることに気づいた。
ἀργότερον γοῦν ἀνέχασκεν, καὶ εἴ ποτε ἀναχάνοι, ταχὺ συνέμυεν.
ともかく、クジラは口をより緩慢に開けるようになり、開けたとしてもすぐに閉じてしまった。
δεκάτῃ δὲ καὶ ἑνδεκάτῃ τέλεον ἀπενεκροῦτο καὶ δυσῶδες ἦν·
十日目と十一日目には完全に死にかけ、悪臭を放つようになった。
τῇ δωδεκάτῃ δὲ μόλις ἐνενοήσαμεν ὡς, εἰ μή τις χανόντος αὐτοῦ ὑποστηρίξειεν τοὺς γομφίους, ὥστε μηκέτι συγκλεῖσαι, κινδυνεύσομεν κατακλεισθέντες ἐν νεκρῷ αὐτῷ ἀπολέσθαι.
十二日目には、口を開けている間に誰かが奥歯を支えて再び閉じないようにしておかなければ、死んだクジラの中に閉じ込められて滅びてしまう危険があることに、私たちは辛うじて気がついた。
οὕτω δὴ μεγάλοις δοκοῖς τὸ στόμα διερείσαντες τὴν ναῦν ἐπεσκευάζομεν ὕδωρ τε ὡς ἔνι πλεῖστον ἐμβαλλόμενοι καὶ τἆλλα ἐπιτήδεια·
そこで私たちは大きな梁で口を支え、船を修繕し、水をできるだけ多く、またその他の必需品を積み込んだ。
κυβερνήσειν δὲ ἔμελλεν ὁ Σκίνθαρος.
スキンタロスが舵を取る予定であった。
§2.2τῇ δὲ ἐπιούσῃ τὸ μὲν ἤδη ἐτεθνήκει.
翌日、クジラはすでに死んでいた。
ἡμεῖς δὲ ἀνελκύσαντες τὸ πλοῖον καὶ διὰ τῶν ἀραιωμάτων διαγαγόντες καὶ ἐκ τῶν ὀδόντων ἐξάψαντες ἠρέμα καθήκαμεν ἐς τὴν θάλατταν·
私たちは船を引き上げ、歯の隙間を通し、歯に結びつけた縄を緩めて静かに海へと下ろした。
ἐπαναβάντες δὲ ἐπὶ τὰ νῶτα καὶ θύσαντες τῷ Ποσειδῶνι αὐτοῦ παρὰ τὸ τρόπαιον ἡμέρας τε τρεῖς ἐπαυλισάμενοι — νηνεμία γὰρ ἦν — τῇ τετάρτῃ ἀπεπλεύσαμεν.
そして背の上に登り、その記念碑の傍らでポセイドンに生贄を捧げ、風がなかったので三日間そこに露営し、四日目に出帆した。
ἔνθα δὴ πολλοῖς τῶν ἐκ τῆς ναυμαχίας νεκροῖς ἀπηντῶμεν καὶ προσωκέλλομεν, καὶ τὰ σώματα καταμετροῦντες ἐθαυμάζομεν.
そこで私たちは、海戦による多くの死体に出くわして乗り上げ、その体を測定して驚嘆した。
καὶ ἡμέρας μέν τινας ἐπλέομεν εὐκράτῳ ἀέρι χρώμενοι, ἔπειτα βορέου σφοδροῦ πνεύσαντος μέγα κρύος ἐγένετο, καὶ ὑπʼ αὐτοῦ πᾶν ἐπάγη τὸ πέλαγος, οὐκ ἐπιπολῆς μόνον, ἀλλὰ καὶ ἐς βάθος ὅσον ἐς ἓξ ὀργυιάς, ὥστε καὶ ἀποβάντας διαθεῖν ἐπὶ τοῦ κρυστάλλου.
数日の間、私たちは穏やかな気候に恵まれて航行したが、その後、激しい北風が吹いて大寒波が訪れ、海全体が表面だけでなく、およそ六尋の深さまで凍りついたため、私たちは船から降りて氷の上を走り回った。
ἐπιμένοντος δὲ τοῦ πνεύματος φέρειν οὐ δυνάμενοι τοιόνδε τι ἐπενοήσαμεν — ὁ δὲ τὴν γνώμην ἀποφηνάμενος ἦν ὁ Σκίνθαρος — σκάψαντες γὰρ ἐν τῷ ὕδατι σπήλαιον μέγιστον ἐν τούτῳ ἐμείναμεν ἡμέρας τριάκοντα, πῦρ ἀνακαίοντες καὶ σιτούμενοι τοὺς ἰχθῦς·
風が吹き続けたので耐えきれず、私たちは次のようなことを考案した――提案したのはスキンタロスであった。
εὑρίσκομεν δὲ αὐτοὺς ἀνορύττοντες.
