§8.356ἐπὶ δὲ τούτοις σύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν ὑὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός—ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δίς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε—δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταὐτὸν κεκτημένον ὄνομα, ὑὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου·
これらすべてのことの上に、欺きのない健全な考えをもって、神々とともに王を立てなさい。 第一に、私の息子を二重の恩義、すなわち私からのものと私の父からのもののゆえに。 ――というのも、父は当時のあの時代にポリスを野蛮人から解放し、私は今や二度、僭主たちから解放したからです。 そのことについては、あなた方自身が証人となっています。 第二に、私の父と同じ名前を持ち、ディオニュシオスの息子である者を、今なされた援助と、敬虔な生き方のゆえに王としなさい。
ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀείζωον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος.
彼は僭主たる父から生まれながら、自発的にポリスを解放しており、一日限りの不義な僭主権の代わりに、自分自身と家系のために朽ちることのない名誉を得ようとしています。
τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος.
第三に、シラクサの王となるよう勧誘すべきなのは、合意したポリスに対して自らも合意した者として、今や敵の軍勢を率いている、ディオニュシオスの(子)ディオニュシオスです。 もし彼が、自ら進んで王の姿へと移行することを望むなら。 ――(すなわち)運命を恐れ、祖国と神殿の放置、そして墓を憐れみ、闘争心のゆえにあらゆるものを完全に失って野蛮人たちの物笑いの種とならぬようにと願うならば。
τρεῖς δʼ ὄντας βασιλέας, εἴτʼ οὖν τὴν Λακωνικὴν δύναμιν αὐτοῖς δόντες εἴτε ἀφελόντες καὶ συνομολογησάμενοι, καταστήσασθε τρόπῳ τινὶ τοιῷδε, ὃς εἴρηται μὲν καὶ πρότερον ὑμῖν, ὅμως δʼ ἔτι καὶ νῦν ἀκούετε.
そして、三人の王たちがいることとして、彼らにラコニア式の権力を与えるにせよ、あるいはそれを取り除いて合意形成するにせよ、次のような何らかのやり方で彼らを立てなさい。 それは以前にもあなた方に語られたことですが、それでもなお今一度聞きなさい。
ἐὰν ἐθέλῃ τὸ γένος ὑμῖν τὸ Διονυσίου τε καὶ Ἱππαρίνου ἐπὶ σωτηρίᾳ Σικελίας παύσασθαι τῶν νῦν παρόντων κακῶν, τιμὰς αὑτοῖς καὶ γένει λαβόντες εἴς τε τὸν ἔπειτα καὶ τὸν νῦν χρόνον, ἐπὶ τούτοις καλεῖτε, ὥσπερ καὶ πρότερον ἐρρήθη, πρέσβεις οὓς ἂν ἐθελήσωσιν κυρίους ποιησάμενοι τῶν διαλλαγῶν—εἴτε τινὰς αὐτόθεν εἴτε ἔξωθεν εἴτε ἀμφότερα—καὶ ὁπόσους ἂν συγχωρήσωσιν·
もし、ディオニュシオスとヒッパリノスの家系が、シケリアの救済のために現在ある災いから手を引くことを望むなら、将来および現在の時間において自分たち自身と家系に栄誉を受け取ることを条件として、これらに基づいて、以前にも語られたように、彼らが望む使節たちを、和解を取り仕切る全権者(地元からの者であれ、外からの者であれ、あるいはその両方であれ)とし、彼らが同意するだけの人数を招きなさい。
τούτους δʼ ἐλθόντας νόμους μὲν πρῶτον θεῖναι καὶ πολιτείαν τοιαύτην, ἐν ᾗ βασιλέας ἁρμόττει γίγνεσθαι κυρίους ἱερῶν τε καὶ ὅσων ἄλλων πρέπει τοῖς γενομένοις ποτὲ εὐεργέταις, πολέμου δὲ καὶ εἰρήνης ἄρχοντας νομοφύλακας ποιήσασθαι ἀριθμὸν τριάκοντα καὶ πέντε μετά τε δήμου καὶ βουλῆς.
そして、これらの者たちがやって来て、まず第一に法と以下のような国制を制定するようにしなさい。 すなわち、そこでは王たちが、神殿のことや、かつて恩人となった人々にとってふさわしいその他の事柄を掌る権限を持つことが適当であり、他方、戦争と平和を掌る者としては、民衆および評議会とともに、三十五人の人数からなる法守護者たちを任命するようにしなさい。
δικαστήρια δὲ ἄλλα μὲν ἄλλων, θανάτου δὲ καὶ φυγῆς τούς τε πέντε καὶ τριάκοντα ὑπάρχειν·
裁判所については、様々な事柄に対してそれぞれ別の裁判所があるが、死刑と追放については、あの三十五人がその任にあたること。
πρὸς τούτοις τε ἐκλεκτοὺς γίγνεσθαι δικαστὰς ἐκ τῶν νῦν ἀεὶ περυσινῶν ἀρχόντων, ἕνα ἀφʼ ἑκάστης τῆς ἀρχῆς τὸν ἄριστον δόξαντʼ εἶναι καὶ δικαιότατον·
これに加えて、その都度、前年の官職者たちの中から選出された裁判官たちを置き、各官職から最も優れ最も正しいと認められた者を一人選ぶこと。
τούτους δὲ τὸν ἐπιόντα ἐνιαυτὸν δικάζειν ὅσα θανάτου καὶ δεσμοῦ καὶ μεταστάσεως τῶν πολιτῶν·
そして、これらの者たちが翌年に、市民の死刑や投獄や(財産没収を伴う)追放に関わるすべての事件を裁くこと。
§8.357βασιλέα δὲ τῶν τοιούτων δικῶν μὴ ἐξεῖναι δικαστὴν γίγνεσθαι, καθάπερ ἱερέα φόνου καθαρεύοντα καὶ δεσμοῦ καὶ φυγῆς.
