Humanitext Reader

ルキアノス · 広間について §9-14

壁画の賛美と空間の美が弁論に与える影響の議論

3 / 6 箇所 · ギリシア語

要旨

語り手はホールの絵画や色彩の美しさを永遠の春やクジャクの羽に例えて賛美し、この美しさが演説の熱意を呼び起こすと説くが、そこへ美しい空間は弁論を妨げるという逆の論理が現れ、発言を交代する。

§9τὰ μὲν δὴ ὑψηλὰ καὶ κορυφαῖα τοῦ οἴκου τοιάδε, Ὁμήρου τινὸς δεόμενα ἐπαινέτου, ἵνα αὐτὸν ἢ ὑψώροφον ὡς τὸν Ἑλένης θάλαμον ἢ αἰγλήεντα ὡς τὸν Ὄλυμπον εἴποι·
この家の高所と最上部はこのようなものであり、ホメロスのような賞賛者を必要としている。 それは彼がこれらをヘレネの寝室のように「高き天井の」と呼ぶか、あるいはオリンポスのように「輝くばかりの」と呼ぶためである。
τὸν δὲ ἄλλον κόσμον καὶ τὰ τῶν τοίχων γράμματα καὶ τῶν χρωμάτων τὰ κάλλη καὶ τὸ ἐναργὲς ἑκάστου καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀληθὲς ἔαρος ὄψει καὶ λειμῶνι δὲ εὐανθεῖ καλῶς ἂν ἔχοι παραβαλεῖν·
しかし、その他の装飾、すなわち壁の絵画、色彩の美しさ、それぞれの鮮明さ、精緻さ、そして真実らしさは、春の光景や、花咲き乱れる草原に比較するのがふさわしいだろう。
πλὴν παρʼ ὅσον ἐκεῖνα μὲν ἀπανθεῖ καὶ μαραίνεται καὶ ἀλλάττεται καὶ ἀποβάλλει τὸ κάλλος, τουτὶ δὲ τὸ ἔαρ ἀΐδιον καὶ λειμὼν ἀμάραντος καὶ ἄνθος ἀθάνατον, ἅτε μόνης τῆς ὄψεως ἐφαπτομένης καὶ δρεπομένης τὸ ἡδὺ τῶν βλεπομένων.
ただし、次の点を除いては。 すなわち、前者のものは花が散り、枯れ、変化し、その美しさを失うのに対して、この春は永遠であり、草原は色褪せず、花は不滅である。 それは、視覚だけがその光景に触れ、見られるものの心地よさを摘み取るからである。
§10τὰ δὴ τοσαῦτα καὶ τοιαῦτα τις οὐκ ἂν ἡσθείη βλέπων ἤ τις οὐκ ἂν προθυμηθείη καὶ παρὰ τὴν δύναμιν ἐν αὐτοῖς λέγειν, εἰδὼς αἴσχιστον ὂν ἀπολειφθῆναι τῶν ὁρωμένων;
これほど多くの、またこのようなものを見て、誰が喜ばずにいられようか。 あるいは、見られているものに後れを取ることは最も恥ずべきことだと知って、その中で自分の能力以上に語ることに熱意を抱かずにいられようか。
ἐπαγωγότατον γάρ τι ἡ ὄψις τῶν καλῶν, οὐκ ἐπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἵππος ἥδιον ἂν οἶμαι δράμοι κατὰ πρανοῦς πεδίου καὶ μαλακοῦ, προσηνῶς δεχομένου τὴν βάσιν καὶ ἡρέμα ὑπείκοντος τῷ ποδὶ καὶ μὴ ἀντιτυποῦντος τῇ ὁπλῇ·
というのも、美しいものの視覚は、極めて人を惹きつけるものであるから。 それは人間においてだけでなく、馬もまた、緩やかに傾斜した柔らかい平原であれば、より好んで走るであろうと私は思う。 その平原は馬の歩みを快く受け入れ、その足に対して穏やかに屈し、その蹄を押し返さないのである。
ἅπαντι γοῦν τότε χρῆται τῷ δρόμῳ καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν τῷ τάχει ἁμιλλᾶται καὶ πρὸς τοῦ πεδίου τὸ κάλλος.
ともかくその時、馬は持てる走力をすべて発揮し、自らを速度に完全に委ねて、平原の美しさとも競い合うのである。
§11ὁ δὲ ταὼς ἦρος ἀρχομένου πρὸς λειμῶνά τινα ἐλθών, ὁπότε καὶ τὰ ἄνθη πρόεισιν οὐ ποθεινότερα μόνον, ἀλλὰ καὶ ὡς ἂν εἴποι τις ἀνθηρότερα καὶ τὰς βαφὰς καθαρώτερα, τότε καὶ οὗτος ἐκπετάσας τὰ πτερὰ καὶ ἀναδείξας τῷ ἡλίῳ καὶ τὴν οὐρὰν ἐπάρας καὶ πάντοθεν αὑτῷ περιστήσας ἐπιδείκνυται τὰ ἄνθη τὰ αὑτοῦ καὶ τὸ ἔαρ τῶν πτερῶν ὥσπερ αὐτὸν προκαλοῦντος τοῦ λειμῶνος ἐς τὴν ἅμιλλαν·
そしてクジャクは、春の初めにどこかの草原に行き、そのとき花々がより待ち望まれるだけでなく、いわばより花やかに、色彩もより鮮やかに現れ出ると、そのとき彼もまた羽を広げて太陽に示し、尾を持ち上げて自分の周囲にぐるりと巡らせ、あたかも草原が彼を競い合いへと挑発しているかのように、自分自身の花々、すなわち羽の春を誇示するのである。
ἐπιστρέφει γοῦν ἑαυτὸν καὶ περιάγει καὶ ἐμπομπεύει τῷ κάλλει·
ともかく彼は自らの向きを変え、回転し、その美しさを誇らしげに誇示する。
ὅτε δὴ καὶ θαυμασιώτερος φαίνεται πρὸς τὴν αὐγὴν ἀλλαττομένων αὐτῷ τῶν χρωμάτων καὶ μεταβαινόντων ἠρέμα καὶ πρὸς ἕτερον εὐμορφίας εἶδος τρεπομένων.
