§30μετὰ δὲ ταῦτα ἑτέρου δράματος ἥπτετο τῶν ἀμφὶ τὴν νέκυιάν τε καὶ διαθήκας καλινδουμένων, προστιθεὶς ὅτι μίαν φωνὴν οἱ Ῥωμαίων παῖδες ἀληθῆ παρʼ ὅλον τὸν βίον προΐενται, τὴν ἐν ταῖς διαθήκαις λέγων, ἵνα μὴ ἀπολαύσωσι τῆς σφετέρας ἀληθείας.
この後、彼は、死の看取りや遺言を巡ってうろつく者たちの、もう一つの劇に手をつけ、ローマ人の子らは、生涯を通じてただ一つの真実の言葉を口にするが、それは遺言における言葉である、と付け加えた。 それは彼らが自分自身の真実を楽しむことがないようにするためである、と言って。
ἃ δὲ καὶ μεταξὺ λέγοντος αὐτοῦ γελᾶν προήχθην, ὅτι καὶ συγκατορύττειν ἑαυτοῖς ἀξιοῦσι τὰς ἀμαθίας καὶ τὴν ἀναλγησίαν ἔγγραφον ὁμολογοῦσιν, οἱ μὲν ἐσθῆτας ἑαυτοῖς κελεύοντες συγκαταφλέγεσθαι τῶν παρὰ τὸν βίον τιμίων, οἱ δὲ καὶ παραμένειν τινὰς οἰκέτας τοῖς τάφοις, ἔνιοι δὲ καὶ στέφειν τὰς στήλας ἄνθεσιν, εὐήθεις ἔτι καὶ παρὰ τὴν τελευτὴν διαμένοντες.
また、彼が語る中で、私が思わず笑ってしまったのは、彼らが自分たちの無知をも共に埋めることを求め、書面でその無感覚さを告白していることである。 ある者たちは生涯大切にしていた衣服を自分たちと共に焼くように命じ、他の者たちは特定の召使たちに墓の傍らに留まるように命じ、またある者たちは墓碑を花で飾るように命じ、死に至るまでなお愚かなままであり続けている。
§31εἰκάζειν οὖν ἠξίου, τί πέπρακται τούτοις παρὰ τὸν βίον, εἰ τοιαῦτα περὶ τῶν μετὰ τὸν βίον ἐπισκήπτουσι·
それゆえ彼は、もし彼らが死後のことについてそのようなことを命じるならば、彼らが生涯においてどのようなことを行ってきたかを推し量るべきだと主張した。
τούτους γὰρ εἶναι τοὺς τὸ πολυτελὲς ὄψον ὠνουμένους καὶ τὸν οἶνον ἐν τοῖς συμποσίοις μετὰ κρόκων τε καὶ ἀρομάτων ἐκχέοντας, τοὺς μέσου χειμῶνος ἐμπιπλαμένους ῥόδων καὶ τὸ σπάνιον αὐτῶν καὶ παρὰ καιρὸν ἀγαπῶντος, τῶν δʼ ἐν καιρῷ καὶ κατὰ φύσιν ὡς εὐτελῶν ὑπερηφανοῦντας, τούτους εἶναι τοὺς καὶ τὰ μύρα πίνοντας·
というのも、これらこそが、高価なごちそうを買い、宴会においてサフランや香料とともにワインを注ぎこぼす者たちであり、真冬に薔薇で満たされ、薔薇の希少さや季節外れであることを愛し、季節に合い自然に従っているものを安いものとして見下す者たちであり、これらこそが香油をも飲む者たちだからである。
ὃ καὶ μάλιστα διέσυρεν αὐτῶν, ὅτι μηδὲ χρῆσθαι ἴσασιν ταῖς ἐπιθυμίαις, ἀλλὰ κἀν ταύταις παρανομοῦσι καὶ τοὺς ὅρους συγχέουσι, πάντοθεν τῇ τρυφῇ παραδόντες αὑτῶν τὰς ψυχὰς πατεῖν, καὶ τοῦτο δὴ τὸ ἐν ταῖς τραγῳδίαις τε καὶ κωμῳδίαις λεγόμενον, ἤδη καὶ παρὰ θύραν εἰσβιαζόμενοι.
そして彼は彼らのこのことを最も酷評した。 すなわち、彼らは欲望を用いることさえ知らず、それらにおいても法を破り境界を混同し、あらゆる方向から自分たちの魂を贅沢に踏みにじらせるままにし、実に悲劇や喜劇で言われるように、すでにドアを押し破って力ずくで侵入している。
σολοικισμὸν οὖν ἐκάλει τοῦτο τῶν ἡδονῶν.
それゆえ、彼はこれを『快楽の文法違反(ソロイキスモス)』と呼んだ。
§32ἀπὸ δὲ τῆς αὐτῆς γνώμης κἀκεῖνα ἔλεγεν, ἀτεχνῶς τοῦ Μώμου τὸν λόγον μιμησάμενος·
また同じ考えから、彼はモーモスの話をそっくり模倣して、次のようなことも語った。
ὡς γὰρ ἐκεῖνος ἐμέμφετο τοῦ ταύρου τὸν δημιουργὸν θεὸν οὐ προθέντα τῶν ὀφθαλμῶν τὰ κέρατα, οὕτω δὴ καὶ αὐτὸς ᾐτιᾶτο τῶν στεφανουμένων, ὅτι μὴ ἴσασι τοῦ στεφάνου τὸν τόπον·
すなわち、あのモーモスが、雄牛の創り主である神が目の前に角を配置しなかったことを非難したように、彼自身も、花冠を戴く者たちが花冠を戴くべき場所を知らないことを咎めたのである。
εἰ γάρ τοι, ἔφη, τῇ πνοῇ τῶν ἴων τε καὶ ῥόδων χαίρουσιν, ὑπὸ τῇ ῥινὶ μάλιστα ἐχρῆν αὐτοὺς στέφεσθαι παρʼ αὐτὴν ὡς οἷόν τε τὴν ἀναπνοήν, ἵνʼ ὡς πλεῖστον ἀνέσπων τῆς ἡδονῆς.
