Humanitext Reader

ルキアノス · 本当の話 §1.17-1.20

宇宙戦争の終結と太陽と月の和平条約

5 / 22 箇所 · ギリシア語

要旨

戦況はネペロケンタウロイの参戦によって劇的に変化し、セレニタイは敗北し語り手は捕虜となる。その後、双方の間で和平協定が結ばれ、条文が記録される。

§1.17τοιαύτῃ μὲν καὶ ὁ Φαέθων ἐπῄει παρασκευῇ.
このように、ファエトンもまた準備を整えて進軍してきた。
συμμίξαντες δὲ ἐπειδὴ τὰ σημεῖα ἤρθη καὶ ὠγκήσαντο ἑκατέρων οἱ ὄνοι — τούτοις γὰρ ἀντὶ σαλπιστῶν χρῶνται — ἐμάχοντο.
そして両軍が衝突し、合図が掲げられ、双方のロバが閧の声を上げると(彼らはラッパ手の代わりにロバを用いるのである)、彼らは戦った。
καὶ τὸ μὲν εὐώνυμον τῶν Ἡλιωτῶν αὐτίκα ἔφυγεν οὐδʼ εἰς χεῖρας δεξάμενον τοὺς Ἱππογύπους, καὶ ἡμεῖς εἱπόμεθα κτείνοντες·
そしてヘリオタイの左翼は、ヒッポギュポスに手向かいすることもなく直ちに逃走し、私たちは殺戮しながら追跡した。
τὸ δεξιὸν δὲ αὐτῶν ἐκράτει τοῦ ἐπὶ τῷ ἡμετέρῳ εὐωνύμου, καὶ ἐπεξῆλθον οἱ Ἀεροκώνωπες διώκοντες ἄχρι πρὸς τοὺς πεζούς.
しかし彼らの右翼は、私たちの左翼に対して優勢であり、アエロコノペスは歩兵のところまで追撃してきた。
ἐνταῦθα δὲ κἀκείνων ἐπιβοηθούντων ἔφυγον ἐγκλίναντες, καὶ μάλιστα ἐπεὶ ᾔσθοντο τοὺς ἐπὶ τῷ εὐωνύμῳ σφῶν νενικημένους.
だがそこで歩兵たちも救援に駆けつけると、彼らは退却して逃走した。 特に、自分たちの左翼が破れたことを知るやいなや。
τῆς δὲ τροπῆς λαμπρᾶς γεγενημένης πολλοὶ μὲν ζῶντες ἡλίσκοντο, πολλοὶ δὲ καὶ ἀνῃροῦντο, καὶ τὸ αἷμα ἔρρει πολὺ μὲν ἐπὶ τῶν νεφῶν, ὥστε αὐτὰ βάπτεσθαι καὶ ἐρυθρὰ φαίνεσθαι, οἷα παρʼ ἡμῖν δυομένου τοῦ ἡλίου φαίνεται, πολὺ δὲ καὶ εἰς τὴν γῆν κατέσταζεν, ὥστε με εἰκάζειν, μὴ ἄρα τοιούτου τινὸς καὶ πάλαι ἄνω γενομένου Ὅμηρος ὑπέλαβεν αἵματι ὗσαι τὸν Δία ἐπὶ τῷ τοῦ Σαρπηδόνος θανάτῳ.
敗走が決定的なものとなると、多くが生け捕りにされ、多くが殺害された。 そして大量の血が雲の上に流れ、雲は染まって、あたかも私たちの世界で太陽が沈むときのように赤く見えた。 また、血は地上にも大量に滴り落ちたため、私は、かつて天空でこのようなことが起こったからこそ、ホメロスはゼウスがサルペドンの死に際して血の雨を降らせたと考えたのではないか、と推測した。
§1.18ἀναστρέψαντες δὲ ἀπὸ τῆς διώξεως δύο τρόπαια ἐστήσαμεν, τὸ μὲν ἐπὶ τῶν ἀραχνίων τῆς πεζομαχίας, τὸ δὲ τῆς ἀερομαχίας ἐπὶ τῶν νεφῶν.
私たちは追撃から引き返すと、二つの戦勝記念碑を建てた。 一つは蜘蛛の巣の上の歩兵戦のために、もう一つは空中戦のために雲の上に。
ἄρτι δὲ τούτων γινομένων ἠγγέλλοντο ὑπὸ τῶν σκοπῶν οἱ Νεφελοκένταυροι προσελαύνοντες, οὓς ἔδει πρὸ τῆς μάχης ἐλθεῖν τῷ Φαέθοντι.
これらが行われているまさにその時、斥候たちによって、戦いの前にファエトンのもとに到着するはずであったネペロケンタウロイが進軍してくるのが報じられた。
καὶ δὴ ἐφαίνοντο προσιόντες, θέαμα παραδοξότατον, ἐξ ἵππων πτερωτῶν καὶ ἀνθρώπων συγκείμενοι·
そして実際、彼らが近づいてくるのが見えた。 それは極めて奇妙な光景であり、翼のある馬と人間から構成されていた。
μέγεθος δὲ τῶν μὲν ἀνθρώπων ὅσον τοῦ Ῥοδίων κολοσσοῦ ἐξ ἡμισείας ἐς τὸ ἄνω, τῶν δὲ ἵππων ὅσον νεὼς μεγάλης φορτίδος.
人間の大きさは上半身がロドス島の巨像ほどもあり、馬の大きさは巨大な商船ほどもあった。
τὸ μέντοι πλῆθος αὐτῶν οὐκ ἀνέγραψα, μή τῳ καὶ ἄπιστον δόξῃ — τοσοῦτον ἦν.
しかしながら、彼らの数は、誰かに信じがたいと思われるのを恐れて、私は書き記さなかった。 それほどまでに多大であった。
ἡγεῖτο δὲ αὐτῶν ὁ ἐκ τοῦ ζῳδιακοῦ τοξότης.
彼らを率いたのは黄道十二宮の射手座であった。
ἐπεὶ δὲ ᾔσθοντο τοὺς φίλους νενικημένους, ἐπὶ μὲν τὸν Φαέθοντα ἔπεμπον ἀγγελίαν αὖθις ἐπιέναι, αὐτοὶ δὲ διαταξάμενοι τεταραγμένοις ἐπιπίπτουσι τοῖς Σεληνίταις, ἀτάκτως περὶ τὴν δίωξιν καὶ τὰ λάφυρα διεσκεδασμένοις·
彼らは味方が敗れたことを知ると、ファエトンのもとへ再び攻撃を仕掛けるよう伝令を送り、自らは陣形を整えて、追撃と略奪に夢中で秩序なく散り散りになり混乱していたセレニタイに襲いかかった。
