§1.24ἀπομύττονται δὲ μέλι δριμύτατον·
また、彼らが鼻をかむと、非常に刺激の強い蜂蜜が出る。
κἀπειδὰν ἢ πονῶσιν ἢ γυμνάζωνται, γάλακτι πᾶν τὸ σῶμα ἱδροῦσιν, ὥστε καὶ τυροὺς ἀπʼ αὐτοῦ πήγνυσθαι, ὀλίγον τοῦ μέλιτος ἐπιστάξαντες·
そして、働くか運動をする時には、全身に牛乳の汗をかくので、そこに蜂蜜を少し滴らせば、それからチーズを固めることさえできる。
ἔλαιον δὲ ποιοῦνται ἀπὸ τῶν κρομμύων πάνυ λιπαρόν τε καὶ εὐῶδες ὥσπερ μύρον.
また、彼らは玉ねぎから、香油のように非常に油分に富み、かつ香りのよい油を作る。
ἀμπέλους δὲ πολλὰς ἔχουσιν ὑδροφόρους·
さらに、彼らは水を多く含んだ葡萄の木をたくさん持っている。
αἱ γὰρ ῥᾶγες τῶν βοτρύων εἰσὶν ὥσπερ χάλαζα, καί, ἐμοὶ δοκεῖν, ἐπειδὰν ἐμπεσὼν ἄνεμος διασείσῃ τὰς ἀμπέλους ἐκείνας, τότε πρὸς ἡμᾶς καταπίπτει ἡ χάλαζα διαρραγέντων τῶν βοτρύων.
というのも、葡萄の房の粒はまるで雹のようであり、私の思うところでは、風が吹き込んでそれらの葡萄の木を揺さぶる時に、房が破れて、その雹が私たちのところへ降ってくるのである。
τῇ μέντοι γαστρὶ ὅσα πήρᾳ χρῶνται τιθέντες ἐν αὐτῇ ὅσων δέονται·
ところで、彼らは腹を袋のように使い、必要なものを何でもその中に入れる。
ἀνοικτὴ γὰρ αὐτοῖς αὕτη καὶ πάλιν κλειστή ἐστιν·
というのも、彼らの腹は開くことも、再び閉じることもできるからである。
ἐντέρων δὲ οὐδὲν ὑπάρχειν αὐτῇ φαίνεται, ἢ τοῦτο μόνον, ὅτι δασεῖα πᾶσα ἔντοσθε καὶ λάσιός ἐστιν, ὥστε καὶ τὰ νεογνά, ἐπειδὰν ῥῖγος ᾖ, ἐς ταύτην ὑποδύεται.
腹の中には腸などは全くないようで、ただ、内部全体が毛深く、ふさふさしている。 そのため、新生児たちは、寒くなるとその中に入り込むほどである。
§1.25ἐσθὴς δὲ τοῖς μὲν πλουσίοις ὑαλίνη μαλθακή, τοῖς πένησι δὲ χαλκῆ ὑφαντή·
服については、富者は柔らかいガラス製のものを、貧者は織られた銅製のものを着ている。
πολύχαλκα γὰρ τὰ ἐκεῖ χωρία, καὶ ἐργάζονται τὸν χαλκὸν ὕδατι ἀποβρέξαντες ὥσπερ τὰ ἔρια.
というのも、あそこの土地は銅が豊富であり、彼らは羊毛のように水に浸して銅を加工するからである。
περὶ μέντοι τῶν ὀφθαλμῶν, οἵους ἔχουσιν, ὀκνῶ μὲν εἰπεῖν, μή τίς με νομίσῃ ψεύδεσθαι διὰ τὸ ἄπιστον τοῦ λόγου.
もっとも、彼らがどのような目を持っているかについては、話が信じがたいために誰かに嘘つきだと思われないかと、語るのを躊躇してしまう。
ὅμως δὲ καὶ τοῦτο ἐρῶ·
それでも、これも話してしまおう。
τοὺς ὀφθαλμοὺς περιαιρετοὺς ἔχουσι, καὶ ὁ βουλόμενος ἐξελὼν τοὺς αὑτοῦ φυλάττει ἔστʼ ἂν δεηθῇ ἰδεῖν·
彼らは取り外し可能な目を持っており、望む者は自分の目を取り出して、見る必要が生じるまで保管しておく。
οὕτω δὲ ἐνθέμενος ὁρᾷ·
そして、そのようにして目をはめ込んで見るのである。
καὶ πολλοὶ τοὺς σφετέρους ἀπολέσαντες παρʼ ἄλλων χρησάμενοι ὁρῶσιν.
自分の目を失くして、他人のものを借りて見ている者も多い。
εἰσὶ δʼ οἳ καὶ πολλοὺς ἀποθέτους ἔχουσιν, οἱ πλούσιοι.
富者たちの中には、予備をたくさん蓄えている者もいる。
τὰ ὦτα δὲ πλατάνων φύλλα ἐστὶν αὐτοῖς πλήν γε τοῖς ἀπὸ τῶν βαλάνων· ἐκεῖνοι γὰρ μόνοι ξύλινα ἔχουσιν.
