Humanitext Reader

プラトン · 定義集 §1#1

神や宇宙から徳と幸福に至る諸概念の定義

1 / 3 箇所 · ギリシア語

要旨

永遠や神、自然の基本要素に加え、思慮、正義、勇敢、幸福など、古典的な主要哲学概念について短文による定義を並べたリストである。

§1#1## ΟΡΟΙ Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον.
\n\n## 定義集\n\nἈίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον.\n永遠なるもの:あらゆる時間において存在し、かつ以前にも存在し、今も滅びていないもの。
Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν·
\n神:不死の生き物であり、幸福に対して自足しているもの。
οὐσία ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία.
永遠の実体であり、善なる本性の原因。
Γένεσις κίνησις εἰς οὐσίαν·
\n生成:実体への運動。
μετάληψις οὐσίας·
実体の分有。
πόρευσις εἰς τὸ εἶναι.
存在への歩み。
Ἥλιος πῦρ οὐράνιον·
\n太陽:天上の火。
ὃ μόνον ἀπʼ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές·
夜明けから夕暮れまで同じ人々によって見られることが可能である、唯一の昼に現れる星。
ζῷον ἀίδιον ἔμψυχον τὸ μέγιστον.
最大にして永遠なる、魂をもつ生き物。
Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς.
\n時間:太陽の運動、移動の尺度。
Ἡμέρα ἡλίου πορεία ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς·
\n昼(一日):東から西への太陽の運行。
φῶς τοὐναντίον νυκτί.
夜とは反対の光。
Ἕως ἡμέρας ἀρχή·
\n夜明け:一日の始まり。
τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου.
太陽からの最初の光。
Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν.
正午:物体の影が最も短い長さを分有する時間。
Δείλη ἡμέρας τελευτή.
\n夕暮れ:一日の終わり。
Νὺξ σκότος τοὐναντίον ἡμέρᾳ·
\n夜:昼とは反対の暗闇。
ἡλίου στέρησις.
太陽の喪失。
Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτου αἰτία δαιμονίας πράξεως.
\n 運命(偶然):不分明なものから不分明なものへの推移、また、神的(超自然受動的)な活動の、偶発事による原因。
Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη.
\n老い:時間によって生じる、魂をもつものの衰退。
Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν.
\n風(息):地球の周りにおける空気の運動。
Ἀὴρ στοιχεῖον οὖ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν.
空気:場所に関するあらゆる運動が自然にその中で生じる元素。
Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος.
\n 天:最上部の空気それ自体を除く、すべての感覚可能なものを包み込む物体。
Ψυχὴ τὸ αὑτὸ κινοῦν·
\n魂:自己を動かすもの。
αἰτία κινήσεως ζωτικῆς ζῷων.
生き物の生命運動の原因。
Δύναμις τὸ καθʼ αὑτὸ ποιητικόν.
\n能力:それ自体において制作的なもの。
Ὄψις ἕξις διακριτικὴ σωμάτων.
\n視覚:物体を区別する状態。
Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς.
\n 骨:熱によって固められた髄。
Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα.
\n元素:合成されたものを結合させ、また分解するもの。
Ἀρετὴ διάθεσις ἡ βελτίστη·
\n徳:最善の状態。
ἕξις θνητοῦ ζῴου καθʼ αὑτὴν ἐπαινετή·
死すべき生き物の、それ自体において称賛に値する状態。
ἕξις καθʼ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται·
それを持つものが善いと言われるような状態。
κοινωνία νόμων δικαία·
法の正しい共有。
διάθεσις, καθʼ ἣν τὸ ἔχον διακείμενον τελείως σπουδαῖον λέγεται·
それを備えているものが完全に優れたあり方をしていると言われるような状態。
ἕξις ποιητικὴ εὐνομίας.
良好な秩序を生み出す状態。
Φρόνησις δύναμις ποιητικὴ καθʼ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας·
\n 思慮:それ自体において人間の幸福を生み出す能力。
ἐπιστήμη ἀγαθῶν καὶ κακῶν·
善きものと悪しきものに関する知識。
διάθεσις καθʼ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον.
何をなすべきであり、何をなすべきでないかを私たちが判断する状態。
Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα·
\n正義:魂のそれ自体に対する調和、および魂の諸部分の、互いに対する、また互いに関する秩序正しさ。
ἕξις διανεμητικὴ τοῦ κατʼ ἀξίαν ἑκάστῳ·
各自に対して価値に応じたものを分配する状態。
ἕξις καθʼ ἣν ὁ ἔχων προαιρετικός ἐστιν τῶν φαινομένων αὐτῷ δικαίων·
それを持つ者が、自分にとって正しいと思われるものを選択するようになる状態。
ἕξις ἐν βίῳ νόμου ὑπήκοος·
生活において法に従う状態。
ἰσότης κοινωνική·
共同体における平等。
ἕξις ὑπηρετικὴ νόμων.
法に仕える状態。
Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς·
\n節制:魂の中に自然に生じる欲望や快楽に関する、魂の適度さ。
εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας·
自然な快楽や苦痛に対する、魂の調和と秩序正しさ。
συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι·
支配することと支配されることに関する、魂の合意。
αὐτοπραγία κατὰ φύσιν·
自然に従った自己本来の働き。
εὐταξία ψυχῆς·
魂の秩序正しさ。
λογιστικὴ ὁμιλία ψυχῆς περὶ καλῶν καὶ αἰσχρῶν·
美しきものと醜きものに関する、魂の理性的な交渉。
ἕξις καθʼ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή.
それを持つ者が、なすべきことを選択し、かつ避けるべきことを用心深く避ける状態。
Ἀνδρεία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου·
\n勇気:恐れによって動じない魂の状態。
θάρσος πολεμικόν·
戦いにおける大胆さ。
ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων·
戦争に関する事柄の知識。
ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά·
恐るべきものや恐ろしいものに対する魂の自制。
τόλμα ὑπηρετικὴ φρονήσεως·
思慮に仕える大胆さ。
εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ·
死を予期することにおける不屈さ。
ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινδύνοις·
危険の中で正しい理性を維持し守る状態。
ῥώμη πρὸς κίνδυνον ἀντίρροπος·
危険に対して拮抗する強さ。
ῥώμη καρτερικὴ πρὸς ἀρετήν·
徳に向かって堪え忍ぶ強さ。
ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ θαρσαλέα κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα·
正しい理性に従って現れる、恐るべきものや大胆さを起こさせるものに関する魂の静けさ。
σωτηρία δογμάτων ἀδήλων περὶ τὰ δεινὰ καὶ ἐμπειρία πολέμου·
恐るべきものに関する不確かな教えの保存、および戦争の経験。
ἕξις ἐμμενητικὴ νόμου.
法にとどまり続ける状態。
Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης·
\n自制:苦痛を堪え忍ぶ能力。
ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ·
正しい理性に従うこと。
δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος ὀρθῷ λογισμῷ.
正しい理性によって受け入れられたものを凌駕されない能力。
Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν·
\n 自足:善きものの獲得における完全さ。
ἕξις καθʼ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν.
それを持つ者たちが、自分自身を自分で支配するようになる状態。
Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις·
\n公平:正しいことや有益なことの減免。
μετριότης ἐν συμβολαίοις·
契約における適度さ。
εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά.
美しきものと醜きものに対する、理性的魂の秩序正しさ。
Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ·
\n 忍耐:美のための苦痛の忍受。
ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ.
美のための労苦の忍受。
Θάρσος ἀπροσδοκία κακοῦ·
\n大胆:悪しきものを予期しないこと。
ἀνεκπληξία διὰ κακοῦ παρουσίαν.
悪しきものの現前によっても動揺しないこと。
Ἀλυπία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας.
\n無憂:私たちが苦痛に陥ることがないような状態。
Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται·
\n 勤勉:選択したものを成し遂げる状態。
καρτερία ἑκούσιος·
自発的な忍耐。
ἕξις ἀδιάβλητος πρὸς πόνον.
労苦に対して非難されることのない状態。
Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν·
\n羞恥心:正しく、かつ最善と思われたものに向かうための、不遜な振る舞いからの自発的な後退。
καταλαβὴ ἑκουσία τοῦ βελτίστου·
最善のものの自発的な把握。
εὐλάβεια ὀρθοῦ ψόγου.
正しい非難に対する用心。
Ἐλευθερία ἡγεμονία βίου·
\n 自由:生活の主導権。
αὐτοκράτεια ἐπὶ παντί·
すべてに関する自己決定。
ἐξουσία τοῦ καθʼ ἑαυτὸν ἐν βίῳ·
生活において自分自身に属することへの権能。
ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας.
財産の使用と獲得における惜しみのなさ。
Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ·
\n気前の良さ:なすべきように金銭を扱うことに関する状態。
πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή.
必要なように財産を増やし、また獲得すること。
Πρᾳότης κατάστασις κινήσεως τῆς ὑπʼ ὀργῆς·
\n 温厚:怒りによる運動の鎮静。
κρᾶσις ψυχῆς σύμμετρος.
魂の調和のとれた混合。
Κοσμιότης ὕπειξις ἑκουσία πρὸς τὸ φανὲν βέλτιστον·
\n端正:最善と思われたものに対する自発的な従属。
εὐταξία περὶ κίνησιν σώματος.
身体の運動に関する秩序正しさ。
Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον·
\n 幸福:すべての善いものから構成される善。
δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν·
よく生きることに対して自足した能力。
τελειότης κατʼ ἀρετήν·
徳に従った完全さ。
ὠφελία αὐτάρκης ζῴου.
生き物にとって自足した有益性。
Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν τὸν σεμνότατον.
\n気高さ:最も厳かなものに対する、正しい理性に従った評価。

