Humanitext Reader

琉善 · 真实的故事 §1.24-1.28

月球窥地镜与离开月球的航行

第 7 段,共 22 段 · 希腊语

内容简介

作者详细描述了月球居民奇特的身理特征以及皇宫中的神奇镜子,随后带着恩底弥翁赠送的礼物启航,踏上经过启明星并紧贴太阳航行的归途。

§1.24ἀπομύττονται δὲ μέλι δριμύτατον· κἀπειδὰν ἢ πονῶσιν ἢ γυμνάζωνται, γάλακτι πᾶν τὸ σῶμα ἱδροῦσιν, ὥστε καὶ τυροὺς ἀπʼ αὐτοῦ πήγνυσθαι, ὀλίγον τοῦ μέλιτος ἐπιστάξαντες· ἔλαιον δὲ ποιοῦνται ἀπὸ τῶν κρομμύων πάνυ λιπαρόν τε καὶ εὐῶδες ὥσπερ μύρον.
当他们擤鼻涕时,会流出极辣的蜂蜜;当他们劳作或运动时,全身会流出牛奶一般的汗水,以至于只要往里面滴一点蜂蜜,甚至能从中凝固出奶酪来;他们还用洋葱制油,非常油润香浓,就像香膏一般。
ἀμπέλους δὲ πολλὰς ἔχουσιν ὑδροφόρους· αἱ γὰρ ῥᾶγες τῶν βοτρύων εἰσὶν ὥσπερ χάλαζα, καί, ἐμοὶ δοκεῖν, ἐπειδὰν ἐμπεσὼν ἄνεμος διασείσῃ τὰς ἀμπέλους ἐκείνας, τότε πρὸς ἡμᾶς καταπίπτει ἡ χάλαζα διαρραγέντων τῶν βοτρύων.
此外,他们有许多含水丰富的葡萄藤;因为葡萄串上的果粒就像冰雹一样,依我看,每当风吹来摇晃那些葡萄藤时,葡萄串便会破裂,冰雹也就随之降落到我们这里。
τῇ μέντοι γαστρὶ ὅσα πήρᾳ χρῶνται τιθέντες ἐν αὐτῇ ὅσων δέονται· ἀνοικτὴ γὰρ αὐτοῖς αὕτη καὶ πάλιν κλειστή ἐστιν· ἐντέρων δὲ οὐδὲν ὑπάρχειν αὐτῇ φαίνεται, ἢ τοῦτο μόνον, ὅτι δασεῖα πᾶσα ἔντοσθε καὶ λάσιός ἐστιν, ὥστε καὶ τὰ νεογνά, ἐπειδὰν ῥῖγος ᾖ, ἐς ταύτην ὑποδύεται.
不过,他们把肚子当作口袋来使用,把需要的一切都放在里面;因为这肚子对他们来说是可以打开又重新关闭的;腹中似乎没有任何内脏,唯独内部全都长满了浓密的毛发,因此,每当天气寒冷时,新生儿甚至会钻进这里。
§1.25ἐσθὴς δὲ τοῖς μὲν πλουσίοις ὑαλίνη μαλθακή, τοῖς πένησι δὲ χαλκῆ ὑφαντή· πολύχαλκα γὰρ τὰ ἐκεῖ χωρία, καὶ ἐργάζονται τὸν χαλκὸν ὕδατι ἀποβρέξαντες ὥσπερ τὰ ἔρια.
至于衣服,富人穿的是柔软的玻璃衣服,穷人穿的是编织的铜衣;因为那里的土地富含铜,他们将铜用水浸软,就像加工羊毛一样来制作它。
περὶ μέντοι τῶν ὀφθαλμῶν, οἵους ἔχουσιν, ὀκνῶ μὲν εἰπεῖν, μή τίς με νομίσῃ ψεύδεσθαι διὰ τὸ ἄπιστον τοῦ λόγου. ὅμως δὲ καὶ τοῦτο ἐρῶ·
不过,关于他们的眼睛是怎样的,我有些犹豫要不要说,免得有人因为这故事难以置信而认为我在撒谎。
τοὺς ὀφθαλμοὺς περιαιρετοὺς ἔχουσι, καὶ ὁ βουλόμενος ἐξελὼν τοὺς αὑτοῦ φυλάττει ἔστʼ ἂν δεηθῇ ἰδεῖν· οὕτω δὲ ἐνθέμενος ὁρᾷ· καὶ πολλοὶ τοὺς σφετέρους ἀπολέσαντες παρʼ ἄλλων χρησάμενοι ὁρῶσιν.
尽管如此,我还是要说:他们拥有可以摘下的眼睛,想要的人就把自己的眼睛取下来保管,直到需要看东西的时候;放入后,他便能看见;许多人弄丢了自己的眼睛,便借用别人的来看。
εἰσὶ δʼ οἳ καὶ πολλοὺς ἀποθέτους ἔχουσιν, οἱ πλούσιοι.
有些人还存着许多备用的,那就是富人。
τὰ ὦτα δὲ πλατάνων φύλλα ἐστὶν αὐτοῖς πλήν γε τοῖς ἀπὸ τῶν βαλάνων· ἐκεῖνοι γὰρ μόνοι ξύλινα ἔχουσιν.
他们的耳朵是悬铃木的叶子,但那些从橡子中生出的人除外;因为只有他们拥有木制的耳朵。
§1.26καὶ μὴν καὶ ἄλλο θαῦμα ἐν τοῖς βασιλείοις ἐθεασάμην· κάτοπτρον μέγιστον κεῖται ὑπὲρ φρέατος οὐ πάνυ βαθέος.
此外,我在皇宫里还看到了另一个奇观:在一口并不很深井的上方,放着一面极大的镜子。
