§23ἑξῆς δὲ μετὰ τήνδε τὴν εἰκόνα ἕτερον δρᾶμα γέγραπται δικαιότατον, οὗ τὸ ἀρχέτυπον ὁ γραφεὺς παρʼ Εὐριπίδου ἢ Σοφοκλέους δοκεῖ μοι λαβεῖν·
この絵の次に、極めて正義にかなったもう一つの劇が描かれている。 その原型を画家はエウリピデスかソフォクレスから得たのだと私には思われる。
ἐκεῖνοι γὰρ ὁμοίαν ἔγραψαν τὴν εἰκόνα.
彼らも同様の絵を描いたからである。
τὼ νεανία τὼ ἑταίρω Πυλάδης τε ὁ Φωκεὺς καὶ Ὀρέστης δοκῶν ἤδη τεθνάναι λαθόντʼ ἐς τὰ βασίλεια παρελθόντε φονεύουσιν ἄμφω τὸν Αἴγισθον·
二人の若い友、フォキス人のピュラデスと、すでに死んだと思われていたオレステスが、密かに宮殿に入り込み、二人でアイギストスを殺害している。
ἡ δὲ Κλυταιμνήστρα ἤδη ἀνῄρηται καὶ ἐπʼ εὐνῆς τινος ἡμίγυμνος πρόκειται καὶ θεραπεία πᾶσα, ἐκπεπληγμένοι τὸ ἔργον οἱ μὲν ὥσπερ βοῶσιν, οἱ δέ τινες ὅπῃ φύγωσι περιβλέπουσι.
一方、クリュタイムネストラはすでに殺されており、ある寝台の上に半裸で横たわっている。 また召使たち全員が、その出来事に肝を潰し、ある者は叫び声を上げるかのようであり、他のある者はどこへ逃げるべきかと辺りを見回している。
σεμνὸν δέ τι ὁ γραφεὺς ἐπενόησεν, τὸ μὲν ἀσεβὲς τῆς ἐπιχειρήσεως δείξας μόνον καὶ ὡς ἤδη πεπραγμένον παραδραμών, ἐμβραδύνοντας δὲ τοὺς νεανίσκους ἐργασάμενος τῷ τοῦ μοιχοῦ φόνῳ.
しかし画家は何か気高いことを考案した。 その企てのうち不敬なことはただ暗示するにとどめ、それはすでに実行されたこととして省略し、若者たちが密通者の殺害に時間をかけているように描き出したのである。
§24μετὰ δὲ τοῦτο θεός ἐστιν εὔμορφος καὶ μειράκιον ὡραῖον, ἐρωτική τις παιδιά·
この次には、美しい神と若々しい青年がおり、愛らしい戯れが描かれている。
ὁ Βράγχος ἐπὶ πέτρας καθεζόμενος ἀνέχει λαγὼν καὶ προσπαίζει τὸν κύνα, ὁ δὲ πηδησομένῳ ἔοικεν ἐπʼ αὐτὸν εἰς τὸ ὕψος, καὶ Ἀπόλλων παρεστὼς μειδιᾷ τερπόμενος ἀμφοῖν καὶ τῷ παιδὶ παίζοντι καὶ πειρωμένῳ τῷ κυνί.
ブランコスが岩の上に腰掛け、野ウサギを持ち上げて犬をからかっており、犬は彼に向かって高く飛び跳ねようとしているかのようである。 そしてアポロンが傍らに立って、戯れる少年と、挑戦している犬の両者を喜ばしげに見つめ、微笑んでいる。
§25ἐπὶ δὲ τούτοις ὁ Περσεὺς πάλιν τὰ πρὸ τοῦ κήτους ἐκεῖνα τολμῶν καὶ ἡ Μέδουσα τεμνομένη τὴν κεφαλὴν καὶ Ἀθηνᾶ σκέπουσα τὸν Περσέα·
これらに続いて、再びペルセウスがあの怪物の前での大胆な行為を敢行している姿、頭部を切り取られつつあるメドゥーサ、そしてペルセウスを庇うアテナが描かれている。
ὁ δὲ τὴν μὲν τόλμαν εἴργασται, τὸ δὲ ἔργον οὐχ ἑώρακεν, πλὴν ἐπὶ τῆς ἀσπίδος τῆς Γοργόνος τὴν εἰκόνα·
ペルセウスはその大胆な行為を行ってはいるが、その行為そのものは見ていない。 ただ盾の上に反射したゴルゴンの姿を除いては。
οἶδε γὰρ τὸ πρόστιμον τῆς ἀληθοῦς ὄψεως.
