§23ἑξῆς δὲ μετὰ τήνδε τὴν εἰκόνα ἕτερον δρᾶμα γέγραπται δικαιότατον, οὗ τὸ ἀρχέτυπον ὁ γραφεὺς παρʼ Εὐριπίδου ἢ Σοφοκλέους δοκεῖ μοι λαβεῖν· ἐκεῖνοι γὰρ ὁμοίαν ἔγραψαν τὴν εἰκόνα.
在这幅画之后,紧接着描绘了另一出极其正义的戏剧,它的原型在我看来是画家从欧里庇得斯或索福克勒斯那里得来的,因为他们也描绘了相似的画面。
τὼ νεανία τὼ ἑταίρω Πυλάδης τε ὁ Φωκεὺς καὶ Ὀρέστης δοκῶν ἤδη τεθνάναι λαθόντʼ ἐς τὰ βασίλεια παρελθόντε φονεύουσιν ἄμφω τὸν Αἴγισθον· ἡ δὲ Κλυταιμνήστρα ἤδη ἀνῄρηται καὶ ἐπʼ εὐνῆς τινος ἡμίγυμνος πρόκειται καὶ θεραπεία πᾶσα, ἐκπεπληγμένοι τὸ ἔργον οἱ μὲν ὥσπερ βοῶσιν, οἱ δέ τινες ὅπῃ φύγωσι περιβλέπουσι.
两位年轻的朋友——福基斯人皮拉德斯和已被认为死去的奥瑞斯特斯——悄悄潜入宫殿,两人共同杀死了埃癸斯托斯;克吕泰涅斯特拉已经被杀,半裸着横躺在某张床上,所有的仆人对这件惨剧感到震惊,有的仿佛在大声呼喊,有的则环顾四周寻找逃跑的方向。
σεμνὸν δέ τι ὁ γραφεὺς ἐπενόησεν, τὸ μὲν ἀσεβὲς τῆς ἐπιχειρήσεως δείξας μόνον καὶ ὡς ἤδη πεπραγμένον παραδραμών, ἐμβραδύνοντας δὲ τοὺς νεανίσκους ἐργασάμενος τῷ τοῦ μοιχοῦ φόνῳ.
然而,画家做出了一个高超的构想:对于这次行动中不敬的部分仅仅予以暗示,并将其作为已经完成的事而略过,却让年轻人们在屠杀通奸者的事上耽延时间。
§24μετὰ δὲ τοῦτο θεός ἐστιν εὔμορφος καὶ μειράκιον ὡραῖον, ἐρωτική τις παιδιά· ὁ Βράγχος ἐπὶ πέτρας καθεζόμενος ἀνέχει λαγὼν καὶ προσπαίζει τὸν κύνα, ὁ δὲ πηδησομένῳ ἔοικεν ἐπʼ αὐτὸν εἰς τὸ ὕψος, καὶ Ἀπόλλων παρεστὼς μειδιᾷ τερπόμενος ἀμφοῖν καὶ τῷ παιδὶ παίζοντι καὶ πειρωμένῳ τῷ κυνί.
在此之后,是一位俊美的神和一位青春洋溢的少年,这是一场充满爱意的嬉戏:布兰科斯坐在岩石上,提着一只野兔逗弄着狗,而狗似乎正要向着他高高跳起,阿波罗站在一旁微笑,对他们两者都感到欣喜——既对嬉戏的少年,也对不断尝试的狗。
§25ἐπὶ δὲ τούτοις ὁ Περσεὺς πάλιν τὰ πρὸ τοῦ κήτους ἐκεῖνα τολμῶν καὶ ἡ Μέδουσα τεμνομένη τὴν κεφαλὴν καὶ Ἀθηνᾶ σκέπουσα τὸν Περσέα· ὁ δὲ τὴν μὲν τόλμαν εἴργασται, τὸ δὲ ἔργον οὐχ ἑώρακεν, πλὴν ἐπὶ τῆς ἀσπίδος τῆς Γοργόνος τὴν εἰκόνα· οἶδε γὰρ τὸ πρόστιμον τῆς ἀληθοῦς ὄψεως.