καὶ πάντας μὲν τρέπουσιν, αὐτὸν δὲ τὸν βασιλέα καταδιώκουσι πρὸς τὴν πόλιν καὶ τὰ πλεῖστα τῶν ὀρνέων αὐτοῦ κτείνουσιν·
そして全員を敗走させ、王自身を都市へと追いつめ、彼の鳥たちの大部分を殺戮した。
ἀνέσπασαν δὲ καὶ τὰ τρόπαια καὶ κατέδραμον ἅπαν τὸ ὑπὸ τῶν ἀραχνῶν πεδίον ὑφασμένον, ἐμὲ δὲ καὶ δύο τινὰς τῶν ἑταίρων ἐζώγρησαν.
彼らは戦勝記念碑を引き倒し、蜘蛛たちによって織られた平原のすべてを蹂躙し、私と二人の仲間を生け捕りにした。
ἤδη δὲ παρῆν καὶ ὁ Φαέθων καὶ αὖθις ἄλλα τρόπαια ὑπʼ ἐκείνων ἵστατο.
すでにファエトンもそこに到着しており、再び彼らによって別の戦勝記念碑が建てられた。
ἡμεῖς μὲν οὖν ἀπηγόμεθα ἐς τὸν ἥλιον αὐθημερὸν τὼ χεῖρε ὀπίσω δεθέντες ἀραχνίου ἀποκόμματι.
私たちはその日のうちに、蜘蛛の巣の切れ端で両手を後ろに縛られて、太陽へと連行された。
§1.19οἱ δὲ πολιορκεῖν μὲν οὐκ ἔγνωσαν τὴν πόλιν, ἀναστρέψαντες δὲ τὸ μεταξὺ τοῦ ἀέρος ἀπετείχιζον, ὥστε μηκέτι τὰς αὐγὰς ἀπὸ τοῦ ἡλίου πρὸς τὴν σελήνην διήκειν.
彼らは都市を包囲することはしなかったが、引き返して空中の間の空間に壁を築き、太陽からの光線がもはや月に届かないようにした。
τὸ δὲ τεῖχος ἦν διπλοῦν, νεφελωτόν·
その壁は二重の雲でできたものであった。
ὥστε σαφὴς ἔκλειψις τῆς σελήνης ἐγεγόνει καὶ νυκτὶ διηνεκεῖ πᾶσα κατείχετο.
そのため、月は完全な日食状態になり、月全体が絶え間のない夜に支配された。
πιεζόμενος δὲ τούτοις ὁ Ἐνδυμίων πέμψας ἱκέτευε καθαιρεῖν τὸ οἰκοδόμημα καὶ μὴ σφᾶς περιορᾶν ἐν σκότῳ βιοτεύοντας, ὑπισχνεῖτο δὲ καὶ φόρους τελέσειν καὶ σύμμαχος ἔσεσθαι καὶ μηκέτι πολεμήσειν, καὶ ὁμήρους ἐπὶ τούτοις δοῦναι ἤθελεν.
これらに苦しめられたエンデュミオンは、使者を送って、その建造物を取り壊し、自分たちが暗闇の中で生きるのを黙って見過ごさないよう懇願した。 そして、貢納金を支払い、同盟者となり、もはや戦わないことを約束し、これらの条件のために人質を差し出すことも厭わなかった。
οἱ δὲ περὶ τὸν Φαέθοντα γενομένης δὶς ἐκκλησίας τῇ προτεραίᾳ μὲν οὐδὲν παρέλυσαν τῆς ὀργῆς, τῇ ὑστεραίᾳ δὲ μετέγνωσαν, καὶ ἐγένετο ἡ εἰρήνη ἐπὶ τούτοις·
ファエトンの一派は二度にわたって民会を開き、前日には怒りを少しも和らげなかったが、翌日には考えを変え、以下の条件で和平が成立した。
§1.20κατὰ τάδε συνθήκας ἐποιήσαντο Ἡλιῶται καὶ οἱ σύμμαχοι πρὸς Σεληνίτας καὶ τοὺς συμμάχους, ἐπὶ τῷ καταλῦσαι μὲν τοὺς Ἡλιώτας τὸ διατείχισμα καὶ μηκέτι ἐς τὴν σελήνην ἐσβάλλειν, ἀποδοῦναι δὲ καὶ τοὺς αἰχμαλώτους ῥητοῦ ἕκαστον χρήματος, τοὺς δὲ Σεληνίτας ἀφεῖναι μὲν αὐτονόμους τούς γε ἄλλους ἀστέρας, ὅπλα δὲ μὴ ἐπιφέρειν τοῖς Ἡλιώταις, συμμαχεῖν δὲ τῇ ἀλλήλων, ἤν τις ἐπίῃ· φόρον δὲ ὑποτελεῖν ἑκάστου ἔτους τὸν βασιλέα τῶν Σεληνιτῶν τῷ βασιλεῖ τῶν Ἡλιωτῶν δρόσου ἀμφορέας μυρίους, καὶ ὁμήρους δὲ σφῶν αὐτῶν δοῦναι μυρίους, τὴν δὲ ἀποικίαν τὴν ἐς τὸν Ἑωσφόρον κοινῇ ποιεῖσθαι, καὶ μετέχειν τῶν ἄλλων τὸν βουλόμενον· ἐγγράψαι δὲ τὰς συνθήκας στήλῃ ἠλεκτρίνῃ καὶ ἀναστῆσαι ἐν μέσῳ τῷ ἀέρι ἐπὶ τοῖς μεθορίοις.
次の条件に従って、ヘリオタイと同盟軍は、セレニタイと同盟軍との間に協定を結んだ。 すなわち、ヘリオタイは仕切り壁を取り壊し、もはや月へ侵入しないこと、また捕虜を一人につき一定の身代金で返還すること、セレニタイは他の星々を自治のままにしておくこと、ヘリオタイに対して武器を向けないこと、そしてどちらかが攻撃された場合には互いに同盟して戦うこと、セレニタイの王は、ヘリオタイの王に対して、毎年一万アンポラの露の貢納金を支払うこと、また自分たちの中から一万人の人質を差し出すこと、明星への植民は共同で行い、希望する他の者たちもこれに参加させること、この協定を琥珀の碑柱に刻み、国境の空中の中間に建立すること。
ὤμοσαν δὲ Ἡλιωτῶν μὲν Πυρωνίδης καὶ Θερείτης καὶ Φλόγιος, Σεληνιτῶν δὲ Νύκτωρ καὶ Μήνιος καὶ Πολυλάμπης.
ヘリオタイからはピュローニデース、テレイテース、プロギオスが、セレニタイからはニュクトール、メーニオス、ポリュランペースが誓いを立てた。

