§1.13τότε μὲν οὖν παρʼ αὐτῷ ἑστιαθέντες ἐμείναμεν, ἕωθεν δὲ διαναστάντες ἐτασσόμεθα· καὶ γὰρ οἱ σκοποὶ ἐσήμαινον πλησίον εἶναι τοὺς πολεμίους.
那时,我们在他那里接受款待并留了下来,天亮时,我们起身整顿军队;因为哨兵报告敌人已在附近。
τὸ μὲν οὖν πλῆθος τῆς στρατιᾶς δέκα μυριάδες ἐγένοντο ἄνευ τῶν σκευοφόρων καὶ τῶν μηχανοποιῶν καὶ τῶν πεζῶν καὶ τῶν ξένων συμμάχων·
除辎重兵、器械制造兵、步兵以及外邦盟友外,军队的总数达到了十万人。
τούτων δὲ ὀκτακισμύριοι μὲν ἦσαν οἱ Ἱππόγυποι, δισμύριοι δὲ οἱ ἐπὶ τῶν Λαχανοπτέρων.
在这之中,八万人是鹫马骑兵,二万人是骑在蔬菜翼鸟背上的士兵。
ὄρνεον δὲ καὶ τοῦτό ἐστι μέγιστον, ἀντὶ τῶν πτερῶν λαχάνοις πάντῃ λάσιον, τὰ δὲ ὠκύπτερα ἔχει θριδακίνης φύλλοις μάλιστα προσεοικότα.
这也是一种极大的鸟,全身长满蔬菜以代替羽毛,其飞羽极像莴苣的叶子。
ἐπὶ δὲ τούτοις οἱ Κεγχροβόλοι ἐτετάχατο καὶ οἱ Σκοροδομάχοι.
紧接着这些士兵,排开的是粟米投掷兵和大蒜战士。
ἦλθον δὲ αὐτῷ καὶ ἀπὸ τῆς ἄρκτου σύμμαχοι, τρισμύριοι μὲν Ψυλλοτοξόται, πεντακισμύριοι δὲ Ἀνεμοδρόμοι·
也有来自北方的盟友加入他,包括三万跳蚤弓箭手和五万风行者。
τούτων δὲ οἱ μὲν Ψυλλοτοξόται ἐπὶ ψυλλῶν μεγάλων ἱππάζονται, ὅθεν καὶ τὴν προσηγορίαν ἔχουσιν· μέγεθος δὲ τῶν ψυλλῶν ὅσον δώδεκα ἐλέφαντες·
其中,跳蚤弓箭手骑在巨大的跳蚤身上,这也正是他们名字的由来;这些跳蚤的体型相当于十二头大象。
οἱ δὲ Ἀνεμοδρόμοι πεζοὶ μέν εἰσιν, φέρονται δὲ ἐν τῷ ἀέρι ἄνευ πτερῶν· ὁ δὲ τρόπος τῆς φορᾶς τοιόσδε. χιτῶνας ποδήρεις ὑπεζωσμένοι κολπώσαντες αὐτοὺς τῷ ἀνέμῳ καθάπερ ἱστία φέρονται ὥσπερ τὰ σκάφη.
而风行者虽是步兵,却在没有翅膀的情况下悬空而行;他们行进的方式如下:他们将及足的短袍在腰下束起,使其像帆一样兜住风,便如小船般飘行。
τὰ πολλὰ δʼ οἱ τοιοῦτοι ἐν ταῖς μάχαις πελτασταί εἰσιν.
在战斗中,这类士兵大多是轻盾兵。
ἐλέγοντο δὲ καὶ ἀπὸ τῶν ὑπὲρ τὴν Καππαδοκίαν ἀστέρων ἥξειν Στρουθοβάλανοι μὲν ἑπτακισμύριοι, Ἱππογέρανοι δὲ πεντακισχίλιοι.
据说,来自卡帕多西亚上空星辰的还有七万鸵鸟橡子兵和五千骑鹤兵。
τούτους ἐγὼ οὐκ ἐθεασάμην· οὐ γὰρ ἀφίκοντο.
