§8.354εἰ μὲν δή τις ὀρθότερον ἄμεινόν τʼ ἔχει τοῦ ὑπʼ ἐμοῦ ῥηθησομένου, ἐνεγκὼν εἰς τὸ μέσον ὀρθότατα φιλέλλην ἂν λεχθείη·
もし誰か、私がこれから語る予定のことよりも正しく、より優れた意見を持っているなら、それを公の場に持ち出すことで、極めて正しく「ギリシアの友」と呼ばれるでしょう。
ὃ δέ μοι φαίνεταί πῃ τὰ νῦν, ἐγὼ πειράσομαι πάσῃ παρρησίᾳ καὶ κοινῷ τινι δικαίῳ λόγῳ χρώμενος δηλοῦν.
しかし、私に今このように思われることを、私はあらゆる率直さと、ある共通の正しい理路を用いて明らかにすることに努めましょう。
λέγω γὰρ δὴ διαιτητοῦ τινα τρόπον διαλεγόμενος ὡς δυοῖν, τυραννεύσαντί τε καὶ τυραννευθέντι, ὡς ἑνὶ ἑκατέρῳ παλαιὰν ἐμὴν συμβουλήν·
というのも、私は仲裁人のようなやり方で、かつて僭主であった者と僭主に支配されていた者という二者に対して、それぞれを一つのものとして扱い、私の古い助言を語るからです。
καὶ νῦν δὲ ὅ γʼ ἐμὸς λόγος ἂν εἴη σύμβουλος τυράννῳ παντὶ φεύγειν μὲν τοὔνομά τε καὶ τοὖργον τοῦτο, εἰς βασιλείαν δέ, εἰ δυνατὸν εἴη, μεταβαλεῖν.
そして今でも、私の議論はすべての僭主に対して、この名前とその実態を避けること、そして可能であるならば、王政へと移行することを勧めるものとなるでしょう。
δυνατὸν δέ, ὡς ἔδειξεν ἔργῳ σοφὸς ἀνὴρ καὶ ἀγαθὸς Λυκοῦργος, ὃς ἰδὼν τὸ τῶν οἰκείων γένος ἐν Ἄργει καὶ Μεσσήνῃ ἐκ βασιλέων εἰς τυράννων δύναμιν ἀφικομένους καὶ διαφθείραντας ἑαυτούς τε καὶ τὴν πόλιν ἑκατέρους ἑκατέραν, δείσας περὶ τῆς αὑτοῦ πόλεως ἅμα καὶ γένους, φάρμακον ἐπήνεγκεν τὴν τῶν γερόντων ἀρχὴν καὶ τὸν τῶν ἐφόρων δεσμὸν τῆς βασιλικῆς ἀρχῆς σωτήριον, ὥστε γενεὰς τοσαύτας ἤδη μετʼ εὐκλείας σῴζεσθαι, νόμος ἐπειδὴ κύριος ἐγένετο βασιλεὺς τῶν ἀνθρώπων, ἀλλʼ οὐκ ἄνθρωποι τύραννοι νόμων.
そして、それが可能であることは、賢明にして優れた人リクウルゴスが事実によって示した通りです。 彼は、アルゴスとメッセネにおける自らの親族の家系が、王から僭主の権力へと至り、それぞれが自分たち自身とそれぞれのポリスを破滅させたのを見て、自らのポリスと家系をも心配し、王の権力を救うものとして、長老たちの支配とエフォロイという拘束力を処方したのです。 その結果、これほど多くの世代にわたって今なお誉れ高く救われており、法が人間の王となり、人間が法の僭主とはならなかったのです。
ὃ δὴ καὶ νῦν οὑμὸς λόγος πᾶσιν παρακελεύεται, τοῖς μὲν τυραννίδος ἐφιεμένοις ἀποτρέπεσθαι καὶ φεύγειν φυγῇ ἀπλήστως πεινώντων εὐδαιμόνισμα ἀνθρώπων καὶ ἀνοήτων, εἰς βασιλέως δʼ εἶδος πειρᾶσθαι μεταβάλλειν καὶ δουλεῦσαι νόμοις βασιλικοῖς, τὰς μεγίστας τιμὰς κεκτημένους παρʼ ἑκόντων τε ἀνθρώπων καὶ τῶν νόμων·
まさにこのことを、私の議論は今もすべての人に勧めています。 すなわち、僭主の座を渇望する者たちに対しては、引き返し、飽くことなく飢えている愚かな者たちが幸福とみなすものを断固として避けること、そして王の姿へと移行することに努め、王の法に服従し、自発的な人々および諸法から最大の栄誉を手にすることです。
τοῖς δὲ δὴ ἐλεύθερα διώκουσιν ἤθη καὶ φεύγουσιν τὸν δούλειον ζυγὸν ὡς ὂν κακόν, εὐλαβεῖσθαι συμβουλεύοιμʼ ἂν μή ποτε ἀπληστίᾳ ἐλευθερίας ἀκαίρου τινὸς εἰς τὸ τῶν προγόνων νόσημα ἐμπέσωσιν, ὃ διὰ τὴν ἄγαν ἀναρχίαν οἱ τότε ἔπαθον, ἀμέτρῳ ἐλευθερίας χρώμενοι ἔρωτι.
