Humanitext Reader

柏拉图 · 书信集 §8.356-8.357

叙拉古确立三王制政体的提议与可行性

第 27 段,共 34 段 · 希腊语

内容简介

作者代迪翁发言,提出了在叙拉古设立三位国王的具体国制方案,并阐明该方案并非空想而是切实可行的,以此敦促大家团结一致。

§8.356ἐπὶ δὲ τούτοις σύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν ὑὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός—ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δίς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε—δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταὐτὸν κεκτημένον ὄνομα, ὑὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀείζωον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος.
在所有这些之上,要以无欺而健全的心思,与神明一起立一位国王:第一,是我的儿子,这是为了双重的恩义,即来自我和来自我父亲的恩义——因为他在那时的时代把城邦从野蛮人手中解放出来,而我现在两次将它从僭主手中解放出来,对此你们自己就是见证人——第二,要立与我父亲拥有相同名字、即狄奥尼修斯之子为国王,这是为了当下的援助以及他虔敬的品行;他虽生为僭主之父的儿子,却自愿解放城邦,为自己和家族赢得了永恒的荣耀,以此代替了短暂且不义的僭主统治。
τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος.
第三,应当邀请成为叙拉古国王的,是自愿对自愿的城邦、如今统治着敌方营地的人,即狄奥尼修斯之子狄奥尼修斯——如果他自愿想要转变到国王的身分,一方面畏惧命运,另一方面怜悯祖国、神殿的荒废以及坟墓,免得因为争斗心而完全彻底毁灭一切,成为野蛮人取笑的对象。
τρεῖς δʼ ὄντας βασιλέας, εἴτʼ οὖν τὴν Λακωνικὴν δύναμιν αὐτοῖς δόντες εἴτε ἀφελόντες καὶ συνομολογησάμενοι, καταστήσασθε τρόπῳ τινὶ τοιῷδε, ὃς εἴρηται μὲν καὶ πρότερον ὑμῖν, ὅμως δʼ ἔτι καὶ νῦν ἀκούετε.
既然有了三位国王,无论给予他们拉栖代梦式的权力,还是削减并达成协议,都请以下面这种方式来确立他们,这种方式以前也对你们说过,但现在还是请再听一次。
ἐὰν ἐθέλῃ τὸ γένος ὑμῖν τὸ Διονυσίου τε καὶ Ἱππαρίνου ἐπὶ σωτηρίᾳ Σικελίας παύσασθαι τῶν νῦν παρόντων κακῶν, τιμὰς αὑτοῖς καὶ γένει λαβόντες εἴς τε τὸν ἔπειτα καὶ τὸν νῦν χρόνον, ἐπὶ τούτοις καλεῖτε, ὥσπερ καὶ πρότερον ἐρρήθη, πρέσβεις οὓς ἂν ἐθελήσωσιν κυρίους ποιησάμενοι τῶν διαλλαγῶν—εἴτε τινὰς αὐτόθεν εἴτε ἔξωθεν εἴτε ἀμφότερα—καὶ ὁπόσους ἂν συγχωρήσωσιν· τούτους δʼ ἐλθόντας νόμους μὲν πρῶτον θεῖναι καὶ πολιτείαν τοιαύτην, ἐν ᾗ βασιλέας ἁρμόττει γίγνεσθαι κυρίους ἱερῶν τε καὶ ὅσων ἄλλων πρέπει τοῖς γενομένοις ποτὲ εὐεργέταις, πολέμου δὲ καὶ εἰρήνης ἄρχοντας νομοφύλακας ποιήσασθαι ἀριθμὸν τριάκοντα καὶ πέντε μετά τε δήμου καὶ βουλῆς.
如果狄奥尼修斯和希帕里诺斯的家族为了拯救西西里而愿意停止目前的祸害,并在未来和现在为他们自己和家族获得荣誉,那么在此基础上,正如以前所说的,请邀请他们所希望的使者,使这些使者成为调解的全权负责人——无论是本地的、外来的,还是两者兼有——人数则以他们同意的为准;而当这些人来到后,首先要制定法律和这样一种国制:在这种国制下,国王应当主管祭祀以及其他一切适合于曾经成为恩人的人的事情,而作为战争与和平的主管者,应当设立三十五名守法官,并与人民和议会共同治理。
δικαστήρια δὲ ἄλλα μὲν ἄλλων, θανάτου δὲ καὶ φυγῆς τούς τε πέντε καὶ τριάκοντα ὑπάρχειν· πρὸς τούτοις τε ἐκλεκτοὺς γίγνεσθαι δικαστὰς ἐκ τῶν νῦν ἀεὶ περυσινῶν ἀρχόντων, ἕνα ἀφʼ ἑκάστης τῆς ἀρχῆς τὸν ἄριστον δόξαντʼ εἶναι καὶ δικαιότατον· τούτους δὲ τὸν ἐπιόντα ἐνιαυτὸν δικάζειν ὅσα θανάτου καὶ δεσμοῦ καὶ μεταστάσεως τῶν πολιτῶν· §8.357βασιλέα δὲ τῶν τοιούτων δικῶν μὴ ἐξεῖναι δικαστὴν γίγνεσθαι, καθάπερ ἱερέα φόνου καθαρεύοντα καὶ δεσμοῦ καὶ φυγῆς.
