Humanitext Reader

ルキアノス · 広間について §19-22

視覚の優位とペルセウスとアンドロメダの壁画

5 / 6 箇所 · ギリシア語

要旨

語り手は、視覚がいかに聴覚よりも強力であるかをセイレーンとゴルゴンの神話、孔雀、ヘロドトスの言葉を引いて主張し、大ホール内の壁画の模写(エクフラシス)として、右側の壁に描かれたペルセウスとアンドロメダの絵画を描写し始める。

§19ὅτι γὰρ οὐκ ἀξιόμαχον λόγων ἰσχὺς ὄψει ἀνταγωνίσασθαι καὶ ὁ Σειρήνων μῦθος παρατεθεὶς τῷ περὶ τῶν Γοργόνων διδάξειεν ἄν·
なぜなら、言論の力が視覚に対抗するのに十分ではないことは、セイレーンの神話がゴルゴンの神話と比較されることで教えてくれるだろうから。
ἐκεῖναι μὲν γὰρ ἐκήλουν τοὺς παραπλέοντας μελῳδοῦσαι καὶ κολακεύουσαι τοῖς ᾄσμασιν καὶ καταπλεύσαντας ἐπὶ πολὺ κατεῖχον, καὶ ὅλως τὸ ἔργον αὐτῶν ἐδεῖτό τινος διατριβῆς, καί πού τις αὐτὰς καὶ παρέπλευσε καὶ τοῦ μέλους παρήκουσε·
というのも、前者は航海して通り過ぎる人々を美しい歌声で魅了し、その歌で甘やかし、上陸した人々を長い間引き留め、彼らの活動全体にはある程度の時間が必要であり、おそらく誰かが彼女たちの傍らを通り過ぎてその歌を聞き流すこともあった。
τὸ δὲ τῶν Γοργόνων κάλλος, ἅτε βιαιότατόν τε ὂν καὶ τοῖς καιριωτάτοις τῆς ψυχῆς ὁμιλοῦν, εὐθὺς ἐξίστη τοὺς ἰδόντας καὶ ἀφώνους ἐποίει, ὡς δὲ ὁ μῦθος βούλεται καὶ λέγεται, λίθινοι ἐγίγνοντο ὑπὸ θαύματος.
しかしゴルゴンたちの美しさは、極めて強烈であり、魂の最も極めて重要な部分に語りかけるため、直ちに見た人々を狂わせ、口をきけなくし、神話が語り伝えるところによれば、驚きのあまり石になってしまった。
ὥστε καὶ ὃν ὑπὲρ τοῦ ταὼ λόγον εἶπε πρὸς ὑμᾶς μικρὸν ἔμπροσθεν, ὑπὲρ ἐμαυτοῦ εἰρῆσθαι νομίζω·
したがって、先ほど彼が孔雀についてあなた方に語った言葉も、私自身のために語られたものと私は考える。
καὶ γὰρ ἐκείνου ἐν τῇ ὄψει, οὐκ ἐν τῇ φωνῇ τὸ τερπνόν.
なぜなら、あの鳥の楽しさも視覚の中にあり、歌声の中にはないからである。
καὶ εἴ γέ τις παραστησάμενος τὴν ἀηδόνα ἢ τὸν κύκνον ᾄδειν κελεύοι, μεταξὺ δὲ ᾀδόντων παραδείξειε τὸν ταὼ σιωπῶντα, εὖ οἶδʼ ὅτι ἐπʼ ἐκεῖνον μεταβήσεται ἡ ψυχὴ μακρὰ χαίρειν φράσασα τοῖς ἐκείνων ᾄσμασιν·
そして、もし誰かが夜鳴きウグイスや白鳥を傍らに立たせて歌わせ、彼らが歌っている最中に、静かにしている孔雀を示したなら、その人の魂は彼らの歌に長い別れを告げて、あの孔雀の方へと移り変わることを私はよく知っている。
οὕτως ἄμαχόν τι ἔοικεν εἶναι ἡ διʼ ὄψεως ἡδονή.
このように、視覚による快楽は対抗しがたいもののようである。
§20καὶ ἔγωγε, εἰ βούλεσθε, μάρτυρα ὑμῖν παραστήσομαι σοφὸν ἄνδρα, ὃς αὐτίκα μοι μαρτυρήσει ὡς πολὺ ἐπικρατέστερά ἐστι τῶν ἀκουομένων τὰ ὁρώμενα.
そして私自身、もし望むなら、あなた方に賢い男を証人として立たせよう。 彼は、聞こえるものよりも見えるものの方がはるかに支配的であることを、直ちに私に証言してくれるだろう。
καί μοι σὺ ἤδη ὁ κῆρυξ προσκάλει αὐτὸν Ἡρόδοτον Λύξου Ἁλικαρνασόθεν·
そして、告白官よ、今すぐハリカルナッソス出身のリュクセスの息子ヘロドトス自身を呼び出しなさい。
κἀπειδὴ καλῶς ποιῶν ὑπήκουσε, μαρτυρείτω παρελθών·
そして、彼がありがたくも応じたので、前に進み出て証言させなさい。
ἀναδέξασθε δὲ αὐτὸν Ἰαστὶ πρὸς ὑμᾶς λέγοντα ὥσπερ αὐτῷ ἔθος.
彼の習慣通りに、イオニア方言であなた方に語る彼を迎え入れなさい。
ἀληθέα τάδε ὁ λόγος ὑμῖν, ἄνδρες δικασταί, μυθέεται καί οἱ πείθεσθε ὅσα ἂν λέγῃ τουτέων πέρι ὄψιν ἀκοῆς προτιμέων·
「陪審員の皆さん、この言論はあなた方に真実を語っている。 そして、聴覚よりも視覚を尊んで、これらについて彼が語ることに従いなさい。
ὦτα γὰρ τυγχάνει ἐόντα ἀπιστότερα ὀφθαλμῶν.
耳は目よりも信用できないものであるからだ。
Ἀκούετε τοῦ μάρτυρος ἅ φησιν, ὡς τὰ πρῶτα τῇ ὄψει ἀπέδωκεν;
」証人が言うことをお聞きだろうか。 彼がいかに視覚に第一位を与えたかを。
εἰκότως.
もっともなことだ。
