← ルキアノス

広間について

§23-32

神話を描く壁画の数々と視覚の魅力に対する弁論

画堂の壁に描かれた様々な神話画の情景(オレステス、ブランコス、ペルセウス、アテナ、オリオン、オデュッセウス、メディアなど)を詳述し、これら視覚の美が聴衆を魅了し語り手を窮地に立たせることを指摘しながら、対抗弁論者への理解を陪審員に求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23

ἑξῆς δὲ μετὰ τήνδε τὴν εἰκόνα ἕτερον δρᾶμα γέγραπται δικαιότατον, οὗ τὸ ἀρχέτυπον ὁ γραφεὺς παρʼ Εὐριπίδου ἢ Σοφοκλέους δοκεῖ μοι λαβεῖν· ἐκεῖνοι γὰρ ὁμοίαν ἔγραψαν τὴν εἰκόνα. τὼ νεανία τὼ ἑταίρω Πυλάδης τε ὁ Φωκεὺς καὶ Ὀρέστης δοκῶν ἤδη τεθνάναι λαθόντʼ ἐς τὰ βασίλεια παρελθόντε φονεύουσιν ἄμφω τὸν Αἴγισθον· ἡ δὲ Κλυταιμνήστρα ἤδη ἀνῄρηται καὶ ἐπʼ εὐνῆς τινος ἡμίγυμνος πρόκειται καὶ θεραπεία πᾶσα, ἐκπεπληγμένοι τὸ ἔργον οἱ μὲν ὥσπερ βοῶσιν, οἱ δέ τινες ὅπῃ φύγωσι1 περιβλέπουσι. σεμνὸν δέ τι ὁ γραφεὺς ἐπενόησεν, τὸ μὲν ἀσεβὲς τῆς ἐπιχειρήσεως δείξας μόνον καὶ ὡς ἤδη πεπραγμένον2 παραδραμών, ἐμβραδύνοντας δὲ τοὺς νεανίσκους ἐργασάμενος τῷ τοῦ μοιχοῦ φόνῳ.

この絵の次に、極めて正義にかなったもう一つの劇が描かれている。その原型を画家はエウリピデスかソフォクレスから得たのだと私には思われる。彼らも同様の絵を描いたからである。二人の若い友、フォキス人のピュラデスと、すでに死んだと思われていたオレステスが、密かに宮殿に入り込み、二人でアイギストスを殺害している。一方、クリュタイムネストラはすでに殺されており、ある寝台の上に半裸で横たわっている。また召使たち全員が、その出来事に肝を潰し、ある者は叫び声を上げるかのようであり、他のある者はどこへ逃げるべきかと辺りを見回している。しかし画家は何か気高いことを考案した。その企てのうち不敬なことはただ暗示するにとどめ、それはすでに実行されたこととして省略し、若者たちが密通者の殺害に時間をかけているように描き出したのである。

§24

μετὰ δὲ τοῦτο θεός ἐστιν εὔμορφος καὶ μειράκιον ὡραῖον, ἐρωτική τις παιδιά· ὁ Βράγχος ἐπὶ πέτρας καθεζόμενος ἀνέχει λαγὼν καὶ προσπαίζει τὸν κύνα, ὁ δὲ πηδησομένῳ ἔοικεν ἐπʼ αὐτὸν εἰς τὸ ὕψος, καὶ Ἀπόλλων παρεστὼς μειδιᾷ τερπόμενος ἀμφοῖν καὶ τῷ παιδὶ παίζοντι καὶ πειρωμένῳ τῷ κυνί.

この次には、美しい神と若々しい青年がおり、愛らしい戯れが描かれている。ブランコスが岩の上に腰掛け、野ウサギを持ち上げて犬をからかっており、犬は彼に向かって高く飛び跳ねようとしているかのようである。そしてアポロンが傍らに立って、戯れる少年と、挑戦している犬の両者を喜ばしげに見つめ、微笑んでいる。

§25

ἐπὶ δὲ τούτοις ὁ Περσεὺς πάλιν τὰ πρὸ τοῦ κήτους ἐκεῖνα τολμῶν καὶ ἡ Μέδουσα τεμνομένη τὴν κεφαλὴν καὶ Ἀθηνᾶ σκέπουσα τὸν Περσέα· ὁ δὲ τὴν μὲν τόλμαν εἴργασται, τὸ δὲ ἔργον οὐχ ἑώρακεν, πλὴν ἐπὶ τῆς ἀσπίδος τῆς Γοργόνος τὴν εἰκόνα· οἶδε γὰρ τὸ πρόστιμον τῆς ἀληθοῦς ὄψεως.

