§1.21τοιαύτη μὲν ἡ εἰρήνη ἐγένετο·
このようにして和平が成立した。
εὐθὺς δὲ τὸ τεῖχος καθῃρεῖτο καὶ ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν.
そして直ちに壁は取り壊され、私たち捕虜は返還された。
ἐπεὶ δὲ ἀφικόμεθα ἐς τὴν σελήνην, ὑπηντίαζον ἡμᾶς καὶ ἠσπάζοντο μετὰ δακρύων οἵ τε ἑταῖροι καὶ ὁ Ἐνδυμίων αὐτός.
私たちが月に到着すると、仲間たちとエンデュミオン自身が、涙を流しながら私たちを迎え、抱きしめてくれた。
καὶ ὁ μὲν ἠξίου με μεῖναί τε παρʼ αὐτῷ καὶ κοινωνεῖν τῆς ἀποικίας, ὑπισχνούμενος δώσειν πρὸς γάμον τὸν ἑαυτοῦ παῖδα·
そして彼は私に、自分のところにとどまり、植民に参加するよう求め、自らの子を結婚のために与えることを約束した。
γυναῖκες γὰρ οὐκ εἰσὶ παρʼ αὐτοῖς.
彼らの間には女がいないからである。
ἐγὼ δὲ οὐδαμῶς ἐπειθόμην, ἀλλʼ ἠξίουν ἀποπεμφθῆναι κάτω ἐς τὴν θάλατταν.
しかし私は決して承知せず、下方の海へと送り返してくれるよう求めた。
ὡς δὲ ἔγνω ἀδύνατον ὂν πείθειν, ἀποπέμπει ἡμᾶς ἑστιάσας ἑπτὰ ἡμέρας.
説得するのが不可能であると知ると、彼は私たちを七日間もてなした後に送り出してくれた。
§1.22ἃ δὲ ἐν τῷ μεταξὺ διατρίβων ἐν τῇ σελήνῃ κατενόησα καινὰ καὶ παράδοξα, ταῦτα βούλομαι εἰπεῖν.
ところで、その間に月にとどまりながら私が気づいた、新奇で不思議な事柄を話したいと思う。
πρῶτα μὲν τὸ μὴ ἐκ γυναικῶν γεννᾶσθαι αὐτούς, ἀλλʼ ἀπὸ τῶν ἀρρένων·
まず第一に、彼らは女から生まれるのではなく、男から生まれるということである。
γάμοις γὰρ τοῖς ἄρρεσι χρῶνται καὶ οὐδὲ ὄνομα γυναικὸς ὅλως ἴσασι.
彼らは男同士で結婚し、女という言葉すら全く知らないからである。
μέχρι μὲν οὖν πέντε καὶ εἴκοσι ἐτῶν γαμεῖται ἕκαστος, ἀπὸ δὲ τούτων γαμεῖ αὐτός·
したがって、それぞれ二十五歳までは妻となり、それ以降は自ら夫となる。
κύουσι δὲ οὐκ ἐν τῇ νηδύϊ, ἀλλʼ ἐν ταῖς γαστροκνημίαις·
そして胎児を宿すのは、子宮の中ではなく、ふくらはぎにおいてである。
ἐπειδὰν γὰρ συλλάβῃ τὸ ἔμβρυον, παχύνεται ἡ κνήμη, καὶ χρόνῳ ὕστερον ἀνατεμόντες ἐξάγουσι νεκρά, θέντες δὲ αὐτὰ πρὸς τὸν ἄνεμον κεχηνότα ζῳοποιοῦσιν.
受精するとふくらはぎが太くなり、やがて時が経つと、そこを切り開いて生命のないものを取り出し、それを風に向かって口を開けた状態にして置くことで、命を吹き込むのである。
δοκεῖ δέ μοι καὶ ἐς τοὺς Ἕλληνας ἐκεῖθεν ἥκειν τῆς γαστροκνημίας τοὔνομα, ὅτι παρʼ ἐκείνοις ἀντὶ γαστρὸς κυοφορεῖ.
ふくらはぎを意味する「ガストロクネーミア」という名がギリシア人のところへ伝わったのも、あそこでは子宮の代わりにふくらはぎが妊娠するからではないかと、私には思われる。
μεῖζον δὲ τούτου ἄλλο διηγήσομαι.
しかし、これよりもさらに重大な別のことを話そう。
γένος ἐστὶ παρʼ αὐτοῖς ἀνθρώπων οἱ καλούμενοι Δενδρῖται, γίνεται δὲ τὸν τρόπον τοῦτον.
彼らの間には、デンドリタイと呼ばれる人間の一種がいるが、それは次のような方法で生まれる。
ὄρχιν ἀνθρώπου τὸν δεξιὸν ἀποτεμόντες ἐν γῇ φυτεύουσιν, ἐκ δὲ αὐτοῦ δένδρον ἀναφύεται μέγιστον, σάρκινον, οἷον φαλλός·
人間の右の睾丸を切り取って土の中に植えると、そこから肉質の、まるで男根のような、非常に巨大な樹木が生えてくる。
ἔχει δὲ καὶ κλάδους καὶ φύλλα·
それには枝も葉もある。
ὁ δὲ καρπός ἐστι βάλανοι πηχυαῖοι τὸ μέγεθος.