なぜなら、もし彼らが、スミレや薔薇の香りを喜ぶのであるなら、鼻の下、できる限り呼吸のすぐ近くに花冠を戴くべきであり、そうすれば快楽を最も多く吸い込むことができたはずだから、と彼は言った。
§33καὶ μὴν κἀκείνους διεγέλα τοὺς θαυμάσιόν τινα τὴν σπουδὴν περὶ τὰ δεῖπνα ποιουμένους χυμῶν τε ποικιλίαις καὶ πεμμάτων περιεργίαις·
さらにまた、彼は、味の多様さや菓子の凝り性によって、宴会に対して驚くべき熱意を示している者たちをも嘲笑した。
καὶ γὰρ αὖ καὶ τούτους ἔφασκεν ὀλιγοχρονίου τε καὶ βραχείας ἡδονῆς ἔρωτι πολλὰς πραγματείας ὑπομένειν·
というのも、やはりこれらの者たちも、一時的でわずかな快楽への愛のために、多くの面倒を引き受けていると彼は語ったからである。
ἀπέφαινε γοῦν τεσσάρων δακτύλων αὐτοῖς ἕνεκα πάντα πονεῖσθαι τὸν πόνον, ἐφʼ ὅσους ὁ μήκιστος ἀνθρώπου λαιμός ἐστιν·
ともかく、彼は彼らのあらゆる苦労が、人間の最も長い喉の長さである四本の指のために費やされていることを示した。
οὔτε γὰρ πρὶν ἐμφαγεῖν, ἀπολαύειν τι τῶν ἐωνημένων, οὔτε βρωθέντων ἡδίω γενέσθαι τὴν ἀπὸ τῶν πολυτελεστέρων πλησμονήν·
なぜなら、食べる前には購入したものの何一つ楽しむことができず、食べられた後には、より高価なものからの満腹感がより心地よくなるわけでもないからである。
λοιπὸν οὖν εἶναι τὴν ἐν τῇ παρόδῳ γιγνομένην ἡδονὴν τοσούτων ὠνεῖσθαι χρημάτων.
したがって、残るは通過の際に生じる快楽を、これほど多額の金で買うことだけである。
εἰκότα δὲ πάσχειν ἔλεγεν αὐτοὺς ὑπʼ ἀπαιδευσίας τὰς ἀληθεστέρας ἡδονὰς ἀγνοοῦντας, ὧν ἁπασῶν φιλοσοφία χορηγός ἐστιν τοῖς πονεῖν προαιρουμένοις.
そして彼は、彼らが無教養のせいで、努力を志す者たちすべてに哲学が提供してくれるより真実の快楽を知らないために、当然の報いを受けているのだと語った。
§34περὶ δὲ τῶν ἐν τοῖς βαλανείοις δρωμένων πολλὰ μὲν διεξῄει, τὸ πλῆθος τῶν ἑπομένων, τὰς ὕβρεις, τοὺς ἐπικειμένους τοῖς οἰκέταις καὶ μικροῦ δεῖν ἐκφερομένους.
また、浴場で行われることについては、付き従う者の多さ、無礼な振る舞い、召使たちに寄りかかり、ほとんど運び出されるかのような者たちなど、多くのことを詳しく語った。
ἓν δέ τι καὶ μάλιστα μισεῖν ἐῴκει, πολὺ δʼ ἐν τῇ πόλει τοῦτο καὶ τοῖς βαλανείοις ἐπιχωριάζον προϊόντας γάρ τινας τῶν οἰκετῶν δεῖ βοᾶν καὶ παραγγέλλειν προορᾶσθαι τοῖν ποδοῖν, ἢν ὑψηλόν τι ἢ κοῖλον μέλλωσιν ὑπερβαίνειν, καὶ ὑπομιμνήσκειν αὐτούς, τὸ καινότατον, ὅτι βαδίζουσιν.
しかし、彼が特に嫌っているように見えたことが一つあり、それは都市や浴場で非常に流行していることであった。 すなわち、召使たちの何人かが先回りして大声で叫び、段差や窪みを越えようとするときに足元に注意するように命じ、そして最も奇妙なことには、彼らが歩いているということを彼らに思い出させることである。
δεινὸν οὖν ἐποιεῖτο, εἰ στόματος μὲν ἀλλοτρίου δειπνοῦντες μὴ δέονται μηδὲ χειρῶν, μηδὲ τῶν ὤτων ἀκούοντες, ὀφθαλμῶν δὲ ὑγιαίνοντες ἀλλοτρίων δέονται προοψομένων καὶ ἀνέχονται φωνὰς ἀκούοντες δυστυχέσιν ἀνθρώποις πρεπούσας καὶ πεπηρωμένοις·
それゆえ、彼は恐るべきことだとした。 もし彼らが、他人の口によって食事をするときに口も手も必要とせず、また他人の耳によって聞くときにも耳を必要としないのに、健康な目を持っていながら、他人の目が先を見てくれることを必要とし、不幸な人々や不自由な人々にふわしい声を聞くことに甘んじているならば。
ταῦτα γὰρ αὐτὰ πάσχουσιν ἐν ταῖς ἀγοραῖς ἡμέρας μέσης καὶ οἱ τὰς πόλεις ἐπιτετραμμένοι.
というのも、昼下がりの広場では、都市を任された支配者たち自身が、まさにこれらと同じことを被っているからである。