§1.21τοιαύτη μὲν ἡ εἰρήνη ἐγένετο· εὐθὺς δὲ τὸ τεῖχος καθῃρεῖτο καὶ ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν.
In this way the peace was made; and immediately the wall was demolished and they returned us, the prisoners.
ἐπεὶ δὲ ἀφικόμεθα ἐς τὴν σελήνην, ὑπηντίαζον ἡμᾶς καὶ ἠσπάζοντο μετὰ δακρύων οἵ τε ἑταῖροι καὶ ὁ Ἐνδυμίων αὐτός.
And when we arrived at the moon, both our companions and Endymion himself met us and welcomed us with tears.
καὶ ὁ μὲν ἠξίου με μεῖναί τε παρʼ αὐτῷ καὶ κοινωνεῖν τῆς ἀποικίας, ὑπισχνούμενος δώσειν πρὸς γάμον τὸν ἑαυτοῦ παῖδα· γυναῖκες γὰρ οὐκ εἰσὶ παρʼ αὐτοῖς.
And he requested me to remain with him and to share in the colony, promising to give me his own child in marriage; for there are no women among them.
ἐγὼ δὲ οὐδαμῶς ἐπειθόμην, ἀλλʼ ἠξίουν ἀποπεμφθῆναι κάτω ἐς τὴν θάλατταν.
But I would by no means be persuaded, but requested to be sent away down to the sea.
ὡς δὲ ἔγνω ἀδύνατον ὂν πείθειν, ἀποπέμπει ἡμᾶς ἑστιάσας ἑπτὰ ἡμέρας.
And when he realized that it was impossible to persuade me, he sent us away after entertaining us for seven days.
§1.22ἃ δὲ ἐν τῷ μεταξὺ διατρίβων ἐν τῇ σελήνῃ κατενόησα καινὰ καὶ παράδοξα, ταῦτα βούλομαι εἰπεῖν.
Now, what novel and paradoxical things I observed while spending time in the moon in the meantime, these I wish to tell.
πρῶτα μὲν τὸ μὴ ἐκ γυναικῶν γεννᾶσθαι αὐτούς, ἀλλʼ ἀπὸ τῶν ἀρρένων· γάμοις γὰρ τοῖς ἄρρεσι χρῶνται καὶ οὐδὲ ὄνομα γυναικὸς ὅλως ἴσασι.
First of all, the fact that they are not born from women, but from males; for they practice marriage with males and do not even know the word "woman" at all.
μέχρι μὲν οὖν πέντε καὶ εἴκοσι ἐτῶν γαμεῖται ἕκαστος, ἀπὸ δὲ τούτων γαμεῖ αὐτός·
Until, then, twenty-five years of age each is married as a wife, but after this he himself marries as a husband.
κύουσι δὲ οὐκ ἐν τῇ νηδύϊ, ἀλλʼ ἐν ταῖς γαστροκνημίαις· ἐπειδὰν γὰρ συλλάβῃ τὸ ἔμβρυον, παχύνεται ἡ κνήμη, καὶ χρόνῳ ὕστερον ἀνατεμόντες ἐξάγουσι νεκρά, θέντες δὲ αὐτὰ πρὸς τὸν ἄνεμον κεχηνότα ζῳοποιοῦσιν.
And they carry the fetus not in the womb, but in the calves of their legs; for whenever one conceives the embryo, the calf grows thick, and some time later, they cut it open and bring it out dead, and by placing them facing the wind with their mouths open, they make them alive.
δοκεῖ δέ μοι καὶ ἐς τοὺς Ἕλληνας ἐκεῖθεν ἥκειν τῆς γαστροκνημίας τοὔνομα, ὅτι παρʼ ἐκείνοις ἀντὶ γαστρὸς κυοφορεῖ.
And it seems to me that from there the name of the calf of the leg, "gastroknemia," came also to the Greeks, because among those people the calf carries the child instead of the womb.
μεῖζον δὲ τούτου ἄλλο διηγήσομαι.
But I will relate another thing greater than this.
γένος ἐστὶ παρʼ αὐτοῖς ἀνθρώπων οἱ καλούμενοι Δενδρῖται, γίνεται δὲ τὸν τρόπον τοῦτον. ὄρχιν ἀνθρώπου τὸν δεξιὸν ἀποτεμόντες ἐν γῇ φυτεύουσιν, ἐκ δὲ αὐτοῦ δένδρον ἀναφύεται μέγιστον, σάρκινον, οἷον φαλλός· ἔχει δὲ καὶ κλάδους καὶ φύλλα· ὁ δὲ καρπός ἐστι βάλανοι πηχυαῖοι τὸ μέγεθος.