水の中に巨大な洞窟を掘り、その中で火を焚き、掘り出した魚を食べながら三十日間留まった。
ἐπειδὴ δὲ ἤδη ἐπέλειπε τὰ ἐπιτήδεια, προελθόντες καὶ τὴν ναῦν πεπηγυῖαν ἀνασπάσαντες καὶ πετάσαντες τὴν ὀθόνην ἐσυρόμεθα ὥσπερ πλέοντες λείως καὶ προσηνῶς ἐπὶ τοῦ πάγου διολισθάνοντες.
必需品が底を突きかけたので、私たちは進み出て、凍りついた船を引き上げ、帆を張って、滑らかで穏やかに氷の上を滑りながら、まるで航行するように引っ張られていった。
ἡμέρᾳ δὲ πέμπτῃ ἀλέα τε ἦν ἤδη καὶ ὁ πάγος ἐλύετο καὶ ὕδωρ πάντα αὖθις ἐγίνετο.
五日目にはすでに暖かくなり、氷が溶けてすべてが再び水に戻った。
§2.3πλεύσαντες οὖν ὅσον τριακοσίους σταδίους νήσῳ μικρᾷ καὶ ἐρήμῃ προσηνέχθημεν, ἀφʼ ἧς ὕδωρ λαβόντες — ἐπελελοίπει γὰρ ἤδη — καὶ δύο ταύρους ἀγρίους κατατοξεύσαντες ἀπεπλεύσαμεν.
私たちはおよそ三百スタディオン航行して小さな無人島に漂着し、そこから水を補給し――水はすでに底を突いていたからである――、野良牛を二頭射殺して出帆した。
οἱ δὲ ταῦροι οὗτοι τὰ κέρατα οὐκ ἐπὶ τῆς κεφαλῆς εἶχον, ἀλλʼ ὑπὸ τοῖς ὀφθαλμοῖς, ὥσπερ ὁ Μῶμος ἠξίου.
これらの牛は、モモスが望んだ通りに、角が頭の上ではなく目の下にあった。
μετʼ οὐ πολὺ δὲ εἰς πέλαγος ἐμβαίνομεν, οὐχ ὕδατος, ἀλλὰ γάλακτος·
それから間もなく、私たちは水ではなく乳の海に入った。
καὶ νῆσος ἐν αὐτῷ ἐφαίνετο λευκὴ πλήρης ἀμπέλων.
そしてその中には、葡萄の木が繁茂する白い島が見えた。
ἦν δὲ ἡ νῆσος τυρὸς μέγιστος συμπεπηγώς, ὡς ὕστερον ἐμφαγόντες ἐμάθομεν, σταδίων εἴκοσι πέντε τὸ περίμετρον·
その島は凝固した巨大なチーズであり、後に私たちが食べてみて知ったことだが、周囲は二十五スタディオンであった。
αἱ δὲ ἄμπελοι βοτρύων πλήρεις, οὐ μέντοι οἶνον, ἀλλὰ γάλα ἐξ αὐτῶν ἀποθλίβοντες ἐπίνομεν.
葡萄の木は房でいっぱいであったが、私たちはそれらからワインではなく乳を搾り出して飲んだ。
ἱερὸν δὲ ἐν μέσῃ τῇ νήσῳ ἀνῳκοδόμητο Γαλατείας τῆς Νηρηίδος, ὡς ἐδήλου τὸ ἐπίγραμμα.
島の中央には、碑文が示すように、ネレイスのガラテイアの神殿が建てられていた。
ὅσον δʼ οὖν χρόνον ἐκεῖ ἐμείναμεν, ὄψον μὲν ἡμῖν καὶ σιτίον ἡ γῆ ὑπῆρχεν, ποτὸν δὲ τὸ γάλα τὸ ἐκ τῶν βοτρύων.
私たちがそこに滞在した間、大地は私たちに惣菜と食べ物を提供し、飲み物は葡萄の房から採れる乳であった。
βασιλεύειν δὲ τῶν χωρίων τούτων ἐλέγετο Τυρὼ ἡ Σαλμωνέως, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν ταύτην παρὰ τοῦ Ποσειδῶνος λαβοῦσα τὴν τιμήν.
これらの地域を支配していると言われていたのは、サルモネウスの娘テュロであり、彼女はここを去った後にポセイドンからこの名誉を授かったのだという。