他方で、自由な気風を追い求め、奴隷の軛を悪であるとして避ける者たちに対しては、時を得ない自由への飽くなき渇望のせいで、かつての人々が行き過ぎた無政府状態ゆえに陥った、先祖たちのあの病に決して陥らぬよう注意することを勧めたいと思います。 彼らは自由への無軌道な愛に溺れていたのです。
οἱ γὰρ πρὸ Διονυσίου καὶ Ἱππαρίνου ἀρξάντων Σικελιῶται τότε ὡς ᾤοντο εὐδαιμόνως ἔζων, τρυφῶντές τε καὶ ἅμα ἀρχόντων ἄρχοντες·
というのも、ディオニュシオスとヒッパリノスが支配する前のシケリア人たちは、当時、自分たちが幸福に暮らしていると考えており、贅沢にふけり、同時に支配者たちを支配していたからです。
οἳ καὶ τοὺς δέκα στρατηγοὺς κατέλευσαν βάλλοντες τοὺς πρὸ Διονυσίου, κατὰ νόμον οὐδένα κρίναντες, ἵνα δὴ δουλεύοιεν μηδενὶ μήτε σὺν δίκῃ μήτε νόμῳ δεσπότῃ, ἐλεύθεροι δʼ εἶεν πάντῃ πάντως·
彼らはディオニュシオスの前の十人の将軍たちを、何ら法に基づいた裁判にかけることもなく、石を投げつけて殺しました。 それは、正義を伴う主人にも法を伴う主人にも、誰にも決して仕えず、あらゆる点において完全に自由であるためでした。
ὅθεν αἱ τυραννίδες ἐγένοντο αὐτοῖς.
そこから、彼らに僭主政治が生じることになったのです。
§8.355δουλεία γὰρ καὶ ἐλευθερία ὑπερβάλλουσα μὲν ἑκατέρα πάγκακον, ἔμμετρος δὲ οὖσα πανάγαθον·
なぜなら、隷属も自由も、過度になればどちらも極めて悪しきものとなり、適度であれば極めて善きものとなるからです。
μετρία δὲ ἡ θεῷ δουλεία, ἄμετρος δὲ ἡ τοῖς ἀνθρώποις·
適度な隷属とは神に対するものであり、不適度なそれは人間に対するものです。
θεὸς δὲ ἀνθρώποις σώφροσιν νόμος, ἄφροσιν δὲ ἡδονή.
そして思慮深い人々にとって神とは法であり、愚かな人々にとっては快楽です。
τούτων δὴ ταύτῃ πεφυκότων, ἃ συμβουλεύω Συρακοσίοις πᾶσιν φράζειν παρακελεύομαι τοῖς Δίωνος φίλοις ἐκείνου καὶ ἐμὴν κοινὴν συμβουλήν·
これらが本来このようなものであるから、私はディオンの友人たちに対して、私がすべてのシラクサ人に勧める事柄を、彼と私の共通の助言として伝えるよう勧めます。
ἐγὼ δὲ ἑρμηνεύσω ἃν ἐκεῖνος ἔμπνους ὢν καὶ δυνάμενος εἶπεν νῦν πρὸς ὑμᾶς.
