§1.21τοιαύτη μὲν ἡ εἰρήνη ἐγένετο·
和平就这样达成了。
εὐθὺς δὲ τὸ τεῖχος καθῃρεῖτο καὶ ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν.
围墙随即被拆除,我们这些俘虏也被释放了。
ἐπεὶ δὲ ἀφικόμεθα ἐς τὴν σελήνην, ὑπηντίαζον ἡμᾶς καὶ ἠσπάζοντο μετὰ δακρύων οἵ τε ἑταῖροι καὶ ὁ Ἐνδυμίων αὐτός.
当我们抵达月球时,同伴们和恩底弥翁本人都流着泪迎接并拥抱了我们。
καὶ ὁ μὲν ἠξίου με μεῖναί τε παρʼ αὐτῷ καὶ κοινωνεῖν τῆς ἀποικίας, ὑπισχνούμενος δώσειν πρὸς γάμον τὸν ἑαυτοῦ παῖδα· γυναῖκες γὰρ οὐκ εἰσὶ παρʼ αὐτοῖς.
他要求我留在他身边,并共同参与殖民,承诺将他自己的孩子许配给我为妻;因为在他们那里是没有女人的。
ἐγὼ δὲ οὐδαμῶς ἐπειθόμην, ἀλλʼ ἠξίουν ἀποπεμφθῆναι κάτω ἐς τὴν θάλατταν.
但我无论如何也不肯听从,而是请求将我们送回下方的海洋。
ὡς δὲ ἔγνω ἀδύνατον ὂν πείθειν, ἀποπέμπει ἡμᾶς ἑστιάσας ἑπτὰ ἡμέρας.
当他明白无法说服我时,在款待了我们天之后,便送我们启程了。
§1.22ἃ δὲ ἐν τῷ μεταξὺ διατρίβων ἐν τῇ σελήνῃ κατενόησα καινὰ καὶ παράδοξα, ταῦτα βούλομαι εἰπεῖν.
至于在这期间,我逗留在月球上所注意到的新奇而不可思议的事情,我想在这里说一说。
πρῶτα μὲν τὸ μὴ ἐκ γυναικῶν γεννᾶσθαι αὐτούς, ἀλλʼ ἀπὸ τῶν ἀρρένων· γάμοις γὰρ τοῖς ἄρρεσι χρῶνται καὶ οὐδὲ ὄνομα γυναικὸς ὅλως ἴσασι.
首先,他们不是由女人所生,而是由男人所生;因为他们只在男性之间结婚,甚至完全不知道“女人”这个词。
μέχρι μὲν οὖν πέντε καὶ εἴκοσι ἐτῶν γαμεῖται ἕκαστος, ἀπὸ δὲ τούτων γαμεῖ αὐτός·
因此,每个人在二十五岁之前都是作为妻子被娶,而在此之后则由自己娶妻。
κύουσι δὲ οὐκ ἐν τῇ νηδύϊ, ἀλλʼ ἐν ταῖς γαστροκνημίαις·
他们怀孕不是在子宫里,而是在小腿肚上。
ἐπειδὰν γὰρ συλλάβῃ τὸ ἔμβρυον, παχύνεται ἡ κνήμη, καὶ χρόνῳ ὕστερον ἀνατεμόντες ἐξάγουσι νεκρά, θέντες δὲ αὐτὰ πρὸς τὸν ἄνεμον κεχηνότα ζῳοποιοῦσιν.
因为一旦受孕,小腿就会变粗,过了一段时间,他们剖开小腿,取出没有生命特征的婴儿,然后把他们放在风中,让他们张开嘴巴,以此赋予他们生命。
δοκεῖ δέ μοι καὶ ἐς τοὺς Ἕλληνας ἐκεῖθεν ἥκειν τῆς γαστροκνημίας τοὔνομα, ὅτι παρʼ ἐκείνοις ἀντὶ γαστρὸς κυοφορεῖ.
在我看来,“小腿肚”这个词也是从那里传入希腊人那里的,因为在他们那里,小腿代替了子宫来孕育生命。
μεῖζον δὲ τούτου ἄλλο διηγήσομαι.
但我还要讲述另一件比这更奇特的事。
γένος ἐστὶ παρʼ αὐτοῖς ἀνθρώπων οἱ καλούμενοι Δενδρῖται, γίνεται δὲ τὸν τρόπον τοῦτον.
他们中间有一种被称为“树人”的人类,他们是以这种方式产生的。
ὄρχιν ἀνθρώπου τὸν δεξιὸν ἀποτεμόντες ἐν γῇ φυτεύουσιν, ἐκ δὲ αὐτοῦ δένδρον ἀναφύεται μέγιστον, σάρκινον, οἷον φαλλός· ἔχει δὲ καὶ κλάδους καὶ φύλλα· ὁ δὲ καρπός ἐστι βάλανοι πηχυαῖοι τὸ μέγεθος.