这些人我没有见到,因为他们未能到达。
διόπερ οὐδὲ γράψαι τὰς φύσεις αὐτῶν ἐτόλμησα· τεράστια γὰρ καὶ ἄπιστα περὶ αὐτῶν ἐλέγετο.
因此,我也不敢描写他们的特质,因为关于他们的传言实在怪诞且令人难以置信。
§1.14αὕτη μὲν ἡ τοῦ Ἐνδυμίωνος δύναμις ἦν.
这就是恩底弥翁的兵力。
σκευὴ δὲ πάντων ἡ αὐτή κράνη μὲν ἀπὸ τῶν κυάμων, μεγάλοι γὰρ παρʼ αὐτοῖς οἱ κύαμοι καὶ καρτεροί· θώρακες δὲ φολιδωτοὶ πάντες θέρμινοι, τὰ γὰρ λέπη τῶν θέρμων συρράπτοντες ποιοῦνται θώρακας, ἄρρηκτον δὲ ἐκεῖ γίνεται τοῦ θέρμου τὸ λέπος ὥσπερ κέρας·
所有人的装备都是相同的:头盔是用蚕豆做的,因为他们那里的蚕豆既大又结实;铠甲全是由羽扇豆做成的鳞甲,因为他们把羽扇豆的皮缝合起来做成铠甲,而那里的羽扇豆皮会变得像角一样坚不可摧。
§1.15ἀσπίδες δὲ καὶ ξίφη οἷα τὰ Ἑλληνικά.
盾牌和剑则与希腊的相似。
ἐπειδὴ δὲ καιρὸς ἦν, ἐτάξαντο ὧδε· τὸ μὲν δεξιὸν κέρας εἶχον οἱ Ἱππόγυποι καὶ ὁ βασιλεὺς τοὺς ἀρίστους περὶ αὑτὸν ἔχων· καὶ ἡμεῖς ἐν τούτοις ἦμεν· τὸ δὲ εὐώνυμον οἱ Λαχανόπτεροι· τὸ μέσον δὲ οἱ σύμμαχοι ὡς ἑκάστοις ἐδόκει.
到了时候,他们这样排阵:右翼由鹫马骑兵和国王亲自率领其身边的精锐占领,我们也在其中;左翼是蔬菜翼鸟骑兵;中央则是各盟军,随其各自意愿而定。
τὸ δὲ πεζὸν ἦσαν μὲν ἀμφὶ τὰς ἑξακισχιλίας μυριάδας, ἐτάχθησαν δὲ οὕτως. ἀράχναι παρʼ αὐτοῖς πολλοὶ καὶ μεγάλοι γίνονται, πολὺ τῶν Κυκλάδων νήσων ἕκαστος μείζων.
步兵约有六千万,其排阵如下:他们那里繁衍着许多巨大的蜘蛛,每只都比环状列岛的岛屿还要大得多。
τούτοις προσέταξεν διυφῆναι τὸν μεταξὺ τῆς σελήνης καὶ τοῦ Ἑωσφόρου ἀέρα.
恩底弥翁命令它们在月球和启明星之间的空中结网。
ὡς δὲ τάχιστα ἐξειργάσαντο καὶ πεδίον ἐποίησαν, ἐπὶ τούτου παρέταξε τὸ πεζόν· ἡγεῖτο δὲ αὐτῶν Νυκτερίων ὁ Εὐδιάνακτος τρίτος αὐτός.
它们以最快的速度织完并筑成平原后,他便将步兵整队其上;统领他们的是尤迪亚纳克斯之子尼克特里翁,他与另外两人共同指挥。
§1.16τῶν δὲ πολεμίων τὸ μὲν εὐώνυμον εἶχον οἱ Ἱππομύρμηκες καὶ ὁ ἐν αὐτοῖς Φαέθων·
至于敌人,其左翼由蚁马骑兵及在其中的法厄同占据。
θηρία δέ ἐστι μέγιστα, ὑπόπτερα, τοῖς παρʼ ἡμῖν μύρμηξι προσεοικότα πλὴν τοῦ μεγέθους· ὁ γὰρ μέγιστος αὐτῶν καὶ δίπλεθρος ἦν.