ἂν μὲν οὖν εἰς τὸ φρέαρ καταβῇ τις, ἀκούει πάντων τῶν παρʼ ἡμῖν ἐν τῇ γῇ λεγομένων, ἐὰν δὲ εἰς τὸ κάτοπτρον ἀποβλέψῃ, πάσας μὲν πόλεις, πάντα δὲ ἔθνη ὁρᾷ ὥσπερ ἐφεστὼς ἑκάστοις· τότε καὶ τοὺς οἰκείους ἐγὼ ἐθεασάμην καὶ πᾶσαν τὴν πατρίδα, εἰ δὲ κἀκεῖνοι ἐμὲ ἑώρων, οὐκέτι ἔχω τὸ ἀσφαλὲς εἰπεῖν.
因此,如果有人下到这口井里,他就能听到我们这里在地球上所说的一切;而如果他注视着那面镜子,就能看见所有的城市和所有的民族,就像站在每一个的跟前一样;那时我也看到了我的亲人和整个祖国,但他们是否也看到了我,我已无法确切说明。
ὅστις δὲ ταῦτα μὴ πιστεύει οὕτως ἔχειν, ἄν ποτε καὶ αὐτὸς ἐκεῖσε ἀφίκηται, εἴσεται ὡς ἀληθῆ λέγω.
谁若不信这些事是如此,要是他自己有一天也能到达那里,就会知道我说的是真话。
§1.27τότε δʼ οὖν ἀσπασάμενοι τὸν βασιλέα καὶ τοὺς ἀμφʼ αὐτόν, ἐμβάντες ἀνήχθημεν· ἐμοὶ δὲ καὶ δῶρα ἔδωκεν ὁ Ἐνδυμίων, δύο μὲν τῶν ὑαλίνων χιτώνων, πέντε δὲ χαλκοῦς, καὶ πανοπλίαν θερμίνην, ἃ πάντα ἐν τῷ κήτει κατέλιπον.
当时,我们向国王及其身边的人告别,登船启航;恩底弥翁还送给我礼物:两件玻璃长袍,五件铜长袍,以及一套鲁冰花制的铠甲,而这些我全部留在了鲸鱼腹中。
συνέπεμψε δὲ ἡμῖν καὶ Ἱππογύπους χιλίους παραπέμψοντας ἄχρι σταδίων πεντακοσίων.
他还派了一千名马鹫骑士随行,护送我们走完五百斯塔迪翁的路程。
§1.28ἐν δὲ τῷ παράπλῳ πολλὰς μὲν καὶ ἄλλας χώρας παρημείψαμεν, προσέσχομεν δὲ καὶ τῷ Ἑωσφόρῳ ἄρτι συνοικιζομένῳ, καὶ ἀποβάντες ὑδρευσάμεθα.
在沿岸航行中,我们经过了许多其他地方,也在刚刚开始殖民的启明星靠岸,上陆汲取了淡水。
ἐμβάντες δὲ εἰς τὸν ζῳδιακὸν ἐν ἀριστερᾷ παρῄειμεν τὸν ἥλιον, ἐν χρῷ τὴν γῆν παραπλέοντες· οὐ γὰρ ἀπέβημεν καίτοι πολλὰ τῶν ἑταίρων ἐπιθυμούντων, ἀλλʼ ὁ ἄνεμος οὐκ ἐφῆκεν.
随后我们进入黄道带,从左侧绕过太阳,贴近其陆地航行;虽然同伴们非常渴望,但我们并没有上陆,因为风不允许。
ἐθεώμεθα μέντοι τὴν χώραν εὐθαλῆ τε καὶ πίονα καὶ εὔυδρον καὶ πολλῶν ἀγαθῶν μεστήν.
不过,我们看到那片土地郁郁葱葱、肥沃、水源充足,充满了许多美好的事物。
ἰδόντες δʼ ἡμᾶς οἱ Νεφελοκένταυροι, μισθοφοροῦντες παρὰ τῷ Φαέθοντι, ἐπέπτησαν ἐπὶ τὴν ναῦν, καὶ μαθόντες ἐνσπόνδους ἀνεχώρησαν.
在法厄同手下当雇佣兵的云人马(云肯陶洛斯)看见我们后,便向船飞来,但在得知我们是盟约国成员后,便撤退了。

词汇与语法注释

  1. 1.24ἐμοὶ δοκεῖν — 绝对不定式结构。用作插入语,意为“在我看来”或“依我看”。
  2. 1.25ἔστʼ ἂν δεηθῇ — 由 ἕως(此处为变体 ἔστε)加上 ἄν 以及虚拟语气(不定过去时 δεηθῇ)引导的时间状语从句。表示未来的不确定界限,意为“直到需要……的时候”。
  3. 1.26οὐκέτι ἔχω τὸ ἀσφαλὲς εἰπεῖν — 动词 ἔχω 结合不定式(εἰπεῖν)在此处表示“能够”。带冠词的形容词 τὸ ἀσφαλὲς 用作中性名词,作为 εἰπεῖν 的直接宾语(“说出确定之事”)或用作状语(“确切地说”)。
  4. 1.28ἐν χρῷ — 使用 χρώς(皮肤)与格的介词/副词性习惯用语。直译为“触及皮肤般”,在此指他们在航行时“极贴近”或“擦过”太阳的陆地。

引用这一段

琉善, 真实的故事 §1.24-1.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.24-1.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。