Humanitext Reader

ルキアノス · 本当の話 §1.32-1.34

海獣の胎内の探索とキプロス人親子との遭遇

9 / 22 箇所 · ギリシア語

要旨

クジラの腹の中を探索した主人公たちは、そこで自給自足の生活を送りポセイドンを祀るキプロス人親子に出会い、互いのこれまでの数奇な経緯を語り合う。

§1.32τότε μὲν οὖν ἐπὶ πολὺ ἐδακρύομεν, ὕστερον δὲ ἀναστήσαντες τοὺς ἑταίρους τὴν μὲν ναῦν ὑπεστηρίξαμεν, αὐτοὶ δὲ τὰ πυρεῖα συντρίψαντες καὶ ἀνακαύσαντες δεῖπνον ἐκ τῶν παρόντων ἐποιούμεθα.
その時、私たちはしばらくの間大いに泣いた。 しかし後になって、仲間たちを立ち上がらせ、船を支え、自分たちは火起こしの道具を擦り合わせて火を灯し、手元にあるもので夕食をとった。
παρέκειτο δὲ ἄφθονα καὶ παντοδαπὰ κρέα τῶν ἰχθύων, καὶ ὕδωρ ἔτι τὸ ἐκ τοῦ Ἑωσφόρου εἴχομεν.
魚の肉が豊富に、あらゆる種類添えられており、私たちはまだ「明けの明星」から得た水を持っていた。
τῇ ἐπιούσῃ δὲ διαναστάντες, εἴ ποτε ἀναχάνοι τὸ κῆτος, ἑωρῶμεν ἄλλοτε μὲν ὄρη, ἄλλοτε δὲ μόνον τὸν οὐρανόν, πολλάκις δὲ καὶ νήσους·
翌日、起き上がって、クジラが口を開けるたびに外を見ると、ある時は山が、ある時は空だけが、そしてしばしば島々が見えた。
καὶ γὰρ ᾐσθανόμεθα φερομένου αὐτοῦ ὀξέως πρὸς πᾶν μέρος τῆς θαλάττης.
というのも、私たちは怪獣が海のあらゆる場所へと急速に運ばれているのを感じたからである。
ἐπεὶ δὲ ἤδη ἐθάδες τῇ διατριβῇ ἐγενόμεθα, λαβὼν ἑπτὰ τῶν ἑταίρων ἐβάδιζον ἐς τὴν ὕλην περισκοπήσασθαι τὰ πάντα βουλόμενος.
私たちがすでにこの滞在に慣れてきた時、私は仲間のうち七人を連れて、すべてを探索したいと望んで森へと歩いていった。
οὔπω δὲ πέντε ὅλους διελθὼν σταδίους εὗρον ἱερὸν Ποσειδῶνος, ὡς ἐδήλου ἡ ἐπιγραφή, καὶ μετʼ οὐ πολὺ καὶ τάφους πολλοὺς καὶ στήλας ἐπʼ αὐτῶν πλησίον τε πηγὴν ὕδατος διαυγοῦς, ἔτι δὲ καὶ κυνὸς ὑλακὴν ἠκούομεν καὶ καπνὸς ἐφαίνετο πόρρωθεν καί τινα καὶ ἔπαυλιν εἰκάζομεν.
まだまる五スタディオンも進まないうちに、碑文が示す通りのポセイドンの神殿を見つけ、そのすぐ近くに多くの墓とその上の碑を見つけ、また近くに澄んだ水の泉を見つけた。 さらに、犬の吠え声も聞こえ、遠くから煙が見えたので、何らかの住居があるのだろうと推測した。
§1.33σπουδῇ οὖν βαδίζοντες ἐφιστάμεθα πρεσβύτῃ καὶ νεανίσκῳ μάλα προθύμως πρασιάν τινα ἐργαζομένοις καὶ ὕδωρ ἀπὸ τῆς πηγῆς ἐπʼ αὐτὴν διοχετεύουσιν·
そこで急いで歩いていくと、一人の老人と若者が、非常に熱心に菜園を耕し、泉からそこへ水を引いているところに行き当たった。
ἡσθέντες οὖν ἅμα καὶ φοβηθέντες ἔστημεν·
私たちは喜びと同時に恐れを抱いて立ち止まった。
κἀκεῖνοι δὲ ταὐτὸ ἡμῖν ὡς τὸ εἰκὸς παθόντες ἄναυδοι παρειστήκεσαν·
彼らも私たちと同じように、当然ながら同様の衝撃を受けて、言葉を失って立ち尽くした。
χρόνῳ δὲ ὁ πρεσβύτης ἔφη, Τίνες ὑμεῖς ἄρα ἐστέ, ὦ ξένοι;
しばらくして老人が言った。 「異邦人の皆さん、あなたがたは一体何者ですか。
πότερον τῶν ἐναλίων δαιμόνων ἢ ἄνθρωποι δυστυχεῖς ἡμῖν παραπλήσιοι;
海の神霊なのですか、それとも私たちに似た不幸な人間なのですか。
καὶ γὰρ ἡμεῖς ἄνθρωποι ὄντες καὶ ἐν γῇ τραφέντες νῦν θαλάττιοι γεγόναμεν καὶ συννηχόμεθα τῷ περιέχοντι τούτῳ θηρίῳ, οὐδʼ ὃ πάσχομεν ἀκριβῶς εἰδότες·
実際、私たちも人間であり、陸上で育てられましたが、今は海の住人となって、この私たちを取り囲む獣とともに泳いでおり、自分たちがどうなっているのか正確に知ることもありません。
τεθνάναι μὲν γὰρ εἰκάζομεν, ζῆν δὲ πιστεύομεν.
死んでいるのだろうと推測しながらも、生きていると信じているのです。
πρὸς ταῦτα ἐγὼ εἶπον·
」これに対して私は言った。
Καὶ ἡμεῖς τοι ἄνθρωποι, νεήλυδες μέν, ὦ πάτερ, αὐτῷ σκάφει πρῴην καταποθέντες, προήλθομεν δὲ νῦν βουλόμενοι μαθεῖν τὰ ἐν τῇ ὕλῃ ὡς ἔχει·
「お父さん、私たちもやはり人間で、つい先日船ごと飲み込まれたばかりの新参者ですが、森の中がどうなっているかを知りたいと望んで進んできたのです。
πολλὴ γάρ τις καὶ λάσιος ἐφαίνετο.
森が非常に大きく、鬱蒼として見えましたから。
δαίμων δέ τις, ὡς ἔοικεν, ἡμᾶς ἤγαγεν σέ τε ὀψομένους καὶ εἰσομένους ὅτι μὴ μόνοι ἐν τῷδε καθείργμεθα τῷ θηρίῳ·