語釈・文法注

  1. 1.17μὴ ἄρα — `ὥστε με εἰκάζειν, μὴ ἄρα...` と続く箇所で、`μὴ ἄρα`(おそらく〜ではないか)は懸念や推測を含む間接疑問節を導入しており、従属節の動詞 `ὑπέλαβεν`(直説法過去)を伴っています。
  2. 1.18οὓς ἔδει πρὸ τῆς μάχης ἐλθεῖν τῷ Φαέθοντι — 非人称動詞 `ἔδει`(〜すべきであった)が対格不定詞構文(関係代名詞 `οὕς` が `ἐλθεῖν` の意味上の主語)を支配しています。与格 `τῷ Φαέθοντι` は「ファエトンのために(利益の与格)」あるいは「ファエトンのもとに(方向を示す与格)」と解釈されます。
  3. 1.20ἐπὶ τῷ καταλῦσαι μὲν τοὺς Ἡλιώτας τὸ διατείχισμα — 前置詞 `ἐπί` +与格の冠詞付き不定詞(`τῷ καταλῦσαι`)は、「〜するという条件で(条約や協定の条件)」を表します。不定詞の意味上の主語は対格の `τοὺς Ἡλιώτας` です。

この箇所を引用する

ルキアノス, 本当の話 §1.17-1.20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.17-1.20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。