Humanitext Reader

プラトン · 定義集 §1#3

言語や定義から政治と教育に至る諸概念の定義

3 / 3 箇所 · ギリシア語

要旨

話し言葉や音節、定義などの論理的・言語的基礎から始まり、善や正義などの徳、法律や国制に関する政治的概念、さらには魂の情念や徳、教育に至る多様な概念の定義を簡潔に提示している。

§1#3Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος·
話し言葉:文字で表しうる人間の声。
καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους.
また、旋律を伴わない、共通の表現的な何らかの記号。
Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον.
音節:人間の声の、文字で表しうる分節。
Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος.
定義:種差と類から構成される言論。
Τεκμήριον ἀπόδειξις ἀφανοῦς.
確証:明らかでないものの証明。
Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής·
証明:真なる推論的な言論。
λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων.
あらかじめ知られている事柄を通じて明らかにする言論。
Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος, αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι.
音の要素:合成されていない音であり、他の諸々の音にとってそれらが音であることの原因となるもの。
Ὠφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν·
有益なもの:よく処されることの原因。
τὸ αἴτιον ἀγαθοῦ.
善の原因。
Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον.
有用なもの:善へと導くもの。
[Καλὸν τὸ ἀγαθόν.
[美しきものは善である。
] Ἀγαθὸν τὸ αἴτιον σωτηρίας τοῖς οὖσιν·
]善:存在するすべてのものにとっての救済の原因。
τὸ αἴτιον παντὸς τοῦ πρὸς αὑτό, ἀφʼ οὗ συμβαίνει ἃ χρὴ αἱρεῖσθαι.
それ自体へと向かうあらゆるものの原因であり、それから選択すべき事柄が生じるもの。
Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς.
節制あるもの:魂の秩序正しさ。
Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης.
正しいこと:正義を生み出す法律の命令。
Ἑκούσιον τὸ αὐτοῦ προσαγωγόν·
自発的なもの:それ自体の働きかけによるもの。
τὸ καθʼ αὑτὸ αἱρετὸν κατὰ διάνοιαν ἀποτελούμενον.
思考に従って達成される、それ自体として選択されるべきもの。
Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ.
自由なもの:自分自身を支配するもの。
Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ τέχνην ἀρκοῦν.
適度なもの:過度と不足の中間であり、技術にしたがっても十分なもの。
Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως.
尺度:過度と不足の中間。
Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν.
褒賞:徳の報いであり、それ自体のために選択されるべきもの。
Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀίδιος μονή.
不死:魂を持った実体、そして永遠の持続。
Ὅσιον θεράπευμα θεοῦ ἀρεστὸν θεῷ.
神聖なこと:神に喜ばれる、神への奉仕。
Ἑορτὴ χρόνος ἱερὸς κατὰ νόμους.
祝祭:法律に従った聖なる時間。
Ἄνθρωπος ζῷον ἄπτερον, δίπουν, πλατυώνυχον·
人間:羽のない、二本足の、平らな爪を持つ動物。
ὃ μόνον τῶν ὄντων ἐπιστήμης τῆς κατὰ λόγους δεκτικόν ἐστιν.
存在するもののうちで、言論にかなう知識を受け入れうる唯一のもの。
Θυσία θεῷ δόμα θύματος.
犠牲:神への生贄の贈り物。
Εὐχὴ αἴτησις ἀνθρώποις ἀγαθῶν ἢ δοκούντων παρὰ θεῶν.
祈り:人間に対する、神々からの善きもの、またはそのように思われるものの請願。
Βασιλεὺς ἄρχων κατὰ νόμους ἀνυπεύθυνος·
王:法律に従った責任を問われない支配者。
πολιτικῆς κατασκευῆς ἄρχων.
ポリスの体制の支配者。
Ἀρχὴ ἐπιμέλεια τοῦ παντός.
支配:全体に対する配慮。
Ἐξουσία ἐπιτροπὴ νόμου.
権限:法律の委任。