人们将男人的右侧睾丸切下,种在土里,从中就会长出一棵极大的树,是肉质的,就像男根一样;它既有枝也有叶,其果实是大小有一肘长的橡子。
ἐπειδὰν οὖν πεπανθῶσιν, τρυγήσαντες αὐτὰς ἐκκολάπτουσι τοὺς ἀνθρώπους.
当它们成熟时,人们就把它们采摘下来,孵化出人来。
αἰδοῖα μέντοι πρόσθετα ἔχουσιν, οἱ μὲν ἐλεφάντινα, οἱ δὲ πένητες αὐτῶν ξύλινα, καὶ διὰ τούτων ὀχεύουσι καὶ πλησιάζουσι τοῖς γαμέταις τοῖς ἑαυτῶν.
不过,他们装有假阳具,有的用象牙制成,他们中的穷人则用木头制成,他们借此进行交配,并与自己的配偶亲近。
§1.23ἐπειδὰν δὲ γηράσῃ ὁ ἄνθρωπος, οὐκ ἀποθνήσκει, ἀλλʼ ὥσπερ καπνὸς διαλυόμενος ἀὴρ γίνεται.
当人衰老时,他们不会死亡,而是像烟一样消散,化作空气。
τροφὴ δὲ πᾶσιν ἡ αὐτή· ἐπειδὰν γὰρ πῦρ ἀνακαύσωσιν, βατράχους ὀπτῶσιν ἐπὶ τῶν ἀνθράκων·
所有人的食物都是一样的:当他们生起火来,就在炭火上烤青蛙。
πολλοὶ δὲ παρʼ αὐτοῖς εἰσιν ἐν τῷ ἀέρι πετόμενοι·
在他们那里的空气中飞着许多青蛙。
ὀπτωμένων δὲ περικαθεσθέντες ὥσπερ δὴ περὶ τράπεζαν κάπτουσι τὸν ἀναθυμιώμενον καπνὸν καὶ εὐωχοῦνται.
当青蛙被烤着的时候,他们像围在餐桌旁一样坐着,吸入升起的烟气并以此为盛宴。
σίτῳ μὲν δὴ τρέφονται τοιούτῳ·
确实,他们以此类食物为生。
ποτὸν δὲ αὐτοῖς ἐστιν ἀὴρ ἀποθλιβόμενος εἰς κύλικα καὶ ὑγρὸν ἀνιεὶς ὥσπερ δρόσον.
而他们的饮料是被挤压到杯中并释放出像露水一样液体的空气。
οὐ μὴν ἀπουροῦσίν γε καὶ ἀφοδεύουσιν, ἀλλʼ οὐδὲ τέτρηνται ᾗπερ ἡμεῖς, οὐδὲ τὴν συνουσίαν οἱ παῖδες ἐν ταῖς ἕδραις παρέχουσιν, ἀλλʼ ἐν ταῖς ἰγνύαις ὑπὲρ τὴν γαστροκνημίαν· ἐκεῖ γάρ εἰσι τετρημένοι.
此外,他们既不排尿也不排便,身上也没有像我们那样的孔窍,少年们也不是在臀部提供交配,而是在小腿上方的膝后窝里;因为他们的孔窍开在那里。
καλὸς δὲ νομίζεται παρʼ αὐτοῖς ἤν πού τις φαλακρὸς καὶ ἄκομος ᾖ, τοὺς δὲ κομήτας καὶ μυσάττονται.
在他们那里,如果有人秃顶无发,就会被认为是美男,而他们厌恶长发的人。
ἐπὶ δὲ τῶν κομητῶν ἀστέρων τοὐναντίον τοὺς κομήτας καλοὺς νομίζουσιν· ἐπεδήμουν γάρ τινες, οἳ καὶ περὶ ἐκείνων διηγοῦντο.
相反,在彗星上,他们认为长发的人是美丽的;因为有一些到访过那里的人也讲述了关于他们的事情。
καὶ μὴν καὶ γένεια φύουσιν μικρὸν ὑπὲρ τὰ γόνατα.
此外,他们还在膝盖稍上方留着胡须。
καὶ ὄνυχας ἐν τοῖς ποσὶν οὐκ ἔχουσιν, ἀλλὰ πάντες εἰσὶν μονοδάκτυλοι.
他们的脚上没有指甲,所有人都是单趾的。
ὑπὲρ δὲ τὰς πυγὰς ἑκάστῳ αὐτῶν κράμβη ἐκπέφυκε μακρὰ ὥσπερ οὐρά, θάλλουσα ἐς ἀεὶ καὶ ὑπτίου ἀναπίπτοντος οὐ κατακλωμένη.
在他们每个人的臀部上方,长着像尾巴一样长长的卷心菜,始终茂盛,即使仰面摔倒也不会折断。