語釈・文法注

  1. §1#1τοῖς αὐτοῖς — 「同じ人々によって」という行為の主体を表す与格(行為者の与格)、あるいは「同じ人々にとって」という関係の与格。ここでは前者の解釈を採り、太陽が同じ観測者たちによって朝から夕方まで見られ続けることを意味する。
  2. ¦p.411c¦οὗ — 関係代名詞 ὅς の属格。前置詞を伴わずに場所・領域を表す属格(またはその所有・帰属)として機能しており、あらゆる空間的運動が空気という元素の領域内において自然に行われることを示している。
  3. ¦p.411c¦διακείμενον — 分詞 `διακείμενον` は、先行する主語としての名詞化された分詞 `τὸ ἔχον`(それを持つもの)を修飾(またはその補語として機能)し、「〜の状態にある」を意味する。`τελείως σπουδαῖον`(完全に優れた)と結びついて、「完全に優れた状態にある(と称される)」という構造を成す。
  4. ¦p.412a¦δογμάτων ἀδήλων — 「恐るべきものに関する不確かな教えの保存」における `δογμάτων ἀδήλων`(不確かな信念/評判)は、理性による絶対的な知識(学知)のレベルには達していないものの、危険な状況においてしっかりと保持されるべき、正しくかつ確固たる信念を指している。

この箇所を引用する

プラトン, 定義集 §1#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg037.humanitext-grc1:1%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。