τὰ μὲν γὰρ ἔπεα πτεροεντά ἐστι καὶ οἴχεται ἅμα τῷ προελθεῖν ἀποπτάμενα, ἡ δὲ τῶν ὁρωμένων τέρψις ἀεὶ παρεστῶσα καὶ παραμένουσα πάντως τὸν θεατὴν ὑπάγεται.
言葉は「翼あるもの」であり、発せられると同時に飛び去ってしまうが、見えるものの喜びは常にそこにあり、留まり続け、何としても観る者を魅了するからである。
§21πῶς οὖν οὐ χαλεπὸς τῷ λέγοντι ἀνταγωνιστὴς οἶκος οὕτω καλὸς καὶ περίβλεπτος ὤν;
それでは、これほど美しく、注目を集める大ホールが、語り手にとって困難な敵対者でないことがあろうか。
μᾶλλον δὲ τὸ μέγιστον οὐδέπω φημί·
あるいはむしろ、最も重要なことを私はまだ言っていない。
ὑμεῖς γὰρ αὐτοὶ οἱ δικασταὶ καὶ μεταξὺ λεγόντων ἡμῶν ἐς τὴν ὀροφὴν ἀπεβλέπετε καὶ τοὺς τοίχους ἐθαυμάζετε καὶ τὰς γραφὰς ἐξητάζετε πρὸς ἑκάστην ἀποστρεφόμενοι.
あなた方陪審員自身が、私たちが語っている最中にも、天井を見上げ、壁に驚嘆し、絵画を詳しく調べ、それぞれの方を向いているのである。
καὶ μηδὲν αἰσχυνθῆτε·
そして、恥じることはない。
συγγνώμη γάρ, εἴ τι ἀνθρώπινον πεπόνθατε, ἄλλως τε καὶ πρὸς οὕτω καλὰς καὶ ποικίλας τὰς ὑποθέσεις.
あなた方が人間らしい経験をしたとしても、それは許されることである。 ましてこれほど美しく多彩な主題を前にしては。
τῆς γὰρ τέχνης τὸ ἀκριβὲς καὶ τῆς ἱστορίας μετὰ τοῦ ἀρχαίου τὸ ὠφέλιμον ἐπαγωγὸν ὡς ἀληθῶς καὶ πεπαιδευμένων θεατῶν δεόμενον.
技術の精緻さと、古代の有益さを伴う物語は、本当に魅力的であり、教養ある観客を求めているからである。
καὶ ἵνα μὴ πάντα ἐκεῖσε ἀποβλέπητε ἡμᾶς ἀπολιπόντες, φέρε ὡς οἷόν τε γράψωμαι αὐτὰ ὑμῖν τῷ λόγῳ·
そして、あなた方が私たちを置き去りにして、すべての目をそちらに向けないように、さあ、私ができる限り、それらをご自身の言論で描き出してみよう。
ἡσθήσεσθε γάρ, οἶμαι, ἀκούοντες ἃ καὶ ὁρῶντες θαυμάζετε.
なぜなら、あなた方が見て驚嘆しているものを、聞くことによっても、あなた方は喜ぶと私は思うからである。
καὶ ἴσως ἄν με καὶ διʼ αὐτὸ ἐπαινέσαιτε καὶ τοῦ ἀντιδίκου προτιμήσαιτε, ὡς καὶ αὐτὸν ἐπιδείξαντα καὶ διπλασιάσαντα ὑμῖν τὴν ἡδονήν.
そして、おそらくあなた方はこのこと自体によっても私を称賛し、相手よりも私を好むだろう。 私もまたそれを示し、あなた方に喜びを二倍にした者として。
τὸ χαλεπὸν δὲ τοῦ τολμήματος ὁρᾶτε, ἄνευ χρωμάτων καὶ σχημάτων καὶ τόπου συστήσασθαι τοσαύτας εἰκόνας·
しかし、色彩も形も場所もなしに、これほど多くのイメージを構成するという試みの困難さを見てほしい。
ψιλὴ γάρ τις ἡ γραφὴ τῶν λόγων.
なぜなら、言葉による描写は、ある種むき出しのものであるからだ。
§22ἐν δεξιᾷ μὲν οὖν εἰσιόντι Ἀργολικῷ μύθῳ ἀναμέμικται πάθος Αἰθιοπικόν·
入って右側には、アルゴス風の神話にエチオピアの受難が混ざり合っている。
ὁ Περσεὺς τὸ κῆτος φονεύει καὶ τὴν Ἀνδρομέδαν καθαιρεῖ, καὶ μετὰ μικρὸν γαμήσει καὶ ἄπεισιν αὐτὴν ἄγων·
ペルセウスが海の怪物を殺し、アンドロメダを救い出している。 そして少し後に彼は結婚し、彼女を連れて立ち去るだろう。
πάρεργον τοῦτο τῆς ἐπὶ Γοργόνας πτήσεως.
これはゴルゴン退治への飛行の副産物である。
ἐν βραχεῖ δὲ πολλὰ ὁ τεχνίτης ἐμιμήσατο, αἰδῶ παρθένου καὶ φόβον — ἐπισκοπεῖ γὰρ μάχην ἄνωθεν ἐκ τῆς πέτρας — καὶ νεανίου τόλμαν ἐρωτικὴν καὶ θηρίου ὄψιν ἀπρόσμαχον·
画家は狭い空間に多くのものを模倣した。 乙女の羞恥と恐怖――彼女は岩の上から戦いを見守っている――、そして若者の恋の勇気、そして怪物の圧倒的な姿を。
καὶ τὸ μὲν ἔπεισι πεφρικὸς ταῖς ἀκάνθαις καὶ δεδιττόμενον τῷ χάσματι, ὁ Περσεὺς δὲ τῇ λαιᾷ μὲν προδείκνυσι τὴν Γοργόνα, τῇ δεξιᾷ δὲ καθικνεῖται τῷ ξίφει·
怪物は棘を逆立て、大きく開いた口で威嚇しながら襲いかかり、ペルセウスは左手でゴルゴンを突きつけ、右手で剣を振り下ろしている。
καὶ τὸ μὲν ὅσον τοῦ κήτους εἶδε τὴν Μέδουσαν, ἤδη λίθος ἐστίν, τὸ δʼ ὅσον ἔμψυχον μένει, τῇ ἅρπῃ κόπτεται.
怪物のうちメドゥーサを見た部分はすでに石になっており、まだ生きている部分はハルペーで切り刻まれている。

