Humanitext Reader

琉善 · 真实的故事 §1.17-1.20

日月之战的结局与和平条约的缔结

第 5 段,共 22 段 · 希腊语

内容简介

战局因云人马的参战而急转直下,月球军队战败,叙述者被生擒。随后双方缔结了和平协定并记录了详细条款。

§1.17τοιαύτῃ μὲν καὶ ὁ Φαέθων ἐπῄει παρασκευῇ.
法厄同也带着这样的准备前来了。
συμμίξαντες δὲ ἐπειδὴ τὰ σημεῖα ἤρθη καὶ ὠγκήσαντο ἑκατέρων οἱ ὄνοι — τούτοις γὰρ ἀντὶ σαλπιστῶν χρῶνται — ἐμάχοντο.
两军交锋,信号升起,双方的驴子(因为他们用驴子代替小号手)开始嘶鸣,他们便交战起来。
καὶ τὸ μὲν εὐώνυμον τῶν Ἡλιωτῶν αὐτίκα ἔφυγεν οὐδʼ εἰς χεῖρας δεξάμενον τοὺς Ἱππογύπους, καὶ ἡμεῖς εἱπόμεθα κτείνοντες·
太阳居民的左翼随即逃跑,甚至不曾与鹫马骑兵交手;我们一路追杀。
τὸ δεξιὸν δὲ αὐτῶν ἐκράτει τοῦ ἐπὶ τῷ ἡμετέρῳ εὐωνύμου, καὶ ἐπεξῆλθον οἱ Ἀεροκώνωπες διώκοντες ἄχρι πρὸς τοὺς πεζούς.
然而他们的右翼压倒了我们的左翼,空中蚊兵一路追击,直抵步兵阵营。
ἐνταῦθα δὲ κἀκείνων ἐπιβοηθούντων ἔφυγον ἐγκλίναντες, καὶ μάλιστα ἐπεὶ ᾔσθοντο τοὺς ἐπὶ τῷ εὐωνύμῳ σφῶν νενικημένους.
在此处,因步兵的支援,他们(敌人的右翼)开始退却逃跑,尤其是当他们发现自己左翼已经被击败时。
τῆς δὲ τροπῆς λαμπρᾶς γεγενημένης πολλοὶ μὲν ζῶντες ἡλίσκοντο, πολλοὶ δὲ καὶ ἀνῃροῦντο, καὶ τὸ αἷμα ἔρρει πολὺ μὲν ἐπὶ τῶν νεφῶν, ὥστε αὐτὰ βάπτεσθαι καὶ ἐρυθρὰ φαίνεσθαι, οἷα παρʼ ἡμῖν δυομένου τοῦ ἡλίου φαίνεται, πολὺ δὲ καὶ εἰς τὴν γῆν κατέσταζεν, ὥστε με εἰκάζειν, μὴ ἄρα τοιούτου τινὸς καὶ πάλαι ἄνω γενομένου Ὅμηρος ὑπέλαβεν αἵματι ὗσαι τὸν Δία ἐπὶ τῷ τοῦ Σαρπηδόνος θανάτῳ.
随着败退大局已定,许多人被生擒,也有许多人被杀。 大量的鲜血流在云朵上,以致云朵被染色,显得通红,就像我们那里落日时的景象。 也有许多血滴落到地上,让我推测,也许正是因为古时候天上也发生过类似的事情,荷马才设想宙斯在萨尔珀东死时降下血雨。
§1.18ἀναστρέψαντες δὲ ἀπὸ τῆς διώξεως δύο τρόπαια ἐστήσαμεν, τὸ μὲν ἐπὶ τῶν ἀραχνίων τῆς πεζομαχίας, τὸ δὲ τῆς ἀερομαχίας ἐπὶ τῶν νεφῶν.
我们从追击中折返,立起了两座战胜纪念碑:一座在蜘蛛网上以纪念步兵战,另一座在云层上以纪念空战。
ἄρτι δὲ τούτων γινομένων ἠγγέλλοντο ὑπὸ τῶν σκοπῶν οἱ Νεφελοκένταυροι προσελαύνοντες, οὓς ἔδει πρὸ τῆς μάχης ἐλθεῖν τῷ Φαέθοντι.
正当这些事情进行时,哨兵报告云人马正骑马赶来,他们本该在战斗前到达法厄同那里的。
καὶ δὴ ἐφαίνοντο προσιόντες, θέαμα παραδοξότατον, ἐξ ἵππων πτερωτῶν καὶ ἀνθρώπων συγκείμενοι·
他们确实显现出走近的身影,真是一幅极不可思议的景象,由长着翅膀的马和人组成。