どうやら、ある神霊が、あなたに会い、またこの獣の中に閉じ込められているのが私たちだけではないことを知るために、私たちを導いたのでしょう。
ἀλλὰ φράσον γε ἡμῖν τὴν σαυτοῦ τύχην, ὅστις τε ὢν καὶ ὅπως δεῦρο εἰσῆλθες.
しかし、どうかあなたの身の上を、あなたが何者で、どのようにここに入ってきたのかを話してください。
ὁ δὲ οὐ πρότερον ἔφη ἐρεῖν οὐδὲ πεύσεσθαι παρʼ ἡμῶν, πρὶν ξενίων τῶν παρόντων μεταδοῦναι, καὶ λαβὼν ἡμᾶς ἦγεν ἐπὶ τὴν οἰκίαν — ἐπεποίητο δὲ αὐτάρκη καὶ στιβάδας ἐνῳκοδόμητο καὶ τὰ ἄλλα ἐξήρτιστο — παραθεὶς δὲ ἡμῖν λάχανά τε καὶ ἀκρόδρυα καὶ ἰχθῦς, ἔτι δὲ καὶ οἶνον ἐγχέας, ἐπειδὴ ἱκανῶς ἐκορέσθημεν, ἐπυνθάνετο ἃ πεπόνθοιμεν·
」彼は、手元にあるもてなしの品を分かち合うまでは話すことも、私たちのことを尋ねることもしないと言い、私たちを連れて自分の家へと案内した。 ――家は自活するのに十分なように作られ、草の寝床がしつらえられ、その他のものも整えられていた。 ――そして私たちに野菜や果物、魚を出し、さらにワインを注いでくれた。 私たちが十分に満ち足りたとき、私たちが被ったことについて尋ねた。
κἀγὼ πάντα ἑξῆς διηγησάμην, τόν τε χειμῶνα καὶ τὰ ἐν τῇ νήσῳ καὶ τὸν ἐν τῷ ἀέρι πλοῦν, καὶ τὸν πόλεμον, καὶ τὰ ἄλλα μέχρι τῆς εἰς τὸ κῆτος καταδύσεως.
そこで私はすべてを順に語った。 嵐、島での出来事、大気中の航海、戦争、その他、クジラの中へと沈み込むまでのすべてを。
§1.34ὁ δὲ ὑπερθαυμάσας καὶ αὐτὸς ἐν μέρει τὰ καθʼ αὑτὸν διεξῄει λέγων, Τὸ μὲν γένος εἰμί, ὦ ξένοι, Κύπριος, ὁρμηθεὶς δὲ κατʼ ἐμπορίαν ἀπὸ τῆς πατρίδος μετὰ παιδός, ὃν ὁρᾶτε, καὶ ἄλλων πολλῶν οἰκετῶν ἔπλεον εἰς Ἰταλίαν ποικίλον φόρτον κομίζων ἐπὶ νεῶς μεγάλης, ἣν ἐπὶ στόματι τοῦ κήτους διαλελυμένην ἴσως ἑωράκατε.
彼は非常に驚き、今度は自分の方の事情を順に語った。 「異邦人の皆さん、私の生まれはキプロス人です。 国から交易のために、あなた方が見ているこの息子と他の多くの召使たちを伴って出発し、大きな船でイタリアへと様々な荷を運んで航海していました。 その船は、クジラの口のところで壊れているのを、あなた方もおそらく見たことでしょう。
μέχρι μὲν οὖν Σικελίας εὐτυχῶς διεπλεύσαμεν· ἐκεῖθεν δὲ ἁρπασθέντες ἀνέμῳ σφοδρῷ τριταῖοι ἐς τὸν ὠκεανὸν ἀπηνέχθημεν, ἔνθα τῷ κήτει περιτυχόντες καὶ αὔτανδροι καταποθέντες δύο ἡμεῖς μόνοι, τῶν ἄλλων ἀποθανόντων, ἐσώθημεν.
シチリアまでは順調に航海しましたが、そこから激しい風にさらわれ、三日目に大洋へと流されました。 そこでクジラに出くわし、乗組員ごと飲み込まれ、他の人々は死んでしまいましたが、私たち二人だけが救われました。
θάψαντες δὲ τοὺς ἑταίρους καὶ ναὸν τῷ Ποσειδῶνι δειμάμενοι τουτονὶ τὸν βίον ζῶμεν, λάχανα μὲν κηπεύοντες, ἰχθῦς δὲ σιτούμενοι καὶ ἀκρόδρυα.
仲間たちを葬り、ポセイドンに神殿を建てて、私たちはこの生活を送っています。 野菜を栽培し、魚や果物を食べて。
πολλὴ δέ, ὡς ὁρᾶτε, ἡ ὕλη, καὶ μὴν καὶ ἀμπέλους ἔχει πολλάς, ἀφʼ ὧν ἡδύτατος οἶνος γεννᾶται·
ご覧の通り森は広く、しかも多くの葡萄の木があり、それから非常に甘いワインが造られます。
καὶ τὴν πηγὴν δὲ ἴσως εἴδετε καλλίστου καὶ ψυχροτάτου ὕδατος.
また、非常に美しく冷たい水の泉をあなた方もおそらく見たでしょう。
εὐνὴν δὲ ἀπὸ τῶν φύλλων ποιούμεθα, καὶ πῦρ ἄφθονον καίομεν, καὶ ὄρνεα δὲ θηρεύομεν τὰ εἰσπετόμενα, καὶ ζῶντας ἰχθῦς ἀγρεύομεν ἐξιόντες ἐπὶ τὰ βραγχία τοῦ θηρίου, ἔνθα καὶ λουόμεθα, ὁπόταν ἐπιθυμήσωμεν.
私たちは木の葉で寝床を作り、火を豊富に燃やし、飛び込んでくる鳥を捕まえ、また獣のエラのところに行って生きた魚を獲り、望むときにはそこで入浴もします。
καὶ μὴν καὶ λίμνη οὐ πόρρω ἐστὶν σταδίων εἴκοσι τὴν περίμετρον, ἰχθῦς ἔχουσα παντοδαπούς, ἐν ᾗ καὶ νηχόμεθα καὶ πλέομεν ἐπὶ σκάφους μικροῦ, ὃ ἐγὼ ναυπηγησάμην.
さらに、それほど遠くないところに周囲二十スタディオンの湖があり、そこにはあらゆる種類の魚がいて、そこで私たちは泳いだり、私が造った小さな舟で航海したりしています。
ἔτη δέ ἐστιν ἡμῖν τῆς καταπόσεως ταῦτα ἑπτὰ καὶ εἴκοσι.
私たちが飲み込まれてから、今年で二十七年になります。 」