しかし、王はこのような裁判において裁判官となることは許されない。 あたかも神官のように、殺人や投獄や追放から清いままであるべきだからである。
ταῦθʼ ὑμῖν ἐγὼ καὶ ζῶν διενοήθην γίγνεσθαι καὶ νῦν διανοοῦμαι, καὶ τότε κρατήσας τῶν ἐχθρῶν μεθʼ ὑμῶν, εἰ μὴ ξενικαὶ ἐρινύες ἐκώλυσαν, κατέστησα ἂν ᾗπερ καὶ διενοούμην, καὶ μετὰ ταῦτα Σικελίαν ἂν τὴν ἄλλην, εἴπερ ἔργα ἐπὶ νῷ ἐγίγνετο, κατῴκισα, τοὺς μὲν βαρβάρους ἣν νῦν ἔχουσιν ἀφελόμενος, ὅσοι μὴ ὑπὲρ τῆς κοινῆς ἐλευθερίας διεπολέμησαν πρὸς τὴν τυραννίδα, τοὺς δʼ ἔμπροσθεν οἰκητὰς τῶν Ἑλληνικῶν τόπων εἰς τὰς ἀρχαίας καὶ πατρῴας οἰκήσεις κατοικίσας·
これらのことを、私は生きている時にもあなた方に実現するよう意図していましたし、今もそう意図しています。 そして当時、あなた方とともに敵に打ち勝ったなら、もし外国の復讐の女神たちが妨げなかったならば、私がまさに意図していた通りにそれらを確立したことでしょう。 そしてその後に、もし意図していたことが実現していたならば、残りのシケリアにも(人々を)入植させたことでしょう。 野蛮人たちが現在占有している土地を彼らから取り上げ(ただし、共通の自由のために僭主政治に対して最後まで戦い抜いた者たちは除外して)、かつてギリシアの地に入植していた人々を、かつての、先祖代々の住処へと再入植させたことでしょう。
ταὐτὰ δὲ ταῦτα καὶ νῦν πᾶσιν συμβουλεύω κοινῇ διανοηθῆναι καὶ πράττειν τε καὶ παρακαλεῖν ἐπὶ ταύτας τὰς πράξεις πάντας, τὸν μὴ ʼθέλοντα δὲ πολέμιον ἡγεῖσθαι κοινῇ.
これとまったく同じことを、私は今も全員が共同で意図することを勧めます。 そして、これらの行動を実行し、かつすべての人にこれらの行動を呼びかけることを勧め、同意しない者を共同の敵とみなすことを勧めます。
ἔστιν δὲ ταῦτα οὐκ ἀδύνατα·
そして、これらのことは不可能ではありません。
ἃ γὰρ ἐν δυοῖν τε ὄντα ψυχαῖν τυγχάνει καὶ λογισαμένοις εὑρεῖν βέλτιστα ἑτοίμως ἔχει, ταῦτα δὲ σχεδὸν ὁ κρίνων ἀδύνατα οὐκ εὖ φρονεῖ.
というのも、二つの魂の中に存在しており、熟考した者たちが最善のものとして見出す準備ができている事柄、それらをほとんど不可能であると判断する者は、分別を欠いているからです。
λέγω δὲ τὰς δύο τήν τε Ἱππαρίνου τοῦ Διονυσίου ὑέος καὶ τὴν τοῦ ἐμοῦ ὑέος·
私が二つの(魂)と言っているのは、ディオニュシオスの息子ヒッパリノスの魂と、私の息子の魂のことです。
τούτοιν γὰρ συνομολογησάντοιν τοῖς γε ἄλλοις Συρακουσίοις οἶμαι πᾶσιν ὅσοιπερ τῆς πόλεως κήδονται συνδοκεῖν.
というのも、この二人が合意するならば、他のシラクサ人たち、すなわちポリスを気づかうすべての人々も同意するものと私は思うからです。
ἀλλὰ θεοῖς τε πᾶσιν τιμὰς μετʼ εὐχῶν δόντες, τοῖς τε ἄλλοις ὅσοις μετὰ θεῶν πρέπει, πείθοντες καὶ προκαλούμενοι φίλους καὶ διαφόρους μαλακῶς τε καὶ πάντως μὴ ἀποστῆτε, πρὶν ἂν τὰ νῦν ὑφʼ ἡμῶν λεχθέντα, οἷον ὀνείρατα θεῖα ἐπιστάντα ἐγρηγορόσιν, ἐναργῆ τε ἐξεργάσησθε τελεσθέντα καὶ εὐτυχῆ.
さあ、祈りとともにすべての神々に、また神々に次いでふさわしい他のすべてに栄誉を捧げ、味方も反対者も優しく、かつ断固として説得し、働きかけ、現在私たちが語った事柄を、目を覚ましている者に立ち現れた神的な夢のように、完遂され幸運をもたらす明瞭な現実として作り上げるまでは、決して手を引いてはなりません。