μέγεθος δὲ τῶν μὲν ἀνθρώπων ὅσον τοῦ Ῥοδίων κολοσσοῦ ἐξ ἡμισείας ἐς τὸ ἄνω, τῶν δὲ ἵππων ὅσον νεὼς μεγάλης φορτίδος.
人的大小相当于罗得岛巨像的上半身,而马的大小则相当于一艘大型货船。
τὸ μέντοι πλῆθος αὐτῶν οὐκ ἀνέγραψα, μή τῳ καὶ ἄπιστον δόξῃ — τοσοῦτον ἦν.
至于他们的数量,我没有记录下来,免得有人觉得不可置信——因为人数实在是太多了。
ἡγεῖτο δὲ αὐτῶν ὁ ἐκ τοῦ ζῳδιακοῦ τοξότης.
带领他们的是黄道带中的人马座。
ἐπεὶ δὲ ᾔσθοντο τοὺς φίλους νενικημένους, ἐπὶ μὲν τὸν Φαέθοντα ἔπεμπον ἀγγελίαν αὖθις ἐπιέναι, αὐτοὶ δὲ διαταξάμενοι τεταραγμένοις ἐπιπίπτουσι τοῖς Σεληνίταις, ἀτάκτως περὶ τὴν δίωξιν καὶ τὰ λάφυρα διεσκεδασμένοις·
当他们发现盟友已被击败时,便向法厄同送去消息,要求再次发起进攻,而他们自己则排好阵势,袭击了那些因追击和抢夺战利品而秩序混乱、分散各处的月球居民。
καὶ πάντας μὲν τρέπουσιν, αὐτὸν δὲ τὸν βασιλέα καταδιώκουσι πρὸς τὴν πόλιν καὶ τὰ πλεῖστα τῶν ὀρνέων αὐτοῦ κτείνουσιν·
他们使所有人溃败,并将国王本人一直追赶到城内,杀死了他的大部分坐骑(鸟)。
ἀνέσπασαν δὲ καὶ τὰ τρόπαια καὶ κατέδραμον ἅπαν τὸ ὑπὸ τῶν ἀραχνῶν πεδίον ὑφασμένον, ἐμὲ δὲ καὶ δύο τινὰς τῶν ἑταίρων ἐζώγρησαν.
他们还拆毁了战胜纪念碑,践踏了由蜘蛛织成的整个平原,并将我和我的两个同伴生擒。
ἤδη δὲ παρῆν καὶ ὁ Φαέθων καὶ αὖθις ἄλλα τρόπαια ὑπʼ ἐκείνων ἵστατο.
此时法厄同也已赶到,他们又重新立起了其他的战胜纪念碑。
ἡμεῖς μὲν οὖν ἀπηγόμεθα ἐς τὸν ἥλιον αὐθημερὸν τὼ χεῖρε ὀπίσω δεθέντες ἀραχνίου ἀποκόμματι.
于是,我们就在当天被带往太阳,两手用蜘蛛网的碎片反绑在身后。
§1.19οἱ δὲ πολιορκεῖν μὲν οὐκ ἔγνωσαν τὴν πόλιν, ἀναστρέψαντες δὲ τὸ μεταξὺ τοῦ ἀέρος ἀπετείχιζον, ὥστε μηκέτι τὰς αὐγὰς ἀπὸ τοῦ ἡλίου πρὸς τὴν σελήνην διήκειν.
他们决定不围攻城市,而是转身在空气中间筑起了一道围墙,使太阳的光芒不再能到达月球。
τὸ δὲ τεῖχος ἦν διπλοῦν, νεφελωτόν· ὥστε σαφὴς ἔκλειψις τῆς σελήνης ἐγεγόνει καὶ νυκτὶ διηνεκεῖ πᾶσα κατείχετο.
这堵墙是双层的云墙,因此月球发生了明显的日食(月食),完全被笼罩在无尽的黑暗之中。
πιεζόμενος δὲ τούτοις ὁ Ἐνδυμίων πέμψας ἱκέτευε καθαιρεῖν τὸ οἰκοδόμημα καὶ μὴ σφᾶς περιορᾶν ἐν σκότῳ βιοτεύοντας, ὑπισχνεῖτο δὲ καὶ φόρους τελέσειν καὶ σύμμαχος ἔσεσθαι καὶ μηκέτι πολεμήσειν, καὶ ὁμήρους ἐπὶ τούτοις δοῦναι ἤθελεν. οἱ δὲ περὶ τὸν Φαέθοντα γενομένης δὶς ἐκκλησίας τῇ προτεραίᾳ μὲν οὐδὲν παρέλυσαν τῆς ὀργῆς, τῇ ὑστεραίᾳ δὲ μετέγνωσαν, καὶ ἐγένετο ἡ εἰρήνη ἐπὶ τούτοις·