至于法庭,不同的事务由不同的法庭审理,但关于死刑和流放,则由那三十五人负责;此外,还要从每年卸任的前一年官员中选出特选法官,每个官职选出一人,即被认为最优秀且最公正的人;这些人应在接下来的那一年里,审判所有涉及市民死刑、监禁和流放(变相驱逐)的案件;而国王不准成为此类诉讼的法官,正如祭司一样,保持自身免受杀人、监禁和流放的污染。
ταῦθʼ ὑμῖν ἐγὼ καὶ ζῶν διενοήθην γίγνεσθαι καὶ νῦν διανοοῦμαι, καὶ τότε κρατήσας τῶν ἐχθρῶν μεθʼ ὑμῶν, εἰ μὴ ξενικαὶ ἐρινύες ἐκώλυσαν, κατέστησα ἂν ᾗπερ καὶ διενοούμην, καὶ μετὰ ταῦτα Σικελίαν ἂν τὴν ἄλλην, εἴπερ ἔργα ἐπὶ νῷ ἐγίγνετο, κατῴκισα, τοὺς μὲν βαρβάρους ἣν νῦν ἔχουσιν ἀφελόμενος, ὅσοι μὴ ὑπὲρ τῆς κοινῆς ἐλευθερίας διεπολέμησαν πρὸς τὴν τυραννίδα, τοὺς δʼ ἔμπροσθεν οἰκητὰς τῶν Ἑλληνικῶν τόπων εἰς τὰς ἀρχαίας καὶ πατρῴας οἰκήσεις κατοικίσας·
这些事情,我在活着的时候就曾意图为你们实现,如今也依然这样意图。 当时我与你们一起战胜敌人之后,如果不是外邦的复仇女神们阻挠,我本会按照我所意图的方式将它们确立起来;此后,如果我的设想能在实际中实现,我本会重新安置西西里的其他地方,夺取野蛮人如今占有的土地——除了那些为了共同的自由而与僭主统治战斗到底的人之外——并将希腊地方以前的居民,重新安置到他们古老且祖传的住所中。
ταὐτὰ δὲ ταῦτα καὶ νῦν πᾶσιν συμβουλεύω κοινῇ διανοηθῆναι καὶ πράττειν τε καὶ παρακαλεῖν ἐπὶ ταύτας τὰς πράξεις πάντας, τὸν μὴ ʼθέλοντα δὲ πολέμιον ἡγεῖσθαι κοινῇ.
这些同样的事情,我现在也建议大家共同意图,并且付诸实行,同时号召所有人参与这些行动,将不情愿的人视为共同的敌人。
ἔστιν δὲ ταῦτα οὐκ ἀδύνατα· ἃ γὰρ ἐν δυοῖν τε ὄντα ψυχαῖν τυγχάνει καὶ λογισαμένοις εὑρεῖν βέλτιστα ἑτοίμως ἔχει, ταῦτα δὲ σχεδὸν ὁ κρίνων ἀδύνατα οὐκ εὖ φρονεῖ.
而这些并不是不可能的;因为那些碰巧存在于两个灵魂之中、且对于经过思考的人来说已准备好被视为最善之物的事,如果有人判定它们几乎是不可能实现的,那他就是不明智的。
λέγω δὲ τὰς δύο τήν τε Ἱππαρίνου τοῦ Διονυσίου ὑέος καὶ τὴν τοῦ ἐμοῦ ὑέος· τούτοιν γὰρ συνομολογησάντοιν τοῖς γε ἄλλοις Συρακουσίοις οἶμαι πᾶσιν ὅσοιπερ τῆς πόλεως κήδονται συνδοκεῖν.
我所说这两个灵魂,是指狄奥尼修斯之子希帕里诺斯的灵魂,以及我儿子的灵魂;因为如果这两个人达成一致,我认为其他所有的叙拉古人,至少那些关心城邦的人,都会赞同。
ἀλλὰ θεοῖς τε πᾶσιν τιμὰς μετʼ εὐχῶν δόντες, τοῖς τε ἄλλοις ὅσοις μετὰ θεῶν πρέπει, πείθοντες καὶ προκαλούμενοι φίλους καὶ διαφόρους μαλακῶς τε καὶ πάντως μὴ ἀποστῆτε, πρὶν ἂν τὰ νῦν ὑφʼ ἡμῶν λεχθέντα, οἷον ὀνείρατα θεῖα ἐπιστάντα ἐγρηγορόσιν, ἐναργῆ τε ἐξεργάσησθε τελεσθέντα καὶ εὐτυχῆ.
因此,要用祈祷向所有神明,以及在神明之后适宜的其他对象致敬,温和且尽一切手段去说服和劝诱朋友与对手,在你们将我们刚才所说的话——就像神圣的梦境临到清醒的人一样——转变为清晰、圆满且幸运的现实之前,绝不要放弃。

词汇与语法注释

  1. 356bἑκόντα ἑκούσης τῆς πόλεως — 将宾格形容词 ἑκόντα(“自愿的”,指狄奥尼修斯二世)与属格独立结构 ἑκούσης τῆς πόλεως(“在城邦也自愿的情况下”)并列的惯用对比表达。它强调了向君主制的过渡应当在统治者与被统治者双方自愿合意的基础上进行。
  2. 356cτρεῖς δʼ ὄντας βασιλέας — 宾格分词 ὄντας 用作动词 καταστήσασθε(“确立/设立”)的宾语补足语,表示“将他们确立为三位国王并存的状态”。
  3. 357bεἴπερ ἔργα ἐπὶ νῷ ἐγίγνετο — 这是一个反事实条件从句,由 εἴπερ(“如果确实”)后接直陈式过去时(未完成过去时)ἐγ意为“如果心中的设想(ἐπὶ νῷ)确实变成了实际行动(ἔργα)”。它与主句的 ἂν... κατῴκισα(“本会重新安置”)相呼应。

引用这一段

柏拉图, 书信集 §8.356-8.357. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:8.356-8.357

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。