§1.29ἤδη δὲ καὶ οἱ Ἱππόγυποι ἀπεληλύθεσαν.
そして今や馬鷲騎士たちも立ち去っていた。
πλεύσαντες δὲ τὴν ἐπιοῦσαν νύκτα καὶ ἡμέραν, περὶ ἑσπέραν ἀφικόμεθα ἐς τὴν Λυχνόπολιν καλουμένην, ἤδη τὸν κάτω πλοῦν διώκοντες.
続く夜と昼を航行して、私たちは夕方頃、リュクノポリスと呼ばれる都市に到着した。 この時すでに私たちは下りの航路を進んでいた。
ἡ δὲ πόλις αὕτη κεῖται μεταξὺ τοῦ Πλειάδων καὶ τοῦ Ὑάδων ἀέρος, ταπεινοτέρα μέντοι πολὺ τοῦ ζῳδιακοῦ.
この都市はプレアデスとヒュアデスの大気の間に位置しているが、黄道帯よりはずっと低いところにある。
ἀποβάντες δὲ ἄνθρωπον μὲν οὐδένα εὕρομεν, λύχνους δὲ πολλοὺς περιθέοντας καὶ ἐν τῇ ἀγορᾷ καὶ περὶ τὸν λιμένα διατρίβοντας, τοὺς μὲν μικροὺς καὶ ὥσπερ πένητας, ὀλίγους δὲ τῶν μεγάλων καὶ δυνατῶν πάνυ λαμπροὺς καὶ περιφανεῖς.
上陸したものの、人間は一人も見つからず、多くの灯火が広場を走り回り、港のあたりで時を過ごしているのを目にした。 あるものは小さく、いわば貧民のようであり、少数の、大きく力あるものは非常に輝かしく目立っていた。
οἰκήσεις δὲ αὐτοῖς καὶ λυχνεῶνες ἰδίᾳ ἑκάστῳ πεποίηντο, καὶ αὐτοὶ ὀνόματα εἶχον, ὥσπερ οἱ ἄνθρωποι, καὶ φωνὴν προϊεμένων ἠκούομεν, καὶ οὐδὲν ἡμᾶς ἠδίκουν, ἀλλὰ καὶ ἐπὶ ξένια ἐκάλουν·
彼らには住居とランプ掛けが個々に作られており、彼ら自身も人間のように名前を持っていた。 そして私たちは彼らが声を出すのを聞き、彼らは私たちに何の害も加えず、むしろもてなしに招待してくれた。
ἡμεῖς δὲ ὅμως ἐφοβούμεθα, καὶ οὔτε δειπνῆσαι οὔτε ὑπνῶσαί τις ἡμῶν ἐτόλμησεν.
しかし私たちはやはり恐ろしくて、私たちのうち誰も夕食をとることも眠ることもあえてしなかった。
ἀρχεῖα δὲ αὐτοῖς ἐν μέσῃ τῇ πόλει πεποίηται, ἔνθα ὁ ἄρχων αὐτῶν διὰ νυκτὸς ὅλης κάθηται ὀνομαστὶ καλῶν ἕκαστον·
街の中央には彼らの官衙が建てられており、そこでは彼らの執政官が夜通し座って、一人一人を名前で呼び出している。
ὃς δʼ ἂν μὴ ὑπακούσῃ, καταδικάζεται ἀποθανεῖν ὡς λιπὼν τὴν τάξιν·
応じない者は、職務を放棄した者として死刑を宣告される。
ὁ δὲ θάνατός ἐστι σβεσθῆναι.
そして、その死とは消されることである。
παρεστῶτες δὲ ἡμεῖς ἑωρῶμεν τὰ γινόμενα καὶ ἠκούομεν ἅμα τῶν λύχνων ἀπολογουμένων καὶ τὰς αἰτίας λεγόντων διʼ ἃς ἐβράδυνον.
傍らに立って私たちは起こっていることを見ており、同時に、遅れた理由を弁明する灯火たちの声を聞いていた。
ἔνθα καὶ τὸν ἡμέτερον λύχνον ἐγνώρισα, καὶ προσειπὼν αὐτὸν περὶ τῶν κατʼ οἶκον ἐπυνθανόμην ὅπως ἔχοιεν· ὁ δέ μοι ἅπαντα ἐκεῖνα διηγήσατο.