その果実は、大きさが一ピュクスほどもあるドングリである。
ἐπειδὰν οὖν πεπανθῶσιν, τρυγήσαντες αὐτὰς ἐκκολάπτουσι τοὺς ἀνθρώπους.
それらが熟すと、彼らはそれらを収穫して、中から人間を孵化させるのである。
αἰδοῖα μέντοι πρόσθετα ἔχουσιν, οἱ μὲν ἐλεφάντινα, οἱ δὲ πένητες αὐτῶν ξύλινα, καὶ διὰ τούτων ὀχεύουσι καὶ πλησιάζουσι τοῖς γαμέταις τοῖς ἑαυτῶν.
ただし、彼らは人工の性器を装着しており、ある者は象牙製のものを、貧しい者は木製のものを持ち、これらを用いて交わり、自分たちの配偶者に近づく。
§1.23ἐπειδὰν δὲ γηράσῃ ὁ ἄνθρωπος, οὐκ ἀποθνήσκει, ἀλλʼ ὥσπερ καπνὸς διαλυόμενος ἀὴρ γίνεται.
そして人間は老いると、死ぬのではなく、まるで煙のように消え去って空気となる。
τροφὴ δὲ πᾶσιν ἡ αὐτή·
食事は皆同じである。
ἐπειδὰν γὰρ πῦρ ἀνακαύσωσιν, βατράχους ὀπτῶσιν ἐπὶ τῶν ἀνθράκων·
火を焚くと、炭火の上でカエルを焼く。
πολλοὶ δὲ παρʼ αὐτοῖς εἰσιν ἐν τῷ ἀέρι πετόμενοι·
彼らのところには、空中に飛んでいるカエルが多数いるのである。
ὀπτωμένων δὲ περικαθεσθέντες ὥσπερ δὴ περὶ τράπεζαν κάπτουσι τὸν ἀναθυμιώμενον καπνὸν καὶ εὐωχοῦνται.
それらが焼かれている間、まるで食卓を囲むようにその周りに座り、立ち上る煙を吸い込んで、宴を楽しむのである。
σίτῳ μὲν δὴ τρέφονται τοιούτῳ·
彼らが食べる主食はこのようである。
ποτὸν δὲ αὐτοῖς ἐστιν ἀὴρ ἀποθλιβόμενος εἰς κύλικα καὶ ὑγρὸν ἀνιεὶς ὥσπερ δρόσον.
彼らの飲み物は、杯の中に搾り取られ、露のような液体を出す空気である。
οὐ μὴν ἀπουροῦσίν γε καὶ ἀφοδεύουσιν, ἀλλʼ οὐδὲ τέτρηνται ᾗπερ ἡμεῖς, οὐδὲ τὴν συνουσίαν οἱ παῖδες ἐν ταῖς ἕδραις παρέχουσιν, ἀλλʼ ἐν ταῖς ἰγνύαις ὑπὲρ τὴν γαστροκνημίαν·
もっとも、彼らは排尿も排便もしないし、私たちのように穴が開いているわけでもない。 また、少年たちも尻のところで交わりを提供するのではなく、ふくらはぎの上の、ひざの裏のくぼみにおいて行う。
ἐκεῖ γάρ εἰσι τετρημένοι.
そこに穴が開いているからである。
καλὸς δὲ νομίζεται παρʼ αὐτοῖς ἤν πού τις φαλακρὸς καὶ ἄκομος ᾖ, τοὺς δὲ κομήτας καὶ μυσάττονται.
また彼らの間では、もし禿げていて髪の毛がない者がいれば美男子と見なされ、長髪の者は嫌悪される。
ἐπὶ δὲ τῶν κομητῶν ἀστέρων τοὐναντίον τοὺς κομήτας καλοὺς νομίζουσιν·
これに対して彗星においては、逆に長髪の者が美しいと見なされている。
ἐπεδήμουν γάρ τινες, οἳ καὶ περὶ ἐκείνων διηγοῦντο.
そこからやって来てそのことについて語る者たちがいたからである。
καὶ μὴν καὶ γένεια φύουσιν μικρὸν ὑπὲρ τὰ γόνατα.
さらに、彼らは膝の少し上に髭を生やす。
καὶ ὄνυχας ἐν τοῖς ποσὶν οὐκ ἔχουσιν, ἀλλὰ πάντες εἰσὶν μονοδάκτυλοι.
そして足には爪がなく、全員が指一本である。
ὑπὲρ δὲ τὰς πυγὰς ἑκάστῳ αὐτῶν κράμβη ἐκπέφυκε μακρὰ ὥσπερ οὐρά, θάλλουσα ἐς ἀεὶ καὶ ὑπτίου ἀναπίπτοντος οὐ κατακλωμένη.
また、彼らの各々の臀部の上には、尾のような長いキャベツが生えており、これは常に青々と茂っていて、仰向けに倒れても折れることがない。