§30μετὰ δὲ ταῦτα ἑτέρου δράματος ἥπτετο τῶν ἀμφὶ τὴν νέκυιάν τε καὶ διαθήκας καλινδουμένων, προστιθεὶς ὅτι μίαν φωνὴν οἱ Ῥωμαίων παῖδες ἀληθῆ παρʼ ὅλον τὸν βίον προΐενται, τὴν ἐν ταῖς διαθήκαις λέγων, ἵνα μὴ ἀπολαύσωσι τῆς σφετέρας ἀληθείας.
在此之后,他触及了另一个剧本,即那些围绕着临终和遗嘱打转的人。 他补充说,罗马人的子嗣一生中只吐露一句真话,他指的是在遗嘱中的话,“好让他们无法享受自己的真话”,他如是说。
ἃ δὲ καὶ μεταξὺ λέγοντος αὐτοῦ γελᾶν προήχθην, ὅτι καὶ συγκατορύττειν ἑαυτοῖς ἀξιοῦσι τὰς ἀμαθίας καὶ τὴν ἀναλγησίαν ἔγγραφον ὁμολογοῦσιν, οἱ μὲν ἐσθῆτας ἑαυτοῖς κελεύοντες συγκαταφλέγεσθαι τῶν παρὰ τὸν βίον τιμίων, οἱ δὲ καὶ παραμένειν τινὰς οἰκέτας τοῖς τάφοις, ἔνιοι δὲ καὶ στέφειν τὰς στήλας ἄνθεσιν, εὐήθεις ἔτι καὶ παρὰ τὴν τελευτὴν διαμένοντες.
而在他说话时,最让我忍不住发笑的是:他们甚至认为应当将自己的愚昧与自己一同埋葬,并在书面中承认自己的无知觉。 一些人命令将一生中珍视的衣服与自己 ¦p.v.1.p.130 一同焚烧,另一些人命令某些仆人留守在坟墓旁,还有一些人甚至命令用鲜花装饰墓碑,直到死都依然保持着愚蠢。
§31εἰκάζειν οὖν ἠξίου, τί πέπρακται τούτοις παρὰ τὸν βίον, εἰ τοιαῦτα περὶ τῶν μετὰ τὸν βίον ἐπισκήπτουσι·
因此,他认为应当以此推测这些人在一生中所做的事,如果他们对死后的事做出这样的嘱托。
τούτους γὰρ εἶναι τοὺς τὸ πολυτελὲς ὄψον ὠνουμένους καὶ τὸν οἶνον ἐν τοῖς συμποσίοις μετὰ κρόκων τε καὶ ἀρομάτων ἐκχέοντας, τοὺς μέσου χειμῶνος ἐμπιπλαμένους ῥόδων καὶ τὸ σπάνιον αὐτῶν καὶ παρὰ καιρὸν ἀγαπῶντος, τῶν δʼ ἐν καιρῷ καὶ κατὰ φύσιν ὡς εὐτελῶν ὑπερηφανοῦντας, τούτους εἶναι τοὺς καὶ τὰ μύρα πίνοντας·
因为正是这些人购买昂贵的佳肴,在宴席上将葡萄酒与藏红花和香料一同泼洒,在隆冬时节用玫瑰自我满足,喜爱其稀有与不合时宜,却轻视合乎时节和自然的便宜之物,正是这些人甚至饮用香油。
ὃ καὶ μάλιστα διέσυρεν αὐτῶν, ὅτι μηδὲ χρῆσθαι ἴσασιν ταῖς ἐπιθυμίαις, ἀλλὰ κἀν ταύταις παρανομοῦσι καὶ τοὺς ὅρους συγχέουσι, πάντοθεν τῇ τρυφῇ παραδόντες αὑτῶν τὰς ψυχὰς πατεῖν, καὶ τοῦτο δὴ τὸ ἐν ταῖς τραγῳδίαις τε καὶ κωμῳδίαις λεγόμενον, ἤδη καὶ παρὰ θύραν εἰσβιαζόμενοι.
他最痛斥他们的这一点是:他们甚至不知道如何对待自己的欲望,反而在这些事上也违法并混淆边界,从四面八方将自己的灵魂交给奢侈去践踏,正如悲剧和喜剧中所说的那样,甚至已经破门而入。
σολοικισμὸν οὖν ἐκάλει τοῦτο τῶν ἡδονῶν.
因此,他称这为“享乐的语法错误(行话乱用)”。
§32ἀπὸ δὲ τῆς αὐτῆς γνώμης κἀκεῖνα ἔλεγεν, ἀτεχνῶς τοῦ Μώμου τὸν λόγον μιμησάμενος· ὡς γὰρ ἐκεῖνος ἐμέμφετο τοῦ ταύρου τὸν δημιουργὸν θεὸν οὐ προθέντα τῶν ὀφθαλμῶν τὰ κέρατα, οὕτω δὴ καὶ αὐτὸς ᾐτιᾶτο τῶν στεφανουμένων, ὅτι μὴ ἴσασι τοῦ στεφάνου τὸν τόπον·
基于同样的看法,他完全模仿莫摩斯的话,说了这样一件事:正如莫摩斯指责创造公牛的神没有把角放在眼睛前面一样,他自己也谴责那些戴花冠的人,因为他们不知道花冠该戴在什么地方。
εἰ γάρ τοι, ἔφη, τῇ πνοῇ τῶν ἴων τε καὶ ῥόδων χαίρουσιν, ὑπὸ τῇ ῥινὶ μάλιστα ἐχρῆν αὐτοὺς στέφεσθαι παρʼ αὐτὴν ὡς οἷόν τε τὴν ἀναπνοήν, ἵνʼ ὡς πλεῖστον ἀνέσπων τῆς ἡδονῆς.
