§9τὰ μὲν δὴ ὑψηλὰ καὶ κορυφαῖα τοῦ οἴκου τοιάδε, Ὁμήρου τινὸς δεόμενα ἐπαινέτου, ἵνα αὐτὸν ἢ ὑψώροφον ὡς τὸν Ἑλένης θάλαμον ἢ αἰγλήεντα ὡς τὸν Ὄλυμπον εἴποι·
此大厅的高处与顶巅便是如此,需要一位荷马式的赞美者,以便他能将它称作如同海伦内室那样的“高穹顶”,或是如同奥林匹斯那样的“光辉璀璨”。
τὸν δὲ ἄλλον κόσμον καὶ τὰ τῶν τοίχων γράμματα καὶ τῶν χρωμάτων τὰ κάλλη καὶ τὸ ἐναργὲς ἑκάστου καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀληθὲς ἔαρος ὄψει καὶ λειμῶνι δὲ εὐανθεῖ καλῶς ἂν ἔχοι παραβαλεῖν· πλὴν παρʼ ὅσον ἐκεῖνα μὲν ἀπανθεῖ καὶ μαραίνεται καὶ ἀλλάττεται καὶ ἀποβάλλει τὸ κάλλος, τουτὶ δὲ τὸ ἔαρ ἀΐδιον καὶ λειμὼν ἀμάραντος καὶ ἄνθος ἀθάνατον, ἅτε μόνης τῆς ὄψεως ἐφαπτομένης καὶ δρεπομένης τὸ ἡδὺ τῶν βλεπομένων.
而其余的装饰、墙上的绘画、色彩的美丽,以及每一处的逼真、精确与真实,则很适合与春天的景象及鲜花盛开的草地相媲美;只除了这一点,即那些事物会谢落、枯萎、改变并失去美感,而此处的春天则是永恒的,草地不凋,花朵不死,因为仅仅是视觉在触及并采撷这些所见之物的愉悦。
§10τὰ δὴ τοσαῦτα καὶ τοιαῦτα τις οὐκ ἂν ἡσθείη βλέπων ἤ τις οὐκ ἂν προθυμηθείη καὶ παρὰ τὴν δύναμιν ἐν αὐτοῖς λέγειν, εἰδὼς αἴσχιστον ὂν ἀπολειφθῆναι τῶν ὁρωμένων;
那么,看着如此之多且如此美丽的事物,有谁会不感到愉悦呢? 又有谁会不热切地,甚至超出自己的能力,在它们之中发表言论呢? 因为他知道,落后于所见之物是最为可耻的。
ἐπαγωγότατον γάρ τι ἡ ὄψις τῶν καλῶν, οὐκ ἐπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἵππος ἥδιον ἂν οἶμαι δράμοι κατὰ πρανοῦς πεδίου καὶ μαλακοῦ, προσηνῶς δεχομένου τὴν βάσιν καὶ ἡρέμα ὑπείκοντος τῷ ποδὶ καὶ μὴ ἀντιτυποῦντος τῇ ὁπλῇ·
因为对美物的瞩目具有极强的吸引力,不仅对于人是如此,我想即使是一匹马,也会更惬意地奔驰在倾斜且柔软的平原上,那平原温和地承接它的步伐,顺从地贴合它的足部,而不反弹它的蹄子。
ἅπαντι γοῦν τότε χρῆται τῷ δρόμῳ καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν τῷ τάχει ἁμιλλᾶται καὶ πρὸς τοῦ πεδίου τὸ κάλλος.
总之,那时它会施展浑身的奔跑本领,将自身完全付诸速度,甚至与那平原的美丽相角逐。
§11ὁ δὲ ταὼς ἦρος ἀρχομένου πρὸς λειμῶνά τινα ἐλθών, ὁπότε καὶ τὰ ἄνθη πρόεισιν οὐ ποθεινότερα μόνον, ἀλλὰ καὶ ὡς ἂν εἴποι τις ἀνθηρότερα καὶ τὰς βαφὰς καθαρώτερα, τότε καὶ οὗτος ἐκπετάσας τὰ πτερὰ καὶ ἀναδείξας τῷ ἡλίῳ καὶ τὴν οὐρὰν ἐπάρας καὶ πάντοθεν αὑτῷ περιστήσας ἐπιδείκνυται τὰ ἄνθη τὰ αὑτοῦ καὶ τὸ ἔαρ τῶν πτερῶν ὥσπερ αὐτὸν προκαλοῦντος τοῦ λειμῶνος ἐς τὴν ἅμιλλαν·
而孔雀在初春时来到某个草原,那时花朵绽放,不仅更加令人向往,而且正如人们所说,更加绚丽、色泽更加纯净。 这时它也展开羽翼向太阳展示,并扬起尾羽围在自己身体四周,展示它自己的花朵以及羽翼上的春天,仿佛草地正在挑战它进行竞争。
ἐπιστρέφει γοῦν ἑαυτὸν καὶ περιάγει καὶ ἐμπομπεύει τῷ κάλλει· ὅτε δὴ καὶ θαυμασιώτερος φαίνεται πρὸς τὴν αὐγὴν ἀλλαττομένων αὐτῷ τῶν χρωμάτων καὶ μεταβαινόντων ἠρέμα καὶ πρὸς ἕτερον εὐμορφίας εἶδος τρεπομένων.