これらに続いて、再びペルセウスがあの怪物の前での大胆な行為を敢行している姿、頭部を切り取られつつあるメドゥーサ、そしてペルセウスを庇うアテナが描かれている。ペルセウスはその大胆な行為を行ってはいるが、その行為そのものは見ていない。ただ盾の上に反射したゴルゴンの姿を除いては。彼は本物の姿を見ることの代償を知っているからである。

§26

κατὰ δὲ τὸν μέσον τοῖχον ἄνω τῆς ἀντιθύρου Ἀθηνᾶς ναὸς πεποίηται, ἡ θεὸς λίθου λευκοῦ, τὸ σχῆμα οὐ πολεμιστήριον, ἀλλʼ οἷον ἂν γένοιτο εἰρήνην ἀγούσης θεοῦ πολεμικῆς.

正面の扉の向かいの、壁の中央上部には、アテナの神殿が作られている。女神は白い大理石でできており、その姿は戦闘のポーズではなく、戦闘の女神が平和を保っている時のようである。

§27

εἶτα μετὰ ταύτην ἄλλη Ἀθηνᾶ, οὐ λίθος αὕτη γε, ἀλλὰ γραφὴ πάλιν· Ἥφαιστος αὐτὴν διώκει ἐρῶν, ἡ δὲ φεύγει, κἀκ τῆς διώξεως Ἐριχθόνιος γίγνεται.

次に、このアテナの後に、もう一人のアテナがいる。こちらは石ではなく、再び絵画である。ヘファイストスが恋をして彼女を追いかけ、彼女は逃げ、その追跡からエリクトニオスが生まれる。

§28

ταύτῃ ἕπεται παλαιά τις ἄλλη γραφή· Ὠρίων φέρει τὸν Κηδαλίωνα τυφλὸς ὤν, ὁ δ’ αὐτῷ σημαίνει τὴν πρὸς τὸ φῶς ὁδὸν ἐποχούμενος, καὶ ὁ Ἥλιος φανεὶς ἰᾶται τὴν πήρωσιν, καὶ ὁ Ἥφαιστος Λημνόθεν ἐπισκοπεῖ τὸ ἔργον.

これに、もう一つの古い絵画が続いている。盲目のオリオンがケダリオンを担いでおり、ケダリオンは乗って、光へと向かう道を彼に指し示している。そして太陽が現れてその盲目を癒やし、ヘファイストスがレムノス島からその様子を見守っている。

§30

Ὀδυσσεὺς τὸ μετὰ τοῦτο δῆθεν μεμηνώς, ἅτε συστρατεύειν τοῖς Ἀτρείδαις μὴ θέλων· πάρεισι δὲ οἱ πρέσβεις ἤδη καλοῦντες. καὶ τὰ μὲν τῆς ὑποκρίσεως πιθανὰ πάντα, ἡ ἀπήνη, τὸ τῶν ὑπεζευγμένων ἀσύμφωνον,3 ἡ ἄνοια τῶν δρωμένων· ἐλέγχεται δὲ ὅμως τῷ βρέφει· Παλαμήδης γὰρ ὁ τοῦ Ναυπλίου συνεὶς τὸ γιγνόμενον, ἁρπάσας τὸν Τηλέμαχον ἀπειλεῖ φονεύσειν πρόκωπον ἔχων τὸ ξίφος, καὶ πρὸς τὴν τῆς μανίας ὑπόκρισιν ὀργὴν καὶ οὗτος ἀνθυποκρίνεται. ὁ δὲ Ὀδυσσεὺς πρὸς τὸν φόβον τοῦτον σωφρονεῖ καὶ πατὴρ γίγνεται καὶ λύει τὴν ὑπόκρισιν.

その次には、言うまでもなく、アトレイデスとともに出征することを望まないために、狂ったふりをしているオデュッセウスが描かれている。使節たちはすでに彼を召集するためにそこに控えている。そしてその演技の様子はすべて説得力がある。車、軛に繋がれたものたちの不調和、そして行われていることの狂気。しかしそれは幼児によって見破られる。ナウプリオスの息子パラメデスが、何が起きているかを察し、テレマコスをひったくって、剣の柄を握って殺すと脅しているのである。そして狂気の演技に対して、彼もまた怒りを演技で返している。しかしオデュッセウスはこの恐怖を前にして正気を取り戻し、父親に戻って、その演技をやめるのである。

§31

ὑστάτη δὲ ἡ Μήδεια γέγραπται τῷ ζήλῳ διακαής, τὼ παῖδε ὑποβλέπουσα καί τι δεινὸν ἐννοοῦσα· ἔχει γοῦν ἤδη τὸ ξίφος, τὼ δʼ ἀθλίω καθῆσθον γελῶντε, μηδὲν τῶν μελλόντων εἰδότε, καὶ ταῦτα ὁρῶντε τὸ ξίφος ἐν ταῖν χεροῖν.

