Humanitext Reader

琉善 · 真实的故事 §1.32-1.34

海兽腹内的探索与塞浦路斯父子

第 9 段,共 22 段 · 希腊语

内容简介

主人公们在怪鱼腹中探索时,遇到了一对过着自给自足生活并供奉波塞冬的塞浦路斯人父子,双方互相倾诉了各自离奇的遭遇。

§1.32τότε μὲν οὖν ἐπὶ πολὺ ἐδακρύομεν, ὕστερον δὲ ἀναστήσαντες τοὺς ἑταίρους τὴν μὲν ναῦν ὑπεστηρίξαμεν, αὐτοὶ δὲ τὰ πυρεῖα συντρίψαντες καὶ ἀνακαύσαντες δεῖπνον ἐκ τῶν παρόντων ἐποιούμεθα.
那时,我们痛哭了好一阵子。 但后来,我让同伴们振作起来,支好了船只,我们自己摩擦生火、点燃炉火,用现有的东西准备了晚餐。
παρέκειτο δὲ ἄφθονα καὶ παντοδαπὰ κρέα τῶν ἰχθύων, καὶ ὕδωρ ἔτι τὸ ἐκ τοῦ Ἑωσφόρου εἴχομεν.
身旁有充裕且各式各样的鱼肉,而且我们还有从启明星带来的水。
τῇ ἐπιούσῃ δὲ διαναστάντες, εἴ ποτε ἀναχάνοι τὸ κῆτος, ἑωρῶμεν ἄλλοτε μὲν ὄρη, ἄλλοτε δὲ μόνον τὸν οὐρανόν, πολλάκις δὲ καὶ νήσους· καὶ γὰρ ᾐσθανόμεθα φερομένου αὐτοῦ ὀξέως πρὸς πᾶν μέρος τῆς θαλάττης.
第二天醒来,每当怪鱼张开嘴时,我们有时能看到山峦,有时只能看到天空,常常还能看到岛屿;因为我们感觉到它正向海洋的各个方向快速移动。
ἐπεὶ δὲ ἤδη ἐθάδες τῇ διατριβῇ ἐγενόμεθα, λαβὼν ἑπτὰ τῶν ἑταίρων ἐβάδιζον ἐς τὴν ὕλην περισκοπήσασθαι τὰ πάντα βουλόμενος.
当我们已经习惯了这里的生活时,我带着七个同伴向森林走去,想要打探一下周围的一切。
οὔπω δὲ πέντε ὅλους διελθὼν σταδίους εὗρον ἱερὸν Ποσειδῶνος, ὡς ἐδήλου ἡ ἐπιγραφή, καὶ μετʼ οὐ πολὺ καὶ τάφους πολλοὺς καὶ στήλας ἐπʼ αὐτῶν πλησίον τε πηγὴν ὕδατος διαυγοῦς, ἔτι δὲ καὶ κυνὸς ὑλακὴν ἠκούομεν καὶ καπνὸς ἐφαίνετο πόρρωθεν καί τινα καὶ ἔπαυλιν εἰκάζομεν.
还没走满整整五斯塔迪翁,我就发现了一座波塞冬的神庙——如碑文所示,不久又在附近看见了许多坟墓和墓碑,旁边还有一口清澈的泉水;此外,我们还听到了狗吠声,并看到远处有烟升起,我们猜测那里有什么住处。
§1.33σπουδῇ οὖν βαδίζοντες ἐφιστάμεθα πρεσβύτῃ καὶ νεανίσκῳ μάλα προθύμως πρασιάν τινα ἐργαζομένοις καὶ ὕδωρ ἀπὸ τῆς πηγῆς ἐπʼ αὐτὴν διοχετεύουσιν· ἡσθέντες οὖν ἅμα καὶ φοβηθέντες ἔστημεν·
于是,我们急行军般赶过去,迎面遇见了一位老人和一个年轻人,他们正非常卖力地开垦着一片菜园,并从泉水引水浇灌;我们既欣喜又害怕,便停下了脚步。
κἀκεῖνοι δὲ ταὐτὸ ἡμῖν ὡς τὸ εἰκὸς παθόντες ἄναυδοι παρειστήκεσαν·
而他们自然也和我们一样,呆若木鸡地站在一旁。
χρόνῳ δὲ ὁ πρεσβύτης ἔφη, Τίνες ὑμεῖς ἄρα ἐστέ, ὦ ξένοι;
过了一会儿,老人开口说道:“陌生人,你们到底是谁?
πότερον τῶν ἐναλίων δαιμόνων ἢ ἄνθρωποι δυστυχεῖς ἡμῖν παραπλήσιοι;
是海中的神灵,还是和我们一样不幸的凡人?