そこで私は自分たちの灯火をも見分け、それに声をかけて家の人々がどうしているか尋ねたところ、それは私にそのすべてを語ってくれた。
τὴν μὲν οὖν νύκτα ἐκείνην αὐτοῦ ἐμείναμεν, τῇ δὲ ἐπιούσῃ ἄραντες ἐπλέομεν ἤδη πλησίον τῶν νεφῶν·
さて、その夜はそこに留まり、翌日に錨を上げて、今や雲の近くを航行した。
ἔνθα δὴ καὶ τὴν Νεφελοκοκκυγίαν πόλιν ἰδόντες ἐθαυμάσαμεν, οὐ μέντοι ἐπέβημεν αὐτῆς·
そこでまさに、ネペロコックギアの都市を見て驚嘆したが、上陸はしなかった。
οὐ γὰρ εἴα τὸ πνεῦμα.
風がそれを許さなかったからである。
βασιλεύειν μέντοι αὐτῶν ἐλέγετο Κόρωνος ὁ Κοττυφίωνος.
もっとも、彼らを支配しているのはコッテュピオーンの子コローノスであると言われていた。
καὶ ἐγὼ ἐμνήσθην Ἀριστοφάνους τοῦ ποιητοῦ, ἀνδρὸς σοφοῦ καὶ ἀληθοῦς καὶ μάτην ἐφʼ οἷς ἔγραψεν ἀπιστουμένου.
そして私は詩人アリストパネスのことを思い出した。 彼は賢明で真実を語る人であり、自分が書いたことのためにいわれなく疑われていたのである。
τρίτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ καὶ τὸν ὠκεανὸν ἤδη σαφῶς ἑωρῶμεν, γῆν δὲ οὐδαμοῦ, πλήν γε τῶν ἐν τῷ ἀέρι·
この日から三日目に、私たちは今や海をはっきりと目にし、大気の中にあるもの以外にはどこにも陸地は見えなかった。
καὶ αὐταὶ δὲ πυρώδεις καὶ ὑπεραυγεῖς ἐφαντάζοντο.
そして、それらの陸地も火のようで非常にまばゆく見えた。
τῇ τετάρτῃ δὲ περὶ μεσημβρίαν μαλακῶς ἐνδιδόντος τοῦ πνεύματος καὶ συνιζάνοντος ἐπὶ τὴν θάλατταν καθείθημεν.
四日目の正午頃、風が穏やかに弱まり凪いできたため、私たちは海へと降下していった。
§1.30ὡς δὲ τοῦ ὕδατος ἐψαύσαμεν, θαυμασίως ὑπερηδόμεθα καὶ ὑπερεχαίρομεν καὶ πᾶσαν ἐκ τῶν παρόντων εὐφροσύνην ἐποιούμεθα καὶ ἀποβάντες ἐνηχόμεθα·
水に触れたとき、私たちは素晴らしく大喜びし、大はしゃぎして、現在の状況から得られる限りの喜びを尽くし、船から下りて泳ぎ回った。
καὶ γὰρ ἔτυχε γαλήνη οὖσα καὶ εὐσταθοῦν τὸ πέλαγος.
というのも、たまたま凪であり、海は穏やかだったからである。
ἔοικε δὲ ἀρχὴ κακῶν μειζόνων γίνεσθαι πολλάκις ἡ πρὸς τὸ βέλτιον μεταβολή·
しかし、好転というものはしばしば、より大きな災いの始まりとなるもののようである。
καὶ γὰρ ἡμεῖς δύο μόνας ἡμέρας ἐν εὐδίᾳ πλεύσαντες, τῆς τρίτης ὑποφαινούσης πρὸς ἀνίσχοντα τὸν ἥλιον ἄφνω ὁρῶμεν θηρία καὶ κήτη πολλὰ μὲν καὶ ἄλλα, ἓν δὲ μέγιστον ἁπάντων ὅσον σταδίων χιλίων καὶ πεντακοσίων τὸ μέγεθος·
というのも、私たちが穏やかな天気の中をわずか二日間航行しただけで、三日目の夜が明けて太陽が昇る頃、突然私たちは多くの様々な獣や海の怪獣を目にし、そのうちの一つは、大きさにして千五百スタディオンもある、すべてのうちで最大のものであった。
ἐπῄει δὲ κεχηνὸς καὶ πρὸ πολλοῦ ταράττον τὴν θάλατταν ἀφρῷ τε περικλυζόμενον καὶ τοὺς ὀδόντας ἐκφαῖνον πολὺ τῶν παρʼ ἡμῖν φαλλῶν ὑψηλοτέρους, ὀξεῖς δὲ πάντας ὥσπερ σκόλοπας καὶ λευκοὺς ὥσπερ ἐλεφαντίνους.