There is among them a race of men called Dendritai, and they come into being in this manner: having cut off a man's right testicle, they plant it in the ground, and from it grows a very large tree, fleshy, like a phallus; and it has both branches and leaves, and its fruit is acorns a cubit in size.
ἐπειδὰν οὖν πεπανθῶσιν, τρυγήσαντες αὐτὰς ἐκκολάπτουσι τοὺς ἀνθρώπους.
Therefore, whenever they become ripe, they harvest them and hatch the men out.
αἰδοῖα μέντοι πρόσθετα ἔχουσιν, οἱ μὲν ἐλεφάντινα, οἱ δὲ πένητες αὐτῶν ξύλινα, καὶ διὰ τούτων ὀχεύουσι καὶ πλησιάζουσι τοῖς γαμέταις τοῖς ἑαυτῶν.
They have, however, artificial private parts, some of ivory, and the poor among them of wood, and through these they copulate and have intercourse with their spouses.
§1.23ἐπειδὰν δὲ γηράσῃ ὁ ἄνθρωπος, οὐκ ἀποθνήσκει, ἀλλʼ ὥσπερ καπνὸς διαλυόμενος ἀὴρ γίνεται.
And whenever a man grows old, he does not die, but dissolving like smoke he becomes air.
τροφὴ δὲ πᾶσιν ἡ αὐτή· ἐπειδὰν γὰρ πῦρ ἀνακαύσωσιν, βατράχους ὀπτῶσιν ἐπὶ τῶν ἀνθράκων· πολλοὶ δὲ παρʼ αὐτοῖς εἰσιν ἐν τῷ ἀέρι πετόμενοι· ὀπτωμένων δὲ περικαθεσθέντες ὥσπερ δὴ περὶ τράπεζαν κάπτουσι τὸν ἀναθυμιώμενον καπνὸν καὶ εὐωχοῦνται.
And food is the same for all; for when they kindle a fire, they roast frogs upon the coals; and there are many of them flying in the air among them; and while they are being roasted, sitting around just as if around a table, they swallow the rising smoke and feast.
σίτῳ μὲν δὴ τρέφονται τοιούτῳ· ποτὸν δὲ αὐτοῖς ἐστιν ἀὴρ ἀποθλιβόμενος εἰς κύλικα καὶ ὑγρὸν ἀνιεὶς ὥσπερ δρόσον.
Indeed they feed on such food; and their drink is air squeezed into a cup and giving off a liquid like dew.
οὐ μὴν ἀπουροῦσίν γε καὶ ἀφοδεύουσιν, ἀλλʼ οὐδὲ τέτρηνται ᾗπερ ἡμεῖς, οὐδὲ τὴν συνουσίαν οἱ παῖδες ἐν ταῖς ἕδραις παρέχουσιν, ἀλλʼ ἐν ταῖς ἰγνύαις ὑπὲρ τὴν γαστροκνημίαν· ἐκεῖ γάρ εἰσι τετρημένοι.
Furthermore, they do not urinate or defecate, nor indeed are they pierced where we are, nor do the boys offer intercourse in the buttocks, but in the hollow of the knee above the calf; for they are pierced there.
καλὸς δὲ νομίζεται παρʼ αὐτοῖς ἤν πού τις φαλακρὸς καὶ ἄκομος ᾖ, τοὺς δὲ κομήτας καὶ μυσάττονται.
And he is considered beautiful among them if anyone happens to be bald and hairless, and they loathe long-haired ones.
ἐπὶ δὲ τῶν κομητῶν ἀστέρων τοὐναντίον τοὺς κομήτας καλοὺς νομίζουσιν· ἐπεδήμουν γάρ τινες, οἳ καὶ περὶ ἐκείνων διηγοῦντο.
But on comet stars, on the contrary, they consider long-haired ones beautiful; for some visitors were there, who also related about them.
καὶ μὴν καὶ γένεια φύουσιν μικρὸν ὑπὲρ τὰ γόνατα.
Moreover, they also grow beards a little above the knees.
καὶ ὄνυχας ἐν τοῖς ποσὶν οὐκ ἔχουσιν, ἀλλὰ πάντες εἰσὶν μονοδάκτυλοι.
And they do not have nails on their feet, but all are single-toed.
ὑπὲρ δὲ τὰς πυγὰς ἑκάστῳ αὐτῶν κράμβη ἐκπέφυκε μακρὰ ὥσπερ οὐρά, θάλλουσα ἐς ἀεὶ καὶ ὑπτίου ἀναπίπτοντος οὐ κατακλωμένη.
And above their buttocks there grows out of each of them a long cabbage like a tail, blooming forever and not being broken when one falls on his back.