Humanitext Reader

ルキアノス · 広間について §15-18

広間の美しさが言論の妨げとなる理由の反論

4 / 6 箇所 · ギリシア語

要旨

対論者は、豪華なホールの美しさが過度な装飾を施した女性と同様に本来の価値(言論)から人の目をそらし、ホールの音響や視覚的魅力が語り手と聴衆を妨げるため、言論披露にはかえって不都合であることを論じる。

§15ἄνδρες τοίνυν δικασταί, φησὶν ὁ λόγος, ὁ μὲν προειπὼν ῥήτωρ πολλὰ καὶ μεγάλα τόνδε τὸν οἶκον ἐπῄνεσε καὶ τῷ ἑαυτοῦ λόγῳ ἐκόσμησεν, ἐγὼ δὲ τοσούτου δέω ψόγον αὐτοῦ διεξελεύσεσθαι, ὥστε καὶ τὰ ὑπʼ ἐκείνου παραλελειμμένα προσθήσειν μοι δοκῶ·
「さて、陪審員の皆さん」と、その議論は言う。 「先に語った弁論家は、この家を数多く、また盛大に称賛し、自らの言論で飾りましたが、私は、この家への非難を展開することからはほど遠く、彼によって看過された点さえも付け加えるつもりです。
ὅσῳ γὰρ ἂν ὑμῖν καλλίων φαίνηται, τοσῷδε ὑπεναντίος τῇ τοῦ λέγοντος χρείᾳ δειχθήσεται.
なぜなら、この家があなた方に美しく見えれば見えるほど、それだけ、語り手の必要性に対して逆効果であることが示されるからです。
καὶ πρῶτόν γε ἐπειδὴ γυναικῶν καὶ κόσμου καὶ χρυσοῦ ἐκεῖνος ἐμνημόνευσεν, κἀμοὶ ἐπιτρέψατε χρήσασθαι τῷ παραδείγματι·
そして第一に、彼が女性や装飾、黄金について言及したのですから、私にもその比喩を用いることをお許しください。
φημὶ γὰρ οὖν καὶ γυναιξὶ καλαῖς οὐχ ὅπως συλλαμβάνειν ἐς τὸ εὐμορφότερον, ἀλλὰ καὶ ἐναντιοῦσθαι τὸν κόσμον τὸν πολύν, ὁπόταν τῶν ἐντυγχανόντων ἕκαστος ὑπὸ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν πολυτελῶν ἐκπλαγεὶς ἀντὶ τοῦ ἐπαινεῖν ἢ χρόαν ἢ βλέμμα ἢ δειρὴν ἢ πῆχυν ἢ δάκτυλον, ὁ δὲ ταῦτʼ ἀφεὶς ἐς τὴν σαρδὼ ἢ τὸν σμάραγδον ἢ τὸν ὅρμον ἢ τὸ ψέλιον ἀποβλέπῃ, ὥστε ἄχθοιτο ἂν εἰκότως παρορωμένη διὰ τὸν κόσμον, οὐκ ἀγόντων σχολὴν ἐπαινεῖν αὐτὴν τῶν θεατῶν, ἀλλὰ πάρεργον αὐτῆς ποιουμένων τὴν θέαν.
実際、美しい女性たちにとっても、多くの装飾は、より美しくなるのを助けるどころか、むしろ邪魔になると私は主張します。 出会う人々の一人一人が、黄金や高価な宝石に圧倒され、肌の色や眼差し、首、腕、指を称賛する代わりに、彼がこれらを差し置いて、サードニクスやエメラルド、首飾り、腕輪に目を奪われるときには。 その結果、その女性は、見物人たちが彼女を称賛する暇を持たず、彼女を見ることを付け足しにしているために、装飾のせいで見過ごされて当然、腹を立てることでしょう。
§16ὅπερ ἀνάγκη, οἶμαι, παθεῖν καὶ τὸν ἐν οὕτω καλοῖς ἔργοις λόγους δεικνύοντα·
これこそ、このような美しい作品の中で言論を披露する者が、被らざるを得ないと私が思うことです。
λανθάνει γὰρ ἐν τῷ μεγέθει τῶν καλῶν τὸ λεχθὲν καὶ ἀμαυροῦται καὶ συναρπάζεται, καθάπερ εἰ λύχνον τις εἰς πυρκαϊὰν μεγάλην φέρων ἐμβάλλοι ἢ μύρμηκα ἐπʼ ἐλέφαντος ἢ καμήλου δεικνύοι.
なぜなら、語られた内容は、美しいものの巨大さの中に紛れて隠れてしまい、かすみ、奪い去られてしまうからです。 あたかも、誰かが大きな焚き火の中に灯火を運んで投げ入れるか、あるいは象やラクダの上にアリを乗せて見せるかのようです。
τοῦτό τε οὖν φυλακτέον τῷ λέγοντι, καὶ προσέτι μὴ καὶ τὴν φωνὴν αὐτὴν ἐπιταράττηται ἐν οὕτως εὐφώνῳ καὶ ἠχήεντι οἴκῳ λέγων·
したがって、語り手はこのことを警戒しなければなりませんし、さらに、このように響きがよく、反響する家で語る際に、声そのものがかき乱されないようにしなければなりません。
ἀντιφθέγγεται γὰρ καὶ ἀντιφωνεῖ καὶ ἀντιλέγει, μᾶλλον δὲ ἐπικαλύπτει τὴν βοήν, οἷόν τι καὶ σάλπιγξ δρᾷ τὸν αὐλόν, εἰ συναυλοῖεν, ἢ τοὺς κελευστὰς ἡ θάλαττα, ὁπόταν πρὸς κύματος ἦχον ἐπᾴδειν τῇ εἰρεσίᾳ θέλωσιν·
なぜなら、その家は声に応え、反響し、言い返して、むしろその叫びを覆い隠してしまうからです。 あたかもラッパが、合奏する際のフルートに対して、あるいは海が、波の音に合わせて漕ぎ手に調子を合わせようとする号令係に対して行うのと同じです。