καὶ γὰρ ἡμεῖς ἄνθρωποι ὄντες καὶ ἐν γῇ τραφέντες νῦν θαλάττιοι γεγόναμεν καὶ συννηχόμεθα τῷ περιέχοντι τούτῳ θηρίῳ, οὐδʼ ὃ πάσχομεν ἀκριβῶς εἰδότες· τεθνάναι μὲν γὰρ εἰκάζομεν, ζῆν δὲ πιστεύομεν.
因为我们也是人类,在陆地上长大,如今却成了海洋居民,在这只包围着我们的巨兽腹中一同漂浮,甚至无法确知自己的境遇;因为我们猜测自己已经死了,却又相信自己还活着。
πρὸς ταῦτα ἐγὼ εἶπον· Καὶ ἡμεῖς τοι ἄνθρωποι, νεήλυδες μέν, ὦ πάτερ, αὐτῷ σκάφει πρῴην καταποθέντες, προήλθομεν δὲ νῦν βουλόμενοι μαθεῖν τὰ ἐν τῇ ὕλῃ ὡς ἔχει· πολλὴ γάρ τις καὶ λάσιος ἐφαίνετο.
”对此我回答道:“父亲,我们确实也是人类,是新来的,前几天连船一起被吞了进来,现在走出来是想了解一下这片森林里的情况,因为它看起来非常大而且茂密。
δαίμων δέ τις, ὡς ἔοικεν, ἡμᾶς ἤγαγεν σέ τε ὀψομένους καὶ εἰσομένους ὅτι μὴ μόνοι ἐν τῷδε καθείργμεθα τῷ θηρίῳ·
看来是某位神灵引导我们来见你,并让我们知道,我们并不是唯一被关在这巨兽腹中的人。
ἀλλὰ φράσον γε ἡμῖν τὴν σαυτοῦ τύχην, ὅστις τε ὢν καὶ ὅπως δεῦρο εἰσῆλθες.
不过,请告诉我们你自己的身世,你究竟是谁,又是如何来到这里的。
ὁ δὲ οὐ πρότερον ἔφη ἐρεῖν οὐδὲ πεύσεσθαι παρʼ ἡμῶν, πρὶν ξενίων τῶν παρόντων μεταδοῦναι, καὶ λαβὼν ἡμᾶς ἦγεν ἐπὶ τὴν οἰκίαν — ἐπεποίητο δὲ αὐτάρκη καὶ στιβάδας ἐνῳκοδόμητο καὶ τὰ ἄλλα ἐξήρτιστο — παραθεὶς δὲ ἡμῖν λάχανά τε καὶ ἀκρόδρυα καὶ ἰχθῦς, ἔτι δὲ καὶ οἶνον ἐγχέας, ἐπειδὴ ἱκανῶς ἐκορέσθημεν, ἐπυνθάνετο ἃ πεπόνθοιμεν·
”但他表示,在分享现有的款待之前,他既不愿说,也不愿向我们打听,于是他领着我们来到了他的住所——这里建得足供自给,里面搭好了草榻,其他用具也一应俱全。 他给我们端上了蔬菜、水果和鱼,还倒上了酒。 等我们吃饱喝足之后,他便询问我们遭遇了什么。
κἀγὼ πάντα ἑξῆς διηγησάμην, τόν τε χειμῶνα καὶ τὰ ἐν τῇ νήσῳ καὶ τὸν ἐν τῷ ἀέρι πλοῦν, καὶ τὸν πόλεμον, καὶ τὰ ἄλλα μέχρι τῆς εἰς τὸ κῆτος καταδύσεως.
我便把一切原原本本地叙述了一遍:风暴、岛上的经历、在空中的航行、战争,以及直到沉入怪鱼腹中的其他一切。
§1.34ὁ δὲ ὑπερθαυμάσας καὶ αὐτὸς ἐν μέρει τὰ καθʼ αὑτὸν διεξῄει λέγων, Τὸ μὲν γένος εἰμί, ὦ ξένοι, Κύπριος, ὁρμηθεὶς δὲ κατʼ ἐμπορίαν ἀπὸ τῆς πατρίδος μετὰ παιδός, ὃν ὁρᾶτε, καὶ ἄλλων πολλῶν οἰκετῶν ἔπλεον εἰς Ἰταλίαν ποικίλον φόρτον κομίζων ἐπὶ νεῶς μεγάλης, ἣν ἐπὶ στόματι τοῦ κήτους διαλελυμένην ἴσως ἑωράκατε.
他听后无比惊异,也轮到他讲述自己的经历,说道:“陌生人们,我本是塞浦路斯人。 为了经商,我带着你们看到的这个儿子和许多其他仆人从祖国出发,乘坐一艘大船前往意大利,运载着各式各样的货物——那艘船你们或许已经在怪鱼的口部看到它破碎的样子了。