在这些之后,又是珀耳修斯,他再次敢于在海怪出现之前进行那次冒险,美杜莎的头颅正被砍下,雅典娜在保护着珀耳修斯;他完成了这一大胆的举动,却没有亲眼看见那一幕,除了在盾牌上反射出的戈耳工画像;因为他深知直视其真容的代价。
§26κατὰ δὲ τὸν μέσον τοῖχον ἄνω τῆς ἀντιθύρου Ἀθηνᾶς ναὸς πεποίηται, ἡ θεὸς λίθου λευκοῦ, τὸ σχῆμα οὐ πολεμιστήριον, ἀλλʼ οἷον ἂν γένοιτο εἰρήνην ἀγούσης θεοῦ πολεμικῆς.
在正门对面墙壁的中部上方,建造了一座雅典娜神殿,女神是用白色大理石雕成的,她的姿态并非战斗状,而是如同一个好战的女神在主持和平时的样子。
§27εἶτα μετὰ ταύτην ἄλλη Ἀθηνᾶ, οὐ λίθος αὕτη γε, ἀλλὰ γραφὴ πάλιν· Ἥφαιστος αὐτὴν διώκει ἐρῶν, ἡ δὲ φεύγει, κἀκ τῆς διώξεως Ἐριχθόνιος γίγνεται.
在这尊雅典娜之后,是另一个雅典娜,这一个绝非石雕,而是另一幅画:赫菲斯托斯因爱慕而追赶她,她则逃跑,从这场追逐中诞生了埃里克托尼奥斯。
§28ταύτῃ ἕπεται παλαιά τις ἄλλη γραφή· Ὠρίων φέρει τὸν Κηδαλίωνα τυφλὸς ὤν, ὁ δ’ αὐτῷ σημαίνει τὴν πρὸς τὸ φῶς ὁδὸν ἐποχούμενος, §29καὶ ὁ Ἥλιος φανεὶς ἰᾶται τὴν πήρωσιν, καὶ ὁ Ἥφαιστος Λημνόθεν ἐπισκοπεῖ τὸ ἔργον.
紧随其后的是另一幅古老的画作:失明的俄里翁背着凯达利翁,后者骑在他身上,为他指明通往光明的道路,太阳显现并治好了他的双眼,赫菲斯托斯则从利姆诺斯岛注视着这一幕。
§30Ὀδυσσεὺς τὸ μετὰ τοῦτο δῆθεν μεμηνώς, ἅτε συστρατεύειν τοῖς Ἀτρείδαις μὴ θέλων· πάρεισι δὲ οἱ πρέσβεις ἤδη καλοῦντες.
接下来的画面是奥德修斯,他假装发疯,因为他不愿与阿特柔斯之子们一同出征;而使者们已经在一旁召唤他了。
καὶ τὰ μὲν τῆς ὑποκρίσεως πιθανὰ πάντα, ἡ ἀπήνη, τὸ τῶν ὑπεζευγμένων ἀσύμφωνον, ἡ ἄνοια τῶν δρωμένων· ἐλέγχεται δὲ ὅμως τῷ βρέφει· Παλαμήδης γὰρ ὁ τοῦ Ναυπλίου συνεὶς τὸ γιγνόμενον, ἁρπάσας τὸν Τηλέμαχον ἀπειλεῖ φονεύσειν πρόκωπον ἔχων τὸ ξίφος, καὶ πρὸς τὴν τῆς μανίας ὑπόκρισιν ὀργὴν καὶ οὗτος ἀνθυποκρίνεται.