語釈・文法注

  1. §19διδάξειεν ἄν — 希求法に小辞 ἄν を伴い、可能性や穏やかな主張(「〜を教えてくれるだろう」)を表す。
  2. §19μακρὰ χαίρειν φράσασα — 「〜に長い別れを告げる」または「〜を無視する、顧みない」という慣用表現。χαίρειν φράζω(別れを告げる)に形容詞中性複数対格の副詞的用法 μακρά(遠く、長く)が加わったもの。
  3. §20ὦτα γὰρ τυγχάνει ἐόντα ἀπιστότερα ὀφθαλμῶν — ヘロドトス『歴史』1巻8節の有名な一節の引用。イオニア方言の現在分詞 ἐόντα(アッティカ方言の ὄντα)が用いられており、τυγχάνω +分詞で「〜である」を意味する構文(τυγχάνει ἐόντα = ὄντα ἐστίν)。
  4. §22τὸ μὲν ὅσον τοῦ κήτους εἶδε τὴν Μέδουσαν — ὅσον(〜だけの部分)が関係節を導き、主節の対格の主語(tò μὲν)と同格または一部を表す。続く τὸ δʼ ὅσον と対比されている。

この箇所を引用する

ルキアノス, 広間について §19-22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg009.humanitext-grc2:19-22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。