§8.356ἐπὶ δὲ τούτοις σύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν ὑὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός—ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δίς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε—δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταὐτὸν κεκτημένον ὄνομα, ὑὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀείζωον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος.
And upon all these things, with a guileless and healthy mind, together with the gods, establish a king: first, my son, for the sake of a twofold favor, both that from me and that from my father—for he indeed at that former time freed the city from the barbarians, and I have now twice freed it from tyrants, of which things you yourselves have been witnesses—secondly indeed, make as king the one who possesses the same name as my father, being the son of Dionysius, for the sake of both the present help and his pious character; who, born of a tyrant father, willingly frees the city, acquiring for himself and his race everlasting honor instead of an ephemeral and unjust tyranny.
τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος.
And thirdly, you must invite to become king of Syracuse, willingly to a willing city, the one who is now the commander of the enemy's camp, Dionysius the son of Dionysius, if he is willing to depart willingly into the form of a king, fearing indeed fortunes, and pitying his fatherland and the neglect of temples and tombs, lest through love of strife he completely destroy everything and become a laughing-stock to the barbarians.
τρεῖς δʼ ὄντας βασιλέας, εἴτʼ οὖν τὴν Λακωνικὴν δύναμιν αὐτοῖς δόντες εἴτε ἀφελόντες καὶ συνομολογησάμενοι, καταστήσασθε τρόπῳ τινὶ τοιῷδε, ὃς εἴρηται μὲν καὶ πρότερον ὑμῖν, ὅμως δʼ ἔτι καὶ νῦν ἀκούετε.
And establishing three kings, whether giving them the Laconian power or taking it away and agreeing among yourselves, set them up in some such manner, which indeed was told to you before, but nevertheless listen to it once more now.
ἐὰν ἐθέλῃ τὸ γένος ὑμῖν τὸ Διονυσίου τε καὶ Ἱππαρίνου ἐπὶ σωτηρίᾳ Σικελίας παύσασθαι τῶν νῦν παρόντων κακῶν, τιμὰς αὑτοῖς καὶ γένει λαβόντες εἴς τε τὸν ἔπειτα καὶ τὸν νῦν χρόνον, ἐπὶ τούτοις καλεῖτε, ὥσπερ καὶ πρότερον ἐρρήθη, πρέσβεις οὓς ἂν ἐθελήσωσιν κυρίους ποιησάμενοι τῶν διαλλαγῶν—εἴτε τινὰς αὐτόθεν εἴτε ἔξωθεν εἴτε ἀμφότερα—καὶ ὁπόσους ἂν συγχωρήσωσιν· τούτους δʼ ἐλθόντας νόμους μὲν πρῶτον θεῖναι καὶ πολιτείαν τοιαύτην, ἐν ᾗ βασιλέας ἁρμόττει γίγνεσθαι κυρίους ἱερῶν τε καὶ ὅσων ἄλλων πρέπει τοῖς γενομένοις ποτὲ εὐεργέταις, πολέμου δὲ καὶ εἰρήνης ἄρχοντας νομοφύλακας ποιήσασθαι ἀριθμὸν τριάκοντα καὶ πέντε μετά τε δήμου καὶ βουλῆς.
If the race of Dionysius and Hipparinus is willing for the salvation of Sicily to cease from the present evils, receiving honors for themselves and their race for the future and present time, on these terms call, just as was said before, ambassadors whomever they wish, making them in control of the reconciliation—whether some from here, or from outside, or both—and as many as they may agree upon; and having come, these men must first establish laws and such a constitution in which it is fitting for the kings to become lords of the temples and of all other things that are appropriate for those who once became benefactors; and as rulers of war and peace, they must appoint guardians of the laws, thirty-five in number, together with the assembly and the council.
δικαστήρια δὲ ἄλλα μὲν ἄλλων, θανάτου δὲ καὶ φυγῆς τούς τε πέντε καὶ τριάκοντα ὑπάρχειν· πρὸς τούτοις τε ἐκλεκτοὺς γίγνεσθαι δικαστὰς ἐκ τῶν νῦν ἀεὶ περυσινῶν ἀρχόντων, ἕνα ἀφʼ ἑκάστης τῆς ἀρχῆς τὸν ἄριστον δόξαντʼ εἶναι καὶ δικαιότατον· τούτους δὲ τὸν ἐπιόντα ἐνιαυτὸν δικάζειν ὅσα θανάτου καὶ δεσμοῦ καὶ μεταστάσεως τῶν πολιτῶν·
And there should be other courts for other things, but for death and exile, those thirty-five should be in charge; and in addition to these, selected judges should be chosen from the magistrates of each preceding year, one from each magistracy, the one who is deemed to be the best and most just; and these should judge during the following year all cases involving death, imprisonment, and banishment of citizens.