Νομοθέτης ποιητὴς νόμων καθʼ οὓς δεῖ πολιτεύεσθαι.
立法者:それに従って市民生活を営むべき法律の制定者。
Νόμος δόγμα πλήθους πολιτικὸν οὐκ εἴς τινα χρόνον ἀφωρισμένον.
法律:ある特定の期間に限定されていない、多数者のポリス的な決定。
Ὑπόθεσις ἀρχὴ ἀναπόδεικτος·
前提:証明されない原理。
συγκεφαλαίωσις λόγου.
議論の要約。
Ψήφισμα δόγμα πολιτικὸν εἴς τινα χρόνον ἀφωρισμένον.
民会決議:ある特定の期間に限定された、ポリス的な決定。
Πολιτικὸς ἐπιστήμων πόλεως κατασκευῆς.
政治家:ポリスの体制について知識を持つ者。
Πόλις οἴκησις πλήθους ἀνθρώπων κοινοῖς δόγμασιν χρωμένων·
ポリス:共通の決定を用いる人間の多数者の居住。
πλῆθος ἀνθρώπων ὑπὸ νόμον τὸν αὐτὸν ὄντων.
同一の法律の下にある人間の多数。
Πόλεως ἀρετὴ κατάστασις ὀρθῆς πολιτείας.
ポリスの徳:正しい国制の確立。
Πολεμικὴ ἐμπειρία πολέμου.
戦争術:戦争の経験。
Συμμαχία κοινωνία πολέμου.
同盟:戦争における共同関係。
Σωτηρία περιποίησις ἀβλαβής.
救済:害のない状態の維持。
Τύραννος ἄρχων πόλεως κατὰ τὴν ἑαυτοῦ διάνοιαν.
僭主:自分自身の考えに従ってポリスを支配する者。
Σοφιστὴς νέων πλουσίων ἐνδόξων ἔμμισθος θηρευτής.
ソフィスト:富裕で名声のある若者たちを、報酬を得て追い求める狩人。
Πλοῦτος κτῆσις σύμμετρος πρὸς εὐδαιμονίαν·
富:幸福に適した所有。
περιουσία χρημάτων εἰς εὐδαιμονίαν συντεινόντων.
幸福に寄与する財産の余剰。
Παρακαταθήκη δόμα μετὰ πίστεως.
寄託:信頼を伴う贈り物。
Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων.
浄化:より優れたものからの、より劣ったものの分離。
Νικᾶν κρατεῖν διαφερόμενον.
勝利すること:争うものを制すること。
Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἷος ἀνθρώπῳ τἀγαθὰ ἐπιτελεῖν.
善い人:人間に対して善きことを成し遂げられるような、そのような者。
Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων.
節制ある人:適度な欲望を持つ者。
Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων τῷ ὀρθῷ λογισμῷ.
自制心のある人:魂の諸部分が正しい理性に抵抗しているときに、それらを支配する者。
Σπουδαῖος ὁ τελείως ἀγαθός·
優れた人:完全に善い者。
ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν.
自分自身の徳を持っている者。
Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου.
物思い:理性のない、苦痛を伴う思考。
Δυσμαθία βραδυτὴς ἐν μαθήσει.
物覚えの悪さ:学習における遅さ。
Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία.
専制:責任を問われない、正しい支配。
Ἀφιλοσοφία ἕξις καθʼ ἣν ὁ ἔχων μισολόγος ἐστίν.
非哲学:それを持つ者が言論を嫌う者であるような状態。
Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ.
恐怖:悪の予期に基づく、魂の驚愕。
Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ †νοῦς τάξεως† ψυχῆς ἀλογίστου.
怒り:理性のない、非理性的な魂の暴力的な衝動†心の秩序†。
Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ.
驚愕:悪の予期に基づく恐怖。
Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου·
阿諛:最善を伴わない、快楽のための交際。
ἕξις ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον.
適度を超えて快楽を追求する、交際上手な状態。
Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι.
憤怒:復讐への、気概の駆り立て。
Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα.
傲慢:不名誉をもたらす不義。
Ἀκρασία ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι.
無自制:正しい理性に反して、快いと思われるものへと強いる状態。