他说,如果他们 ¦p.v.1.p.132 确实喜爱紫罗兰和玫瑰的香气,那么他们尤其应该在鼻子下方、尽可能靠近呼吸的地方佩戴花冠,以便尽可能多地吸入这种享乐。
§33καὶ μὴν κἀκείνους διεγέλα τοὺς θαυμάσιόν τινα τὴν σπουδὴν περὶ τὰ δεῖπνα ποιουμένους χυμῶν τε ποικιλίαις καὶ πεμμάτων περιεργίαις·
而且,他还嘲笑了那些对宴席表现出惊人热忱的人,他们追求口味的多样和糕点的精致。
καὶ γὰρ αὖ καὶ τούτους ἔφασκεν ὀλιγοχρονίου τε καὶ βραχείας ἡδονῆς ἔρωτι πολλὰς πραγματείας ὑπομένειν·
因为他说,这些人同样出于对短暂和微小享乐的热爱,承受了许多繁杂的事务。
ἀπέφαινε γοῦν τεσσάρων δακτύλων αὐτοῖς ἕνεκα πάντα πονεῖσθαι τὸν πόνον, ἐφʼ ὅσους ὁ μήκιστος ἀνθρώπου λαιμός ἐστιν·
无论如何,他指出,他们所有的辛苦付出只是为了“四指”的缘故,而这正是人类最长喉咙的长度。
οὔτε γὰρ πρὶν ἐμφαγεῖν, ἀπολαύειν τι τῶν ἐωνημένων, οὔτε βρωθέντων ἡδίω γενέσθαι τὴν ἀπὸ τῶν πολυτελεστέρων πλησμονήν·
因为在吞咽之前,他们无法享受所买来的任何东西,而吃下去之后,昂贵食物带来的饱足感也并不会变得更加令人愉悦。
λοιπὸν οὖν εἶναι τὴν ἐν τῇ παρόδῳ γιγνομένην ἡδονὴν τοσούτων ὠνεῖσθαι χρημάτων.
因此,剩下的只是用如此多的金钱去购买那在通过喉咙时产生的短暂享乐。
εἰκότα δὲ πάσχειν ἔλεγεν αὐτοὺς ὑπʼ ἀπαιδευσίας τὰς ἀληθεστέρας ἡδονὰς ἀγνοοῦντας, ὧν ἁπασῶν φιλοσοφία χορηγός ἐστιν τοῖς πονεῖν προαιρουμένοις.
他说,他们由于缺乏教养而遭受这些是罪有应得,因为他们不知道更真实的快乐,而对于愿意付出努力的人来说,哲学是所有这些快乐的源泉。
§34περὶ δὲ τῶν ἐν τοῖς βαλανείοις δρωμένων πολλὰ μὲν διεξῄει, τὸ πλῆθος τῶν ἑπομένων, τὰς ὕβρεις, τοὺς ἐπικειμένους τοῖς οἰκέταις καὶ μικροῦ δεῖν ἐκφερομένους.
关于在浴池里发生的事,他详述了许多:随从的人数之多、傲慢无礼的行为、以及那些倚靠在仆人身上几乎被抬出来的人。
ἓν δέ τι καὶ μάλιστα μισεῖν ἐῴκει, πολὺ δʼ ἐν τῇ πόλει τοῦτο καὶ τοῖς βαλανείοις ἐπιχωριάζον προϊόντας γάρ τινας τῶν οἰκετῶν δεῖ βοᾶν καὶ παραγγέλλειν προορᾶσθαι τοῖν ποδοῖν, ἢν ὑψηλόν τι ἢ κοῖλον μέλλωσιν ὑπερβαίνειν, καὶ ὑπομιμνήσκειν αὐτούς, τὸ καινότατον, ὅτι βαδίζουσιν.
但他似乎特别痛恨其中一件事,这在城市和浴池中非常普遍:一些走在前头的仆人必须大喊大叫,并命令主人们注意双脚,如果他们要跨越什么高处或凹陷处,并且——最奇特的是——还要提醒他们正在走路。
δεινὸν οὖν ἐποιεῖτο, εἰ στόματος μὲν ἀλλοτρίου δειπνοῦντες μὴ δέονται μηδὲ χειρῶν, μηδὲ τῶν ὤτων ἀκούοντες, ὀφθαλμῶν δὲ ὑγιαίνοντες ἀλλοτρίων δέονται προοψομένων καὶ ἀνέχονται φωνὰς ἀκούοντες δυστυχέσιν ἀνθρώποις πρεπούσας καὶ πεπηρωμένοις· ταῦτα γὰρ αὐτὰ πάσχουσιν ἐν ταῖς ἀγοραῖς ἡμέρας μέσης καὶ οἱ τὰς πόλεις ἐπιτετραμμένοι.
因此,他认为这是极其荒谬的: ¦p.v.1.p.134 如果他们用别人的嘴吃饭时不需要嘴和手,用别人的耳听时不需要耳朵,却在拥有健康眼睛的情况下,需要别人的眼睛来帮他们看路,并容忍倾听那些适合不幸者和残疾人的喊声。 因为在正午的市场上,那些受托管理城市的人自己也正在遭受这些完全相同的事。