§8.357βασιλέα δὲ τῶν τοιούτων δικῶν μὴ ἐξεῖναι δικαστὴν γίγνεσθαι, καθάπερ ἱερέα φόνου καθαρεύοντα καὶ δεσμοῦ καὶ φυγῆς.
And it must not be permitted for a king to become a judge of such trials, just like a priest, keeping pure from murder, imprisonment, and exile.
ταῦθʼ ὑμῖν ἐγὼ καὶ ζῶν διενοήθην γίγνεσθαι καὶ νῦν διανοοῦμαι, καὶ τότε κρατήσας τῶν ἐχθρῶν μεθʼ ὑμῶν, εἰ μὴ ξενικαὶ ἐρινύες ἐκώλυσαν, κατέστησα ἂν ᾗπερ καὶ διενοούμην, καὶ μετὰ ταῦτα Σικελίαν ἂν τὴν ἄλλην, εἴπερ ἔργα ἐπὶ νῷ ἐγίγνετο, κατῴκισα, τοὺς μὲν βαρβάρους ἣν νῦν ἔχουσιν ἀφελόμενος, ὅσοι μὴ ὑπὲρ τῆς κοινῆς ἐλευθερίας διεπολέμησαν πρὸς τὴν τυραννίδα, τοὺς δʼ ἔμπροσθεν οἰκητὰς τῶν Ἑλληνικῶν τόπων εἰς τὰς ἀρχαίας καὶ πατρῴας οἰκήσεις κατοικίσας·
These things I, both when living, intended to happen for you, and now still intend; and at that time, having conquered the enemies with you, if foreign Furies had not prevented it, I would have established them just as I intended, and after this, if indeed my designs had been realized in deed, I would have resettled the rest of Sicily, taking away from the barbarians the land which they now hold—except for those who fought through to the end for the common freedom against the tyranny—and resettling the former inhabitants of the Greek places into their ancient and ancestral dwellings.
ταὐτὰ δὲ ταῦτα καὶ νῦν πᾶσιν συμβουλεύω κοινῇ διανοηθῆναι καὶ πράττειν τε καὶ παρακαλεῖν ἐπὶ ταύτας τὰς πράξεις πάντας, τὸν μὴ ʼθέλοντα δὲ πολέμιον ἡγεῖσθαι κοινῇ.
And these same things I now also advise all of you to intend in common, and both to do and to summon all to these actions, and to consider anyone who is unwilling as a common enemy.
ἔστιν δὲ ταῦτα οὐκ ἀδύνατα· ἃ γὰρ ἐν δυοῖν τε ὄντα ψυχαῖν τυγχάνει καὶ λογισαμένοις εὑρεῖν βέλτιστα ἑτοίμως ἔχει, ταῦτα δὲ σχεδὸν ὁ κρίνων ἀδύνατα οὐκ εὖ φρονεῖ.
And these things are not impossible; for things which happen to exist in two souls, and which are ready to be found as best by those who have reasoned, he who judges these to be almost impossible is not of sound mind.
λέγω δὲ τὰς δύο τήν τε Ἱππαρίνου τοῦ Διονυσίου ὑέος καὶ τὴν τοῦ ἐμοῦ ὑέος· τούτοιν γὰρ συνομολογησάντοιν τοῖς γε ἄλλοις Συρακουσίοις οἶμαι πᾶσιν ὅσοιπερ τῆς πόλεως κήδονται συνδοκεῖν.
And I mean the two souls: both that of Hipparinus, the son of Dionysius, and that of my son; for if these two agree, I think all the other Syracusans, at least as many as care for the city, will agree.
ἀλλὰ θεοῖς τε πᾶσιν τιμὰς μετʼ εὐχῶν δόντες, τοῖς τε ἄλλοις ὅσοις μετὰ θεῶν πρέπει, πείθοντες καὶ προκαλούμενοι φίλους καὶ διαφόρους μαλακῶς τε καὶ πάντως μὴ ἀποστῆτε, πρὶν ἂν τὰ νῦν ὑφʼ ἡμῶν λεχθέντα, οἷον ὀνείρατα θεῖα ἐπιστάντα ἐγρηγορόσιν, ἐναργῆ τε ἐξεργάσησθε τελεσθέντα καὶ εὐτυχῆ.
But giving honors with prayers to all the gods, and to the others to whom it is fitting after the gods, persuading and inviting both friends and opponents gently and by all means, do not draw back, until you make the things now spoken by us—like divine dreams appearing to awake men—clear, accomplished, and happy realities.