Ὄκνος φυγὴ πόνων·
躊躇:骨折りの回避。
δειλία ἀντιληπτικὴ ὁρμῆς.
衝動を抑える臆病さ。
Ἀρχὴ πρώτη τοῦ εἶναι αἰτία.
始まり:存在することの第一の原因。
Διαβολὴ διάστασις φίλων λόγῳ.
中傷:言論による友人たちの離間。
Καιρὸς ἐν ᾧ ἕκαστον ἐπιτήδειον παθεῖν ἢ ποιῆσαι.
好機:個々の事柄を、受けあるいはなすのに適したとき。
Ἀδικία ἕξις ὑπεροπτικὴ νόμων.
不義:法律を軽視する状態。
Ἔνδεια ἐλάττωσις τῶν ἀγαθῶν.
欠乏:善きものの減少。
Αἰσχύνη φόβος ἐπὶ προσδοκίᾳ ἀδοξίας.
恥:不名誉の予期に基づく恐怖。
Ἀλαζονεία ἕξις προσποιητικὴ ἀγαθοῦ ἢ ἀγαθῶν τῶν μὴ ὑπαρχόντων.
虚飾:存在しない善、あるいは諸々の善が存在するように装う状態。
Ἁμαρτία πρᾶξις παρὰ τὸν ὀρθὸν λογισμόν.
過ち:正しい理性に反する行為。
Φθόνος λύπη ἐπὶ φίλων ἀγαθοῖς ἢ οὖσιν ἢ γεγενημένοις.
嫉妬:友人たちの、現在あるか、または過去に生じた善いことに対する苦痛。
Ἀναισχυντία ἕξις ψυχῆς ὑπομενητικὴ ἀδοξίας ἕνεκα κέρδους.
恥知らず:利益のために不名誉を耐え忍ぶ、魂の状態。
Θρασύτης ὑπερβολὴ θράσους πρὸς φόβους οὓς μὴ δεῖ.
蛮勇:恐れるべきでないものに対する、大胆さの過度。
Φιλοτιμία ἕξις ψυχῆς προετικὴ πάσης δαπάνης ἄνευ λογισμοῦ.
名誉欲:理性のない、あらゆる出費を差し出す魂の状態。
Κακοφυΐα κακία ἐν φύσει καὶ ἁμαρτία τοῦ κατὰ φύσιν·
生まれつきの悪さ:自然における悪徳であり、自然にかなうものの誤り。
νόσος τοῦ κατὰ φύσιν.
自然にかなうものの病。
Ἐλπὶς προσδοκία ἀγαθοῦ.
希望:善の予期。
Μανία ἕξις φθαρτικὴ ἀληθοῦς ὑπολήψεως.
狂気:真なる判断を損なう状態。
Λαλιὰ ἀκρασία λόγου ἄλογος.
おしゃべり:言論の、理性のない無自制。
Ἐναντιότης τῶν ὑπὸ τὸ αὐτὸ γένος κατά τινα διαφορὰν πιπτόντων ἡ πλείστη διάστασις.
対立:同一の類の下にあって、何らかの種差に従って分類されるものの間の、最大の隔たり。
Ἀκούσιον τὸ παρὰ διάνοιαν ἀποτελούμενον.
不本意なもの:思考に反して達成されるもの。
Παιδεία δύναμις θεραπευτικὴ ψυχῆς.
教育:魂を癒す能力。
Παίδευσις παιδείας παράδοσις.
教授:教育の伝達。
Νομοθετικὴ ἐπιστήμη ποιητικὴ πόλεως ἀγαθῆς.
立法術:優れたポリスを生み出す知識。
Νουθέτησις λόγος ἐπιτιμητικὸς ἀπὸ γνώμης·
諫言:意見に基づく非難の言論。
λόγος ὁμαρτίας ἀποτροπῆς ἔνεκεν.
過ちを回避させるための言論。
Βοήθεια κακοῦ κώλυσις ὄντος ἢ γινομένου.
救助:存在している、または生じつつある悪の阻止。
Κόλασις ψυχῆς θεραπεία ἐπὶ ἁμαρτήματι γενομένῳ.
懲治:生じた過ちに対する魂の治療。
Δύναμις ὑπεροχὴ ἐν πράξει ἢ ἐν λόγῳ·
能力:行為あるいは言論における卓越。
ἕξις καθʼ ἣν τὸ ἔχον δυνατόν ἐστιν·
それを持つ者が可能であるような状態。
ἰσχὺς κατὰ φύσιν.
自然にかなう強さ。
Σῴζειν τὸ περιποιεῖν ἀβλαβῆ.
救うこと:害のない状態に維持すること。

語釈・文法注

  1. ¦5¦τοῦ φωνὰς εἶναι — 定冠詞付き不定詞 `τοῦ ... εἶναι` が原因を表す名詞 `αἰτία` の補語(属格)として機能している。対格の `φωνάς` は、存在動詞 `εἶναι` の意味上の主語(「諸々の音が音として存在すること」)を表している。
  2. ¦10¦τοῦ πρὸς αὑτό — 定冠詞 `τοῦ` は中性属格で、`παντός`(あらゆるもの)を修飾する前置詞句 `πρὸς αὑτό`(それ自体に向かう)を名詞化している。
  3. ¦10¦ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων — 現在分詞 `ἀντιτεινόντων` とその意味上の主語 `τῶν τῆς ψυχῆς μορίων` は属格独立構文を形成しており、主節の分詞 `ὁ κρατῶν` に対する時間的または随伴的な状況(「魂の諸部分が正しい理性に抵抗しているときに」)を表している。

この箇所を引用する

プラトン, 定義集 §1#3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg037.humanitext-grc1:1%233

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。