そして私は、もし彼が生きており、語ることができたなら、今あなた方に語ったであろうことを代弁しましょう。
τίνʼ οὖν δή, τις ἂν εἴποι, λόγον ἀποφαίνεται ἡμῖν περὶ τῶν νῦν παρόντων ἡ Δίωνος συμβουλή;
「では一体」と誰かが言うかもしれません、「ディオンの助言は、現在の状況について私たちにどのような言葉を示しているのか」と。
τόνδε.
それは次のものである。
δέξασθε, ὦ Συρακόσιοι, πάντων πρῶτον νόμους οἵτινες ἂν ὑμῖν φαίνωνται μὴ πρὸς χρηματισμὸν καὶ πλοῦτον τρέψοντες τὰς γνώμας ὑμῶν μετʼ ἐπιθυμίας, ἀλλʼ ὄντων τριῶν, ψυχῆς καὶ σώματος ἔτι δὲ χρημάτων, τὴν τῆς ψυχῆς ἀρετὴν ἐντιμοτάτην ποιοῦντες, δευτέραν δὲ τὴν τοῦ σώματος, ὑπὸ τῇ τῆς ψυχῆς κειμένην, τρίτην δὲ καὶ ὑστάτην τὴν τῶν χρημάτων τιμήν, δουλεύουσαν τῷ σώματί τε καὶ ψυχῇ.
シラクサの人々よ、まず何よりも第一に、あなた方の考えを欲望とともに金儲けや富へと向けさせることのないように思われる法を受け入れなさい。 むしろ、魂と身体、さらに財産という三つのものがある中で、魂の徳を最も名誉あるものとし、第二に身体のそれを魂の下に置かれるものとし、第三に、かつ最後として、身体と魂に仕える財産の価値を位置づけるような法を受け入れなさい。
καὶ ὁ μὲν ταῦτα ἀπεργαζόμενος θεσμὸς νόμος ἂν ὀρθῶς ὑμῖν εἴη κείμενος, ὄντως εὐδαίμονας ἀποτελῶν τοὺς χρωμένους·
そして、これらを実現する定めこそが、あなた方にとって正しく制定された法であり、それを用いる人々を真に幸福にするでしょう。
ὁ δὲ τοὺς πλουσίους εὐδαίμονας ὀνομάζων λόγος αὐτός τε ἄθλιος, γυναικῶν καὶ παίδων ὢν λόγος ἄνους, τοὺς πειθομένους τε ἀπεργάζεται τοιούτους.
しかし、富者を幸福と呼ぶ議論は、それ自体が哀れなものであり、愚かな女子供の議論であって、それに従う人々を同じような者に仕立て上げてしまいます。
ὅτι δʼ ἀληθῆ ταῦτʼ ἐγὼ παρακελεύομαι, ἐὰν γεύσησθε τῶν νῦν λεγομένων περὶ νόμων, ἔργῳ γνώσεσθε·
私が勧めているこれらのことが真実であることは、法に関して今語られていることを味わってみるならば、実際に知ることになるでしょう。
ἣ δὴ βάσανος ἀληθεστάτη δοκεῖ γίγνεσθαι τῶν πάντων πέρι.
それこそが、すべての事柄に関して最も真実な試金石となると思われるからです。
δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γίγνοιτο ὑμῖν πᾶσιν μέσον τεμεῖν, τοῖς τε φεύγουσιν τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσιν τυχεῖν, ὧν οἱ πρόγονοι τότε, τὸ μέγιστον, ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους·
そのような法を受け入れた上で、シケリアに危険が迫っており、あなた方は十分に支配してもおらず、他方で決定的に支配されてもいないのであるから、中道を切り開くことが、あなた方全員にとっておそらく正しく、かつ有益なこととなるでしょう。 すなわち、支配権の過酷さを避けようとするあなた方にとっても、かつて先祖たちがギリシア人たちを野蛮人から救い、その結果として今や国制について議論することが可能になっている、あの再び支配権を得ることを切望する者たちにとっても。
ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῇ οὐδαμῶς.
もし当時彼らが滅びていたならば、いかなる方法でも、議論も希望も全く残されていなかったでしょう。
νῦν οὖν τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλική, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν·
したがって今、一方には王政を伴う自由がもたらされ、他方には責任を負う王の支配がもたらされるように。 そして、もし彼らが法に反することを行うならば、他の市民たちに対しても、王たち自身に対しても、諸法が支配するものとなるように。