ἐπικρατεῖ γὰρ ἡ μεγαλοφωνία καὶ κατασιωπᾷ τὸ ἧττον.
というのも、大きな声が圧倒し、より小さいものを沈黙させるからです。
§17καὶ μὴν κἀκεῖνο, ὅπερ ἔφη ὁ ἀντίδικος, ὡς ἄρα ἐπεγείρει ὁ καλὸς οἶκος τὸν λέγοντα καὶ προθυμότερον παρασκευάζει, ἐμοὶ δοκεῖ τὸ ἐναντίον ποιεῖν·
さらに、相手が言ったこと、すなわち、美しい家が語り手を奮い立たせ、より熱意を持たせるということもまた、私には逆の効果をもたらすように思われます。
ἐκπλήττει γὰρ καὶ φοβεῖ καὶ τὸν λογισμὸν διαταράττει καὶ δειλότερον ἐργάζεται ἐνθυμούμενον ὡς ἁπάντων ἐστὶν αἴσχιστον ἐν εὐμόρφῳ χωρίῳ μὴ ὁμοίους φαίνεσθαι τοὺς λόγους.
なぜなら、それは圧倒し、恐れさせ、思考を乱し、より臆病にさせるからです。 美しい場所において、自分の言論がそれに劣って見えないかと心配させることによって。
ἐλέγχων γὰρ οὗτός γε ὁ φανερώτατος, ὥσπερ ἂν εἴ τις πανοπλίαν καλὴν ἐνδὺς ἔπειτα φεύγοι πρὸ τῶν ἄλλων, ἐπισημότερος ὢν δειλὸς ἀπὸ τῶν ὅπλων.
実際、これは最も明白な弾劾なのです。 あたかも、誰かが美しい武具を身につけながら、他の誰よりも先に逃げ出すようなもので、その武器のせいで臆病者としていっそう目立つことになります。
τοῦτο δέ μοι δοκεῖ λογισάμενος καὶ ὁ τοῦ Ὁμήρου ῥήτωρ ἐκεῖνος εὐμορφίας ἐλάχιστον φροντίσαι, μᾶλλον δὲ καὶ παντελῶς ἀΐδρει φωτὶ ἑαυτὸν ἀπεικάσαι, ἵνα αὐτῷ παραδοξότερον φαίνηται τῶν λόγων τὸ κάλλος ἐκ τῆς πρὸς τὸ ἀμορφότερον ἐξετάσεως.
このことを考慮して、ホメロスのあの弁論家も、美しさにほとんど配慮せず、むしろ全く無知な男に自らをなぞらえたのだと私は思います。 それは、不格好なものとの対比から、彼の言論の美しさがいっそう驚異的に見えるようにするためでした。
ἄλλως τε ἀνάγκη πᾶσα καὶ τὴν τοῦ λέγοντος αὐτοῦ διάνοιαν ἀσχολεῖσθαι περὶ τὴν θέαν καὶ τῆς φροντίδος τὸ ἀκριβὲς ἐκλύειν τῆς ὄψεως ἐπικρατούσης καὶ πρὸς αὑτὴν καλούσης καὶ τῷ λόγῳ προσέχειν οὐκ ἐώσης.
とりわけ、語り手自身の精神がその光景に奪われ、視覚が圧倒して自分自身へと引きつけ、言論に注意を向けることを許さないために、思考の厳密さが弛緩してしまうことは、絶対に避けられません。
ὥστε τίς μηχανὴ μὴ οὐχὶ πάντως ἔλαττον ἐρεῖν αὐτὸν τῆς ψυχῆς διατριβούσης περὶ τὸν τῶν ὁρωμένων ἔπαινον;
したがって、魂が見えているものの称賛に費やされているときに、彼が完全に劣った語り方をしないという、どんな方策があるでしょうか。
§18ἐῶ γὰρ λέγειν ὅτι καὶ οἱ παρόντες αὐτοὶ καὶ πρὸς τὴν ἀκρόασιν παρειλημμένοι ἐπειδὰν εἰς τοιοῦτον οἶκον παρέλθωσιν, ἀντὶ ἀκροατῶν θεαταὶ καθίστανται, καὶ οὐχ οὕτω Δημόδοκος ἢ Φήμιος ἢ Θάμυρις ἢ Ἀμφίων ἢ Ὀρφεύς τις λέγων ἐστίν, ὥστε ἀποσπάσαι τὴν διάνοιαν αὐτῶν ἀπὸ τῆς θέας·
というのも、その場にいて、聴講するために招かれた人々自身も、このような家に入ると、聴衆ではなく観客になってしまうということは、言うまでもありません。 デモドコスやペミオス、タミュリス、アムピオン、あるいはオルペウスといった者が語っていても、彼らの思考をその光景から引き離すことはできません。
ἀλλʼ οὖν ἕκαστος, ἐπειδὰν μόνον ὑπερβῇ τὸν οὐδόν, ἀθρόῳ τῷ κάλλει περιχυθεὶς λόγων μὲν ἐκείνων ἢ ἀκροάσεως ἄλλης οὐδὲ τὴν ἀρχὴν ἀΐοντι ἔοικεν, ὅλος δὲ πρὸς τοῖς ὁρωμένοις ἐστίν, εἰ μὴ τύχοι τις παντελῶς τυφλὸς ὢν ἢ ἐν νυκτὶ ὥσπερ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ποιοῖτο τὴν ἀκρόασιν.
むしろ、一人一人が、敷居を一歩またぐやいなや、その圧倒的な美しさに包み込まれ、それらの言論や他の聴講にそもそも耳を傾けているようには全く見えず、完全に見えているものに夢中になるのです。 よほど、完全に盲目であるか、あるいはアレオパゴスの評議会のように夜中に聴講を行うのでない限りは。 」