それは口を開けて進んできて、遠くから海をかき乱し、泡に包まれ、私たちのところにあるファルスよりもはるかに高く、皆杭のように鋭く、象牙のように白い歯をむき出していた。
ἡμεῖς μὲν οὖν τὸ ὕστατον ἀλλήλους προσειπόντες καὶ περιβαλόντες ἐμένομεν·
そこで私たちは、最後にお互いに言葉を交わし、抱き合って待っていた。
τὸ δὲ ἤδη παρῆν καὶ ἀναρροφῆσαν ἡμᾶς αὐτῇ νηὶ κατέπιεν.
怪獣はすでに目の前に来ており、船ごと私たちを吸い込んで飲み込んだ。
οὐ μέντοι ἔφθη συναράξαι τοῖς ὀδοῦσιν, ἀλλὰ διὰ τῶν ἀραιωμάτων ἡ ναῦς ἐς τὸ ἔσω διεξέπεσεν.
もっとも、歯で噛み砕くには及ばず、船は歯の隙間を通って奥深くへと滑り落ちていった。
§1.31ἐπεὶ δὲ ἔνδον ἦμεν, τὸ μὲν πρῶτον σκότος ἦν καὶ οὐδὲν ἑωρῶμεν, ὕστερον δὲ αὐτοῦ ἀναχανόντος εἴδομεν κύτος μέγα καὶ πάντῃ πλατὺ καὶ ὑψηλόν, ἱκανὸν μυριάνδρῳ πόλει ἐνοικεῖν.
中に入ると、最初は暗闇で何も見えなかったが、その後、怪獣が口を開けると、幅も高さもすべてにおいて広大で、一万人の住む都市が生活できるほど大きな空間が見えた。
ἔκειντο δὲ ἐν μέσῳ καὶ μεγάλοι καὶ μικροὶ ἰχθύες καὶ ἄλλα πολλὰ θηρία συγκεκομμένα, καὶ πλοίων ἱστία καὶ ἄγκυραι, καὶ ἀνθρώπων ὀστέα καὶ φορτία, κατὰ μέσον δὲ καὶ γῆ καὶ λόφοι ἦσαν, ἐμοὶ δοκεῖν, ἐκ τῆς ἰλύος ἣν κατέπινε συνιζάνουσα.
中央には、大小の魚や、その他多くのバラバラになった獣たち、船のマストや錨、人間の骨や荷物が横たわっていた。 また、中央のあたりには土地や丘さえもあり、私の思うに、怪獣が飲み込んだ泥が沈殿して堆積したものだった。
ὕλη γοῦν ἐπʼ αὐτῆς καὶ δένδρα παντοῖα ἐπεφύκει καὶ λάχανα ἐβεβλαστήκει, καὶ ἐῴκει πάντα ἐξειργασμένοις·
実際、その上には森やあらゆる種類の木が生い茂り、野菜が芽吹いており、すべて耕作地のようであった。
περίμετρον δὲ τῆς γῆς στάδιοι διακόσιοι καὶ τεσσαράκοντα.
その陸地の周囲は二百四十スタディオンであった。
ἦν δὲ ἰδεῖν καὶ ὄρνεα θαλάττια, λάρους καὶ ἀλκυόνας, ἐπὶ τῶν δένδρων νεοττεύοντα.
また、海鳥たち、すなわちカモメやカワセミが木々の上に巣を作っているのも見られた。