そのとき彼はいっそう驚異的に見えるのであり、光を浴びて色彩が変化し、穏やかに移り変わり、別の形の美しさへと変わっていくからである。
πάσχει δὲ αὐτὸ μάλιστα ἐπὶ τῶν κύκλων, οὓς ἐπʼ ἄκροις ἔχει τοῖς πτεροῖς, ἴριδός τινος ἕκαστον περιθεούσης·
このことは、彼が羽の先端に持っている円において特に起こり、それぞれの円を虹のようなものが取り囲んでいる。
ὃ γὰρ τέως χαλκὸς ἦν, τοῦτο ἐγκλίναντος ὀλίγον χρυσὸς ὤφθη, καὶ τὸ ὑπὸ τῷ ἡλίῳ κυαναυγές, εἰ σκιασθείη, χλοαυγές ἐστιν·
というのも、それまでは青銅色であったものが、少し傾けると金色に見え、太陽の下での深い青色の輝きは、日陰に入ると緑色の輝きとなるからである。
οὕτω μετακοσμεῖται πρὸς τὸ φῶς ἡ πτέρωσις.
このようにして羽毛は光に応じて姿を変える。
§12ὅτι μὲν γὰρ καὶ ἡ θάλαττα ἱκανὴ προκαλέσασθαι καὶ εἰς ἐπιθυμίαν ἐπισπάσασθαι ἐν γαλήνῃ φανεῖσα, ἴστε, κἂν μὴ εἴπω·
穏やかな姿を見せる海が、人を誘い出し、欲望へと引き寄せるのに十分であることは、私が言わなくてもあなた方は知っている。
ὅτε, εἰ καὶ παντάπασιν ἠπειρώτης καὶ ἀπειρόπλους τις εἴη, πάντως ἂν ἐθελήσειε καὶ αὐτὸς ἐμβῆναι καὶ περιπλεῦσαι καὶ πολὺ ἀπὸ τῆς γῆς ἀποσπάσαι, καὶ μάλιστα εἰ βλέποι τὴν μὲν αὔραν κούφως ἐπουριάζουσαν τὴν ὀθόνην, τὴν δὲ ναῦν προσηνῶς τε καὶ λείως ἐπʼ ἄκρων ἠρέμα διολισθάνουσαν τῶν κυμάτων.
そのときには、たとえ全くの内陸の住人で航海未経験の者であっても、必ずや自分も乗船して航海し、陸から遠く離れたいと望むであろう。 特に、そよ風が帆を軽やかに膨らませ、船が波の頂を穏やかにかつ滑らかに静かに滑っていくのを見るならば。
§13καὶ τοίνυν καὶ τοῦδε τοῦ οἴκου τὸ κάλλος ἱκανὸν καὶ παρορμῆσαι ἐς λόγους καὶ λέγοντα ἐπεγεῖραι καὶ πάντα τρόπον εὐδοκιμῆσαι παρασκευάσαι.
したがってまた、このホールの美しさも、言論を促し、語り手を奮い立たせ、あらゆる意味で成功を収めるように準備させるのに十分である。
ἐγὼ μὲν δὴ τούτοις πείθομαι καὶ ἤδη πέπεισμαι καὶ ἐς τὸν οἶκον ἐπὶ λόγοις παρελήλυθα ὥσπερ ὑπὸ ἴυγγος ἢ Σειρῆνος τῷ κάλλει ἑλκόμενος, ἐλπίδα οὐ μικρὰν ἔχων, εἰ καὶ τέως ἡμῖν ἄμορφοι ἦσαν οἱ λόγοι, καλοὺς αὐτοὺς φανεῖσθαι καθάπερ ἐσθῆτι καλῇ κεκοσμημένους.
実際、私はこれらのことに納得しており、すでに確信して、言論のためにこのホールへと入ってきた。 あたかも魔法のろくろやセイレンに惹かれるように、その美しさに引き寄せられて。 たとえこれまでは私たちの言論が不格好であったとしても、美しい衣服で飾られているかのように、美しく見えるに違いないという少なからぬ期待を抱きながら。
§14ἕτερος δέ τις οὐκ ἀγεννὴς λόγος, ἀλλὰ καὶ πάνυ γενναῖος, ὥς φησι, καὶ μεταξύ μου λέγοντος ὑπέκρουε καὶ διακόπτειν ἐπειρᾶτο τὴν ῥῆσιν καὶ ἐπειδὴ πέπαυμαι, οὐκ ἀληθῆ ταῦτα λέγειν φησί με, ἀλλὰ θαυμάζειν, εἰ φάσκοιμι ἐπιτηδειότερον εἶναι πρὸς λόγων ἐπίδειξιν οἴκου κάλλος γραφῇ καὶ χρυσῷ κεκοσμημένον·
しかし、卑しくない、むしろ彼が言うには極めて高貴であるという、もう一つの議論が、私が話している最中にも口を挟み、私の演説を遮ろうと試みていた。 そして私が話し終えると、彼は私が真実を語っていないと言い、絵画や金で飾られたホールの美しさが言論の披露により適していると私が主張するなら、それは驚くべきことだと言う。
αὐτὸ γάρ που τοὐναντίον ἀποβαίνειν.
実際にはまさにその逆の結果になる、というのである。
μᾶλλον δέ, εἰ δοκεῖ, αὐτὸς παρελθὼν ὁ λόγος ὑπὲρ ἑαυτοῦ καθάπερ ἐν δικασταῖς ὑμῖν εἰπάτω, ὅπῃ λυσιτελέστερον ἡγεῖται τῷ λέγοντι εὐτέλειαν οἴκου καὶ ἀμορφίαν.
むしろ、よろしければ、その議論自身が進み出て、裁判官であるあなた方の前であるかのように自分自身のために語り、なぜ家の簡素さと見苦しさが話し手にとってより有益であると自分が考えるのかを述べてもらおう。
ἐμοῦ μὲν ἀκηκόατε ἤδη λέγοντος, ὥστε οὐδὲν δέομαι δὶς περὶ τῶν αὐτῶν εἰπεῖν, ὁ δὲ παρελθὼν ἤδη λεγέτω, κἀγὼ σιωπήσομαι καὶ πρὸς ὀλίγον αὐτῷ μεταστήσομαι.
私についてはすでに語るのを聞いていただいたので、同じことについて二度語る必要はない。 彼が進み出て、今や語るがよい。 私は沈黙し、しばらく彼に席を譲ることにしよう。