这些是长着翅膀的巨大猛兽,除了体型外,极像我们那里的蚂蚁;因为其中最大的足有两普勒特隆长。
ἐμάχοντο δὲ οὐ μόνον οἱ ἐπʼ αὐτῶν, ἀλλὰ καὶ αὐτοὶ μάλιστα τοῖς κέρασιν·
不仅骑在它们身上的士兵参与战斗,它们自己也主要用触角拼杀。
ἐλέγοντο δὲ οὗτοι εἶναι ἀμφὶ τὰς πέντε μυριάδας.
据说这些大约有五万之众。
ἐπὶ δὲ τοῦ δεξιοῦ αὐτῶν ἐτάχθησαν οἱ Ἀεροκώνωπες, ὄντες καὶ οὗτοι ἀμφὶ τὰς πέντε μυριάδας, πάντες τοξόται κώνωψι μεγάλοις ἐποχούμενοι·
在他们的右翼部署了空中蚊兵,人数也在五万左右,全部是骑在巨蚊身上的弓箭手。
μετὰ δὲ τούτους οἱ Ἀεροκόρδακες, ψιλοί τε ὄντες καὶ πεζοί, πλὴν μάχιμοί γε καὶ οὗτοι· πόρρωθεν γὰρ ἐσφενδόνων ῥαφανῖδας ὑπερμεγέθεις, καὶ ὁ βληθεὶς οὐδʼ ἐπʼ ὀλίγον ἀντέχειν ἐδύνατο, ἀπέθνησκε δέ, καὶ δυσωδίας τινὸς τῷ τραύματι ἐγγινομένης· ἐλέγοντο δὲ χρίειν τὰ βέλη μαλάχης ἰῷ.
紧随其后的是空中轻装兵,他们虽是轻装步兵,但也同样善战;因为他们从远处用投石器发射巨大的萝卜,被击中者甚至连片刻也支持不住,直接毙命,且伤口处会产生某种恶臭;据说他们用葵类植物的毒液涂抹弹药。
ἐχόμενοι δὲ αὐτῶν ἐτάχθησαν οἱ Καυλομύκητες, ὁπλῖται ὄντες καὶ ἀγχέμαχοι, τὸ πλῆθος μύριοι· ἐκλήθησαν δὲ Καυλομύκητες, ὅτι ἀσπίσι μὲν μυκητίναις ἐχρῶντο, δόρασι δὲ καυλίνοις τοῖς ἀπὸ τῶν ἀσπαράγων.
紧挨着他们部署的是茎菇兵,是进行肉搏战的重装步兵,数量有一万;他们被称为茎菇兵,是因为他们使用蘑菇制成的盾牌,以及用芦笋做的茎状长矛。
πλησίον δὲ αὐτῶν οἱ Κυνοβάλανοι ἔστησαν, οὓς ἔπεμψαν αὐτῷ οἱ τὸν Σείριον κατοικοῦντες, πεντακισχίλιοι, ἄνδρες κυνοπρόσωποι ἐπὶ βαλάνων πτερωτῶν μαχόμενοι.
在他们附近阵列的是犬首橡子兵,他们是天狼星居民派给法厄同的五千名犬面人,骑着有翼的橡子作战。
ἐλέγοντο δὲ κἀκείνῳ ὑστερίζειν τῶν συμμάχων οὕς τε ἀπὸ τοῦ Γαλαξίου μετεπέμπετο σφενδονήτας καὶ οἱ Νεφελοκένταυροι.
据说,法厄同那边的盟友也有拖延未到的,包括他从银河召来的投石兵和云人马。
ἀλλʼ ἐκεῖνοι μὲν τῆς μάχης ἤδη κεκριμένης ἀφίκοντο, ὡς μήποτε ὤφελον·
然而,那些人在战斗已经见分晓时才赶到,但愿他们根本没来过!
οἱ σφενδονῆται δὲ οὐδὲ ὅλως παρεγένοντο, διόπερ φασὶν ὕστερον αὐτοῖς ὀργισθέντα τὸν Φαέθοντα πυρπολῆσαι τὴν χώραν.
而那些投石兵则完全没有露面,因此人们说,法厄同后来对他们大发雷霆,放火烧毁了他们的国土。