また、彼らの耳はプラタナスの葉であるが、ドングリから生まれた者たちは例外で、彼らだけは木製の耳を持っている。
§1.26καὶ μὴν καὶ ἄλλο θαῦμα ἐν τοῖς βασιλείοις ἐθεασάμην·
さらに、私に宮殿でもう一つの奇跡を目撃した。
κάτοπτρον μέγιστον κεῖται ὑπὲρ φρέατος οὐ πάνυ βαθέος.
それほど深くはない井戸の上に、非常に大きな鏡が置かれているのである。
ἂν μὲν οὖν εἰς τὸ φρέαρ καταβῇ τις, ἀκούει πάντων τῶν παρʼ ἡμῖν ἐν τῇ γῇ λεγομένων, ἐὰν δὲ εἰς τὸ κάτοπτρον ἀποβλέψῃ, πάσας μὲν πόλεις, πάντα δὲ ἔθνη ὁρᾷ ὥσπερ ἐφεστὼς ἑκάστοις·
したがって、もし誰かがその井戸に下りるなら、私たちのところで、すなわち地球上で語られているすべてのことを聞き取ることができる。 そして、もしその鏡を見上げるなら、すべての都市、すべての民族を、まるでそれぞれのすぐそばに立っているかのように見ることができる。
τότε καὶ τοὺς οἰκείους ἐγὼ ἐθεασάμην καὶ πᾶσαν τὴν πατρίδα, εἰ δὲ κἀκεῖνοι ἐμὲ ἑώρων, οὐκέτι ἔχω τὸ ἀσφαλὲς εἰπεῖν.
その時、私も自分の家族や祖国全体を目にしたが、彼らも私を見ていたかどうかについては、もはや確信を持って言うことができない。
ὅστις δὲ ταῦτα μὴ πιστεύει οὕτως ἔχειν, ἄν ποτε καὶ αὐτὸς ἐκεῖσε ἀφίκηται, εἴσεται ὡς ἀληθῆ λέγω.
このことがその通りであると信じない者も、いつか自分自身があそこへ行くことがあれば、私が真実を語っていることを知るであろう。
§1.27τότε δʼ οὖν ἀσπασάμενοι τὸν βασιλέα καὶ τοὺς ἀμφʼ αὐτόν, ἐμβάντες ἀνήχθημεν·
さて、その時に私たちは王と彼の周囲の人々に挨拶をして、船に乗り込み出航した。
ἐμοὶ δὲ καὶ δῶρα ἔδωκεν ὁ Ἐνδυμίων, δύο μὲν τῶν ὑαλίνων χιτώνων, πέντε δὲ χαλκοῦς, καὶ πανοπλίαν θερμίνην, ἃ πάντα ἐν τῷ κήτει κατέλιπον.
エンデュミオンは私に贈り物をもくれた。 ガラスのキトンを二枚、銅のキトンを五枚、そしてルピナス製の甲冑一式である。 しかし、これらはすべてクジラの中に残してきてしまった。
συνέπεμψε δὲ ἡμῖν καὶ Ἱππογύπους χιλίους παραπέμψοντας ἄχρι σταδίων πεντακοσίων.
彼はまた、五百スタディオンの距離まで私たちを護衛するために、一千騎のヒッポギュポス(馬鷲騎士)を同行させてくれた。
§1.28ἐν δὲ τῷ παράπλῳ πολλὰς μὲν καὶ ἄλλας χώρας παρημείψαμεν, προσέσχομεν δὲ καὶ τῷ Ἑωσφόρῳ ἄρτι συνοικιζομένῳ, καὶ ἀποβάντες ὑδρευσάμεθα.
沿岸を航行する間に、私たちは他の多くの国々を通り過ぎ、新しく植民されたばかりの明けの明星(ヘオスポロス)にも寄港し、上陸して水を補給した。
ἐμβάντες δὲ εἰς τὸν ζῳδιακὸν ἐν ἀριστερᾷ παρῄειμεν τὸν ἥλιον, ἐν χρῷ τὴν γῆν παραπλέοντες·
それから黄道帯に入り、私たちは左手に太陽を、その大地をすぐ近くにかすめるように航行しながら通り過ぎた。
οὐ γὰρ ἀπέβημεν καίτοι πολλὰ τῶν ἑταίρων ἐπιθυμούντων, ἀλλʼ ὁ ἄνεμος οὐκ ἐφῆκεν.
仲間たちが強く望んだにもかかわらず、私たちは上陸しなかった。 風がそれを許さなかったからである。
ἐθεώμεθα μέντοι τὴν χώραν εὐθαλῆ τε καὶ πίονα καὶ εὔυδρον καὶ πολλῶν ἀγαθῶν μεστήν.
しかし、私たちはその土地が青々と茂り、肥沃で、水に恵まれ、多くの良いものに満ちているのを眺めた。
ἰδόντες δʼ ἡμᾶς οἱ Νεφελοκένταυροι, μισθοφοροῦντες παρὰ τῷ Φαέθοντι, ἐπέπτησαν ἐπὶ τὴν ναῦν, καὶ μαθόντες ἐνσπόνδους ἀνεχώρησαν.
ファエトンのもとで雇い兵をしていたネペロケンタウロス(雲ケンタウロス)たちが私たちを見つけると、船へと飛んできたが、私たちが和平の条約下にあることを知ると、引き返していった。