彼は本物の姿を見ることの代償を知っているからである。
§26κατὰ δὲ τὸν μέσον τοῖχον ἄνω τῆς ἀντιθύρου Ἀθηνᾶς ναὸς πεποίηται, ἡ θεὸς λίθου λευκοῦ, τὸ σχῆμα οὐ πολεμιστήριον, ἀλλʼ οἷον ἂν γένοιτο εἰρήνην ἀγούσης θεοῦ πολεμικῆς.
正面の扉の向かいの、壁の中央上部には、アテナの神殿が作られている。 女神は白い大理石でできており、その姿は戦闘のポーズではなく、戦闘の女神が平和を保っている時のようである。
§27εἶτα μετὰ ταύτην ἄλλη Ἀθηνᾶ, οὐ λίθος αὕτη γε, ἀλλὰ γραφὴ πάλιν·
次に、このアテナの後に、もう一人のアテナがいる。 こちらは石ではなく、再び絵画である。
Ἥφαιστος αὐτὴν διώκει ἐρῶν, ἡ δὲ φεύγει, κἀκ τῆς διώξεως Ἐριχθόνιος γίγνεται.
ヘファイストスが恋をして彼女を追いかけ、彼女は逃げ、その追跡からエリクトニオスが生まれる。
§28ταύτῃ ἕπεται παλαιά τις ἄλλη γραφή·
これに、もう一つの古い絵画が続いている。
Ὠρίων φέρει τὸν Κηδαλίωνα τυφλὸς ὤν, ὁ δ’ αὐτῷ σημαίνει τὴν πρὸς τὸ φῶς ὁδὸν ἐποχούμενος,
盲目のオリオンがケダリオンを担いでおり、ケダリオンは乗って、光へと向かう道を彼に指し示している。
§29καὶ ὁ Ἥλιος φανεὶς ἰᾶται τὴν πήρωσιν, καὶ ὁ Ἥφαιστος Λημνόθεν ἐπισκοπεῖ τὸ ἔργον.
そして太陽が現れてその盲目を癒やし、ヘファイストスがレムノス島からその様子を見守っている。
§30Ὀδυσσεὺς τὸ μετὰ τοῦτο δῆθεν μεμηνώς, ἅτε συστρατεύειν τοῖς Ἀτρείδαις μὴ θέλων·
その次には、言うまでもなく、アトレイデスとともに出征することを望まないために、狂ったふりをしているオデュッセウスが描かれている。
πάρεισι δὲ οἱ πρέσβεις ἤδη καλοῦντες.
使節たちはすでに彼を召集するためにそこに控えている。
καὶ τὰ μὲν τῆς ὑποκρίσεως πιθανὰ πάντα, ἡ ἀπήνη, τὸ τῶν ὑπεζευγμένων ἀσύμφωνον, ἡ ἄνοια τῶν δρωμένων·
そしてその演技の様子はすべて説得力がある。 車、軛に繋がれたものたちの不調和、そして行われていることの狂気。
ἐλέγχεται δὲ ὅμως τῷ βρέφει·
しかしそれは幼児によって見破られる。
Παλαμήδης γὰρ ὁ τοῦ Ναυπλίου συνεὶς τὸ γιγνόμενον, ἁρπάσας τὸν Τηλέμαχον ἀπειλεῖ φονεύσειν πρόκωπον ἔχων τὸ ξίφος, καὶ πρὸς τὴν τῆς μανίας ὑπόκρισιν ὀργὴν καὶ οὗτος ἀνθυποκρίνεται.