他表演的所有细节都极具说服力:马车、套在一起的牲畜的不调和、以及所作所为的荒谬;然而他终究被那个婴儿揭穿了:瑙普利奥斯之子帕拉墨得斯看穿了正在发生的事,他夺过忒勒玛科斯,手握剑柄威胁要杀死他,面对奥德修斯的发疯表演,他也以愤怒来作为回应的表演。
ὁ δὲ Ὀδυσσεὺς πρὸς τὸν φόβον τοῦτον σωφρονεῖ καὶ πατὴρ γίγνεται καὶ λύει τὴν ὑπόκρισιν.
奥德修斯面对这种恐惧恢复了理智,变回了父亲,并停止了伪装。
§31ὑστάτη δὲ ἡ Μήδεια γέγραπται τῷ ζήλῳ διακαής, τὼ παῖδε ὑποβλέπουσα καί τι δεινὸν ἐννοοῦσα· ἔχει γοῦν ἤδη τὸ ξίφος, τὼ δʼ ἀθλίω καθῆσθον γελῶντε, μηδὲν τῶν μελλόντων εἰδότε, καὶ ταῦτα ὁρῶντε τὸ ξίφος ἐν ταῖν χεροῖν.
最后描绘的是美狄亚,她因嫉妒而燃烧,斜眼瞟着她的两个孩子,心中盘算着某种可怕的阴谋;无论如何,她已经握着剑了,而那两个可怜的孩子却笑着坐着,对将要发生的事一无所知,甚至看着她手中的那把剑。
§32ταῦτα πάντα, ὦ ἄνδρες δικασταί, οὐχ ὁρᾶτε ὅπως ἀπάγει μὲν τὸν ἀκροατὴν καὶ πρὸς τὴν θέαν ἀποστρέφει, μόνον δὲ καταλείπει τὸν λέγοντα;
陪审员诸位,难道你们看不出,所有这些事物是如何吸引听众、并将他们的注意力引向视觉,而让说话者孤立无援的吗?
καὶ ἔγωγε διεξῆλθον αὐτά, οὐχ ἵνα τὸν ἀντίδικον τολμηρὸν ὑπολαβόντες καὶ θρασύν, εἰ τοῖς οὕτω δυσκόλοις ἑαυτὸν ἑκὼν φέρων ἐπέβαλεν, καταγνῶτε καὶ μισήσητε καὶ ἐπὶ τῶν λόγων ἐγκαταλίπητε, ἀλλʼ ἵνα μᾶλλον αὐτῷ συναγωνίσησθε καὶ ὡς οἷόν τε καταμύοντες ἀκούητε τῶν λεγομένων, λογιζόμενοι τοῦ πράγματος τὴν δυσχέρειαν· μόλις γὰρ ἂν οὕτω δυνηθείη οὐ δικασταῖς ἀλλὰ συναγωνισταῖς ὑμῖν χρησάμενος μὴ παντάπασιν ἀνάξιος τῆς τοῦ οἴκου πολυτελείας νομισθῆναι.
而我详细叙述这些,并不是为了让你们在认为对手如果自愿投身于如此困难的事情中便是鲁莽和不逊之后,去谴责、憎恨他并抛弃他的言论,而是为了让你们能够更多地与他一同战斗,并尽可能闭上眼睛倾听他的言说,考虑到这件事情的艰难;因为只有这样,在把你们不作为裁判官而是作为并肩作战的战友的情况下,他才能勉强不被认为完全配不上这座大厅的奢华。
εἰ δὲ ὑπὲρ ἀντιδίκου ταῦτα δέομαι, μὴ θαυμάσητε· ὑπὸ γὰρ τοῦ τὸν οἶκον φιλεῖν καὶ τὸν ἐν αὐτῷ λέγοντα, ὅστις ἂν ᾖ, βουλοίμην ἂν εὐδοκιμεῖν.
如果我为对手提出这样的请求,请不要感到惊讶;因为出于对这座大厅的爱,以及对在其中说话的人的爱——无论他是谁,我都希望他能赢得名声。