語釈・文法注

  1. 15τοσούτου δέω — 非人称的表現 `πολλοῦ δέω` の変種で、程度を表す属格 `τοσούτου` を伴い、「私は〜することから非常に遠い」「〜するどころではない」という意味を表す。
  2. 15ὁ δὲ ταῦτʼ ἀφεὶς — 条件・時間節 `ὁπόταν ... ἐκπλαγεὶς` において、先行する `ἕκαστος` を受けて、主格の指示代名詞 `ὁ δέ` が文脈上挿入されている。これにより構文(アナコルトン)が生じているが、主語を明確にするための表現である。
  3. 17ἐλέγχων γὰρ οὗτός γε ὁ φανερώτατος — `ἐλέγχων` は、動詞 `ἐλέγχω` の分詞ではなく、第三変化名詞 `ἔλεγχος`(暴露、試練、反証)の属格複数形。全体で「というのも、これが(数ある)暴き立ての中で最も明白なものだからである」という意味の述語を形成する。
  4. 17τίς μηχανὴ μὴ οὐχὶ — 疑問表現に導かれた「〜しないというどんな方策があるか」という二重否定構造であり、「どうしても〜せざるを得ない」という強い必然性を表す。不定詞 `ἐρεῖν` に `μὴ οὐχὶ` が先行している。

この箇所を引用する

ルキアノス, 広間について §15-18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg009.humanitext-grc2:15-18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。