μέχρι μὲν οὖν Σικελίας εὐτυχῶς διεπλεύσαμεν· ἐκεῖθεν δὲ ἁρπασθέντες ἀνέμῳ σφοδρῷ τριταῖοι ἐς τὸν ὠκεανὸν ἀπηνέχθημεν, ἔνθα τῷ κήτει περιτυχόντες καὶ αὔτανδροι καταποθέντες δύο ἡμεῖς μόνοι, τῶν ἄλλων ἀποθανόντων, ἐσώθημεν.
直到西西里岛,我们的航行都很顺利;但从那里起,我们被狂风卷走,在第三天被吹到了大洋中。 在那里我们遭遇了怪鱼,连人带船被吞了进去,其他人都死了,只有我们两人幸存。
θάψαντες δὲ τοὺς ἑταίρους καὶ ναὸν τῷ Ποσειδῶνι δειμάμενοι τουτονὶ τὸν βίον ζῶμεν, λάχανα μὲν κηπεύοντες, ἰχθῦς δὲ σιτούμενοι καὶ ἀκρόδρυα.
埋葬了同伴并为波塞冬建了一座神庙后,我们便过着这样的生活:种植蔬菜,以鱼和水果为食。
πολλὴ δέ, ὡς ὁρᾶτε, ἡ ὕλη, καὶ μὴν καὶ ἀμπέλους ἔχει πολλάς, ἀφʼ ὧν ἡδύτατος οἶνος γεννᾶται· καὶ τὴν πηγὴν δὲ ἴσως εἴδετε καλλίστου καὶ ψυχροτάτου ὕδατος.
如你们所见,这片森林很大,而且还有许多葡萄藤,能酿出极甜美的美酒;你们或许也看到了那口极美极凉的泉水。
εὐνὴν δὲ ἀπὸ τῶν φύλλων ποιούμεθα, καὶ πῦρ ἄφθονον καίομεν, καὶ ὄρνεα δὲ θηρεύομεν τὰ εἰσπετόμενα, καὶ ζῶντας ἰχθῦς ἀγρεύομεν ἐξιόντες ἐπὶ τὰ βραγχία τοῦ θηρίου, ἔνθα καὶ λουόμεθα, ὁπόταν ἐπιθυμήσωμεν.
我们用树叶作床,燃烧充足的篝火,捕捉飞进来的鸟类,还走到巨兽的鳃部去捕捞活鱼,想洗澡时也在那里洗。
καὶ μὴν καὶ λίμνη οὐ πόρρω ἐστὶν σταδίων εἴκοσι τὴν περίμετρον, ἰχθῦς ἔχουσα παντοδαπούς, ἐν ᾗ καὶ νηχόμεθα καὶ πλέομεν ἐπὶ σκάφους μικροῦ, ὃ ἐγὼ ναυπηγησάμην.
此外,不远处还有一个周长二十斯塔迪翁的湖,里面有各种鱼类,我们就在里面游泳,并乘坐我自己造的一只小船航行。
ἔτη δέ ἐστιν ἡμῖν τῆς καταπόσεως ταῦτα ἑπτὰ καὶ εἴκοσι.
从我们被吞进来算起,今年已经是第二十七个年头了。 ”

词汇与语法注释

  1. 1.32εἴ ποτε ἀναχάνοι — 连词 εἴ 后接 Optative(ἀναχάνοι),表示过去发生的重复性条件(“每当……时”)。它在时间上限定了直说过去时主句的行为(在此为 ἑωρῶμεν)。
  2. 1.32οὔπω δὲ πέντε ὅλους διελθὼν σταδίους — 表示主句动词 εὗρον 发生时时间状况的分词结构。译为“还没走满整整五斯塔迪翁”,指代主句动词行为发生之前的阶段。
  3. 1.33αὐτῷ σκάφει — 表示随伴与格(dative of accompaniment)的惯用表达,与 αὐτός 连用,表示“连同船只本身”或“连人带船”。
  4. 1.34ἔτη δέ ἐστιν ἡμῖν τῆς καταπόσεως ταῦτα ἑπτὰ καὶ εἴκοσι — ἡμῖν 是所有或关系与格。τῆς καταπόσεως 是表示基准点的属格(“自被吞入算起”)。直译为“自被吞入以来,这些年份对我们而言是二十七年”,意即“我们被吞进来已经有二十七年了”。

引用这一段

琉善, 真实的故事 §1.32-1.34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.32-1.34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。