恩底弥翁在这些困难的压迫下,派人哀求他们拆除这一建筑,不要让他们在黑暗中生活,并承诺支付贡税、成为盟友且不再开战,并愿意为此提供人质。
§1.20κατὰ τάδε συνθήκας ἐποιήσαντο Ἡλιῶται καὶ οἱ σύμμαχοι πρὸς Σεληνίτας καὶ τοὺς συμμάχους, ἐπὶ τῷ καταλῦσαι μὲν τοὺς Ἡλιώτας τὸ διατείχισμα καὶ μηκέτι ἐς τὴν σελήνην ἐσβάλλειν, ἀποδοῦναι δὲ καὶ τοὺς αἰχμαλώτους ῥητοῦ ἕκαστον χρήματος, τοὺς δὲ Σεληνίτας ἀφεῖναι μὲν αὐτονόμους τούς γε ἄλλους ἀστέρας, ὅπλα δὲ μὴ ἐπιφέρειν τοῖς Ἡλιώταις, συμμαχεῖν δὲ τῇ ἀλλήλων, ἤν τις ἐπίῃ· φόρον δὲ ὑποτελεῖν ἑκάστου ἔτους τὸν βασιλέα τῶν Σεληνιτῶν τῷ βασιλεῖ τῶν Ἡλιωτῶν δρόσου ἀμφορέας μυρίους, καὶ ὁμήρους δὲ σφῶν αὐτῶν δοῦναι μυρίους, τὴν δὲ ἀποικίαν τὴν ἐς τὸν Ἑωσφόρον κοινῇ ποιεῖσθαι, καὶ μετέχειν τῶν ἄλλων τὸν βουλόμενον· ἐγγράψαι δὲ τὰς συνθήκας στήλῃ ἠλεκτρίνῃ καὶ ἀναστῆσαι ἐν μέσῳ τῷ ἀέρι ἐπὶ τοῖς μεθορίοις.
法厄同手下的人举行了两次大会,在前一天他们毫不消气,但第二天他们改变了主意,并在以下条款上达成了和平:根据以下条款,太阳居民及其盟友与月球居民及其盟友缔结了协定:太阳居民拆除阻隔墙,不再入侵月球,并以每人固定的赎金释放俘虏;月球居民允许其他星辰保持自治,不对太阳居民动武,且在任何一方遭受攻击时互相结盟支援;月球国王每年向太阳国王纳税一万双耳罐的露水,并提供他们自己的一万人作为人质;共同前往启明星进行殖民,其他任何希望参与的人都可以加入;将协定刻在琥珀石碑上,并将其立在国境空气的中央。
ὤμοσαν δὲ Ἡλιωτῶν μὲν Πυρωνίδης καὶ Θερείτης καὶ Φλόγιος, Σεληνιτῶν δὲ Νύκτωρ καὶ Μήνιος καὶ Πολυλάμπης.
太阳居民一方的宣誓人有皮罗尼德斯、塞雷特斯和弗洛吉奥斯;月球居民一方的宣誓人有尼克托尔、梅尼奥斯和波利兰佩斯。

词汇与语法注释

  1. 1.17μὴ ἄρα — 在 `ὥστε με εἰκάζειν, μὴ ἄρα...` 的结构中,`μὴ ἄρα`(难道是,或许是)引导了一个表示担忧或推测的间接疑问句,后接直陈式过去时动词 `ὑπέλαβεν`。
  2. 1.18οὓς ἔδει πρὸ τῆς μάχης ἐλθεῖν τῷ Φαέθοντι — 无人称动词 `ἔδει`(本应当)支配了对格不定式结构,关系代词 `οὕς` 作 `ἐλθεῖν` 的逻辑主语。与格 `τῷ Φαέθοντι` 可以被理解为利益与格(为了法厄同)或表示方向(到法厄同那里)。
  3. 1.20ἐπὶ τῷ καταλῦσαι μὲν τοὺς Ἡλιώτας τὸ διατείχισμα — 前置词 `ἐπί` 接与格冠词性不定式(`τῷ καταλῦσαι`)表示缔结条约的条件(“在……条件下”)。对格的 `τοὺς Ἡλιώτας` 作该不定式的逻辑主语。

引用这一段

琉善, 真实的故事 §1.17-1.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:1.17-1.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。