そして最後に、嫉妬に燃えるメディアが描かれており、二人の子供を睨みつけ、何か恐ろしいことを企んでいる。彼女はすでに剣を手にしており、哀れな二人の子供は笑いながら座っており、これから起こることを何も知らず、しかも両手にあるその剣を見つめているにもかかわらずである。

§32

ταῦτα πάντα, ὦ ἄνδρες δικασταί, οὐχ ὁρᾶτε ὅπως ἀπάγει μὲν τὸν ἀκροατὴν καὶ πρὸς τὴν θέαν ἀποστρέφει, μόνον δὲ καταλείπει τὸν λέγοντα; καὶ ἔγωγε διεξῆλθον αὐτά, οὐχ ἵνα τὸν ἀντίδικον τολμηρὸν ὑπολαβόντες καὶ θρασύν, εἰ τοῖς οὕτω δυσκόλοις ἑαυτὸν ἑκὼν φέρων ἐπέβαλεν, καταγνῶτε καὶ μισήσητε καὶ ἐπὶ τῶν λόγων ἐγκαταλίπητε, ἀλλʼ ἵνα μᾶλλον αὐτῷ συναγωνίσησθε καὶ ὡς οἷόν τε καταμύοντες4 ἀκούητε τῶν λεγομένων, λογιζόμενοι τοῦ πράγματος τὴν δυσχέρειαν· μόλις γὰρ ἂν οὕτω δυνηθείη οὐ δικασταῖς ἀλλὰ συναγωνισταῖς ὑμῖν χρησάμενος μὴ παντάπασιν ἀνάξιος τῆς τοῦ οἴκου πολυτελείας νομισθῆναι. εἰ δὲ ὑπὲρ ἀντιδίκου ταῦτα δέομαι, μὴ θαυμάσητε· ὑπὸ γὰρ τοῦ τὸν οἶκον φιλεῖν καὶ τὸν ἐν αὐτῷ λέγοντα, ὅστις ἂν ᾖ, βουλοίμην ἂν εὐδοκιμεῖν.

陪審員の皆さん、これらすべてが、いかに聴衆の気を引きつけ、視覚の方へとそらし、語り手を一人残された状態にするか、お分かりにならないだろうか。そして私自身がこれらを詳しく説明したのは、相手が自ら進んでこのような困難なことに身を投じたからといって、彼を無鉄砲で不遜であると見なして、彼を有罪とし、憎み、その言論を見捨てるためではない。そうではなく、むしろ彼とともに闘い、できる限り目を閉じながら語られることを聞き、この試みの困難さを考慮していただくためである。そのようにして初めて、彼はあなた方を裁判官としてではなく、共闘者として得ることで、このホールの豪華さに全く不相応であると見なされないようにすることが、かろうじてできるかもしれないからである。もし私が相手方のためにこのようなことを願うとしても、驚かないでほしい。なぜなら、このホールを愛するがゆえに、その中で語る者もまた、誰であれ評判を勝ち得ることを私は望むからである。

構文注4 件
  1. 23ὅπῃ φύγωσι

    接続法アオリスト三人称複数形。間接疑問節内でのためらいの接続法(deliberative subjunctive)であり、「どこへ逃げるべきか」という当惑を表す。

  2. 23ὡς ἤδη πεπραγμένον

    ὡς + 完了受動分詞中性単数形。主観的・仮定的判断を表し、「すでに実行されたこととして」の意。ここでの「不敬な行為(母殺し)」が絵画のなかで直接描かれず、既成事実として処理されていることを示す。

  3. 30τὸ τῶν ὑπεζευγμένων ἀσύμφωνον

    完了受動分詞属格複数形に冠詞付き形容詞中性単数形が伴う。「軛をかけられたものたちの不調和(不一致)」の意で、オデュッセウスが狂気を装うために牛とロバという異なる種類の動物を一つの軛に繋いで耕作していた神話の細部を名詞化した表現。

  4. 32καταμύοντες

    現在能動分詞主格複数形。「目を閉じる」を意味する自動詞的表現。意味上の目的語である ὀφθαλμούς(両目)が慣用的に省略されており、「できる限り目を閉じながら(=絵画を見ないようにして)」という比喩的な勧めとなっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0062.tlg009.humanitext-grc2:23-32