語釈・文法注

  1. 9ἵνα αὐτὸν ἢ ὑψώροφον ... εἴποι — 目的を表す接続詞 ἵνα の後に希求法 εἴποι が用いられている。これは、主節の分詞 δεόμενα が過去の詩人ホメロスという過去の主格を想定しているため、歴史的時制のあとの目的節として希求法が選択されている(歴史時制に伴う希求法)。
  2. 10εἰδὼς αἴσχιστον ὂν ἀπολειφθῆναι — 分詞 εἰδὼς(「知っているので」)の目的語として、対格不定詞構造(αἴσχιστον ὄν...)が用いられている。非人称表現の分詞 ὄν(「〜であること」)は、不定詞 ἀπολειφθῆναι(「後れを取ること」)を実質的な主語とする述語として機能している。
  3. 11ὡς ἂν εἴποι τις — 潜在の希求法(ἄν + 希求法 εἴποι)が ὡς とともに用いられ、「誰かが言うかもしれないように」、すなわち「いわば」「言ってみれば」という、表現を和らげる挿入的な慣用表現として機能している。
  4. 14αὐτὸ γάρ που τοὐναντίον ἀποβαίνειν — 前の文にある発話動詞 φησί(「彼は言う」)に支配された間接話法における不定詞句(ἀποβαίνειν)。中性名詞化した形容詞 τοὐναντίον(= τὸ ἐναντίον)がその意味上の主語である。

この箇所を引用する

ルキアノス, 広間について §9-14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg009.humanitext-grc2:9-14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。