語釈・文法注

  1. 1.32εἴ ποτε ἀναχάνοι — 接続詞 εἴ に希求法(ἀναχάνοι)が続くことで、過去における反復的条件(「〜するたびにいつでも」)を表している。直説法過去などで示される主節の内容(ここでは ἑωρῶμεν)を時間的に限定する役割を持つ。
  2. 1.32οὔπω δὲ πέντε ὅλους διελθὼν σταδίους — 主節の動詞 εὗρον に対する時間的状況を表す分詞構文。「まだ丸5スタディオンを進まないうちに」と訳され、主動詞の行為が起こる前の段階を指す。
  3. 1.33αὐτῷ σκάφει — 随伴を示す与格(dative of accompaniment)の慣用的表現で、αὐτός と共に用いられて「船ごと」「船もろともに」という意味を表す。
  4. 1.34ἔτη δέ ἐστιν ἡμῖν τῆς καταπόσεως ταῦτα ἑπτὰ καὶ εἴκοσι — ἡμῖν は所有または関係の与格。τῆς καταπόσεως は基準点を示す属格(「飲み込まれた時から数えて」)。「飲み込まれてから、私たちにとってこれらの年は27年である」が直訳で、「私たちが飲み込まれてから27年になる」という意味になる。

この箇所を引用する

ルキアノス, 本当の話 §1.32-1.34. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.32-1.34

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。