ナウプリオスの息子パラメデスが、何が起きているかを察し、テレマコスをひったくって、剣の柄を握って殺すと脅しているのである。 そして狂気の演技に対して、彼もまた怒りを演技で返している。
ὁ δὲ Ὀδυσσεὺς πρὸς τὸν φόβον τοῦτον σωφρονεῖ καὶ πατὴρ γίγνεται καὶ λύει τὴν ὑπόκρισιν.
しかしオデュッセウスはこの恐怖を前にして正気を取り戻し、父親に戻って、その演技をやめるのである。
§31ὑστάτη δὲ ἡ Μήδεια γέγραπται τῷ ζήλῳ διακαής, τὼ παῖδε ὑποβλέπουσα καί τι δεινὸν ἐννοοῦσα·
そして最後に、嫉妬に燃えるメディアが描かれており、二人の子供を睨みつけ、何か恐ろしいことを企んでいる。
ἔχει γοῦν ἤδη τὸ ξίφος, τὼ δʼ ἀθλίω καθῆσθον γελῶντε, μηδὲν τῶν μελλόντων εἰδότε, καὶ ταῦτα ὁρῶντε τὸ ξίφος ἐν ταῖν χεροῖν.
彼女はすでに剣を手にしており、哀れな二人の子供は笑いながら座っており、これから起こることを何も知らず、しかも自分たちのすぐ近くで母の両手にあるその剣を見つめている。
§32ταῦτα πάντα, ὦ ἄνδρες δικασταί, οὐχ ὁρᾶτε ὅπως ἀπάγει μὲν τὸν ἀκροατὴν καὶ πρὸς τὴν θέαν ἀποστρέφει, μόνον δὲ καταλείπει τὸν λέγοντα;
陪審員の皆さん、これらすべてが、いかに聴衆の気を引きつけ、視覚の方へとそらし、語り手を一人残された状態にするか、お分かりにならないだろうか。
καὶ ἔγωγε διεξῆλθον αὐτά, οὐχ ἵνα τὸν ἀντίδικον τολμηρὸν ὑπολαβόντες καὶ θρασύν, εἰ τοῖς οὕτω δυσκόλοις ἑαυτὸν ἑκὼν φέρων ἐπέβαλεν, καταγνῶτε καὶ μισήσητε καὶ ἐπὶ τῶν λόγων ἐγκαταλίπητε, ἀλλʼ ἵνα μᾶλλον αὐτῷ συναγωνίσησθε καὶ ὡς οἷόν τε καταμύοντες ἀκούητε τῶν λεγομένων, λογιζόμενοι τοῦ πράγματος τὴν δυσχέρειαν·
そして私自身がこれらを詳しく説明したのは、相手が自ら進んでこのような困難なことに身を投じたからといって、彼を無鉄砲で不遜であると見なして、彼を有罪とし、憎み、その言論を見捨てるためではない。 そうではなく、むしろ彼とともに闘い、できる限り目を閉じながら語れることを聞き、この試みの困難さを考慮していただくためである。
μόλις γὰρ ἂν οὕτω δυνηθείη οὐ δικασταῖς ἀλλὰ συναγωνισταῖς ὑμῖν χρησάμενος μὴ παντάπασιν ἀνάξιος τῆς τοῦ οἴκου πολυτελείας νομισθῆναι.
そのようにして初めて、彼はあなた方を裁判官としてではなく、共闘者として得ることで、このホールの豪華さに全く不相応であると見なされないようにすることが、かろうじてできるかもしれないからである。
εἰ δὲ ὑπὲρ ἀντιδίκου ταῦτα δέομαι, μὴ θαυμάσητε·
もし私が相手方のためにこのようなことを願うとしても、驚かないでほしい。
ὑπὸ γὰρ τοῦ τὸν οἶκον φιλεῖν καὶ τὸν ἐν αὐτῷ λέγοντα, ὅστις ἂν ᾖ, βουλοίμην ἂν εὐδοκιμεῖν.
なぜなら、このホールを愛し、そしてその中で語る者が誰であれ、評判を勝ち得ることを私は望むからである。