总之,它转动身躯,来回踱步,炫耀着它的美丽;在那个时候,在光线的映照下,它显得更加令人惊叹,它的色彩发生变化,温和地过渡,并转向另一种形式的美。
πάσχει δὲ αὐτὸ μάλιστα ἐπὶ τῶν κύκλων, οὓς ἐπʼ ἄκροις ἔχει τοῖς πτεροῖς, ἴριδός τινος ἕκαστον περιθεούσης·
这种情况尤其发生在他羽毛末端的那些圆圈上,每个圆圈都环绕着一圈彩虹似的光晕。
ὃ γὰρ τέως χαλκὸς ἦν, τοῦτο ἐγκλίναντος ὀλίγον χρυσὸς ὤφθη, καὶ τὸ ὑπὸ τῷ ἡλίῳ κυαναυγές, εἰ σκιασθείη, χλοαυγές ἐστιν·
因为先前显现为青铜色的部分,稍微倾斜便被看作黄金色;而在阳光下呈深蓝光泽的部分,若被遮阴,则显出绿油油的光亮。
οὕτω μετακοσμεῖται πρὸς τὸ φῶς ἡ πτέρωσις.
羽翼就是这样随着光线改变装束。
§12ὅτι μὲν γὰρ καὶ ἡ θάλαττα ἱκανὴ προκαλέσασθαι καὶ εἰς ἐπιθυμίαν ἐπισπάσασθαι ἐν γαλήνῃ φανεῖσα, ἴστε, κἂν μὴ εἴπω· ὅτε, εἰ καὶ παντάπασιν ἠπειρώτης καὶ ἀπειρόπλους τις εἴη, πάντως ἂν ἐθελήσειε καὶ αὐτὸς ἐμβῆναι καὶ περιπλεῦσαι καὶ πολὺ ἀπὸ τῆς γῆς ἀποσπάσαι, καὶ μάλιστα εἰ βλέποι τὴν μὲν αὔραν κούφως ἐπουριάζουσαν τὴν ὀθόνην, τὴν δὲ ναῦν προσηνῶς τε καὶ λείως ἐπʼ ἄκρων ἠρέμα διολισθάνουσαν τῶν κυμάτων.
因为即使是呈现出平静状态的大海,也足以发出邀请并引人产生渴望,这一点即便我不说,你们也知道;在这个时候,即便某人完全是个内陆居民且毫无航海经验,也必定会渴望亲自登船、环航,并远远地离开陆地,特别是当他看见微风轻柔地吹胀风帆,船只温和而平稳地在波尖上静静滑行时。
§13καὶ τοίνυν καὶ τοῦδε τοῦ οἴκου τὸ κάλλος ἱκανὸν καὶ παρορμῆσαι ἐς λόγους καὶ λέγοντα ἐπεγεῖραι καὶ πάντα τρόπον εὐδοκιμῆσαι παρασκευάσαι.
因此,这座大厅的美丽也足以激发人们发表言论,唤醒演讲者,并准备让他以各种方式赢得名望。
ἐγὼ μὲν δὴ τούτοις πείθομαι καὶ ἤδη πέπεισμαι καὶ ἐς τὸν οἶκον ἐπὶ λόγοις παρελήλυθα ὥσπερ ὑπὸ ἴυγγος ἢ Σειρῆνος τῷ κάλλει ἑλκόμενος, ἐλπίδα οὐ μικρὰν ἔχων, εἰ καὶ τέως ἡμῖν ἄμορφοι ἦσαν οἱ λόγοι, καλοὺς αὐτοὺς φανεῖσθαι καθάπερ ἐσθῆτι καλῇ κεκοσμημένους.
我自己确实被这些道理所说服,并且已经确信,为了言论而步入这座大厅,其美色吸引着我,犹如受到魔轮或塞壬的诱惑,抱着不小的希望:即便我们的言论先前是不美观的,但现在也会显得美丽,如同着上了华美的衣裳。
§14ἕτερος δέ τις οὐκ ἀγεννὴς λόγος, ἀλλὰ καὶ πάνυ γενναῖος, ὥς φησι, καὶ μεταξύ μου λέγοντος ὑπέκρουε καὶ διακόπτειν ἐπειρᾶτο τὴν ῥῆσιν καὶ ἐπειδὴ πέπαυμαι, οὐκ ἀληθῆ ταῦτα λέγειν φησί με, ἀλλὰ θαυμάζειν, εἰ φάσκοιμι ἐπιτηδειότερον εἶναι πρὸς λόγων ἐπίδειξιν οἴκου κάλλος γραφῇ καὶ χρυσῷ κεκοσμημένον· αὐτὸ γάρ που τοὐναντίον ἀποβαίνειν.
然而另一个并非不体面、而是如其所说非常高贵的论点,在我说话的途中一直悄悄作梗,试图打断我的演讲;既然我已经停了下来,它便说我所说的并非真话,并且感到异议,如果我竟声称由绘画和黄金装饰的大厅之美更适合言论的展示;因为它声称,结果恰恰相反。
μᾶλλον δέ, εἰ δοκεῖ, αὐτὸς παρελθὼν ὁ λόγος ὑπὲρ ἑαυτοῦ καθάπερ ἐν δικασταῖς ὑμῖν εἰπάτω, ὅπῃ λυσιτελέστερον ἡγεῖται τῷ λέγοντι εὐτέλειαν οἴκου καὶ ἀμορφίαν.
或者,如果可以的话,让这论点本身走上前,像在作为法官的你们面前那样为自己辩护,阐明它为何认为大厅的简陋与不美观对演讲者更为有利。
ἐμοῦ μὲν ἀκηκόατε ἤδη λέγοντος, ὥστε οὐδὲν δέομαι δὶς περὶ τῶν αὐτῶν εἰπεῖν, ὁ δὲ παρελθὼν ἤδη λεγέτω, κἀγὼ σιωπήσομαι καὶ πρὸς ὀλίγον αὐτῷ μεταστήσομαι.
你们已经听过我的陈述,因此我无需对同样的事情重说两遍。 让它现在上前发言,我将保持沉默,并暂时给它腾出位置。