§8.354εἰ μὲν δή τις ὀρθότερον ἄμεινόν τʼ ἔχει τοῦ ὑπʼ ἐμοῦ ῥηθησομένου, ἐνεγκὼν εἰς τὸ μέσον ὀρθότατα φιλέλλην ἂν λεχθείη· ὃ δέ μοι φαίνεταί πῃ τὰ νῦν, ἐγὼ πειράσομαι πάσῃ παρρησίᾳ καὶ κοινῷ τινι δικαίῳ λόγῳ χρώμενος δηλοῦν.
如果有人确实拥有比我将要说的更为正确和更好的看法,通过将其公诸于世,他将最公正地被称为希腊之友;而对于目前在我看来是怎样的事,我将尽力用尽所有的坦诚和某种共同且公正的论说来予以表明。
λέγω γὰρ δὴ διαιτητοῦ τινα τρόπον διαλεγόμενος ὡς δυοῖν, τυραννεύσαντί τε καὶ τυραννευθέντι, ὡς ἑνὶ ἑκατέρῳ παλαιὰν ἐμὴν συμβουλήν·
因为我确实以一种调停人的方式,对曾经施加僭主统治者和曾受僭主统治者这两方,视每一方为一体,诉说我古老的建议。
καὶ νῦν δὲ ὅ γʼ ἐμὸς λόγος ἂν εἴη σύμβουλος τυράννῳ παντὶ φεύγειν μὲν τοὔνομά τε καὶ τοὖργον τοῦτο, εἰς βασιλείαν δέ, εἰ δυνατὸν εἴη, μεταβαλεῖν.
而现在,我的论说至少会建议每一个僭主避开这个名称和这种行径,如果可能的话,转向君主制。
δυνατὸν δέ, ὡς ἔδειξεν ἔργῳ σοφὸς ἀνὴρ καὶ ἀγαθὸς Λυκοῦργος, ὃς ἰδὼν τὸ τῶν οἰκείων γένος ἐν Ἄργει καὶ Μεσσήνῃ ἐκ βασιλέων εἰς τυράννων δύναμιν ἀφικομένους καὶ διαφθείραντας ἑαυτούς τε καὶ τὴν πόλιν ἑκατέρους ἑκατέραν, δείσας περὶ τῆς αὑτοῦ πόλεως ἅμα καὶ γένους, φάρμακον ἐπήνεγκεν τὴν τῶν γερόντων ἀρχὴν καὶ τὸν τῶν ἐφόρων δεσμὸν τῆς βασιλικῆς ἀρχῆς σωτήριον, ὥστε γενεὰς τοσαύτας ἤδη μετʼ εὐκλείας σῴζεσθαι, νόμος ἐπειδὴ κύριος ἐγένετο βασιλεὺς τῶν ἀνθρώπων, ἀλλʼ οὐκ ἄνθρωποι τύραννοι νόμων.
而这是可能的,正如充满智慧且优秀的吕库古在实际行动中所展示的那样。 他看到自己在阿耳戈斯和美塞尼亚的亲属家族,从国王沦为僭主的权力,各自毁灭了自身以及各自的城邦,他既为自己的城邦也为自己的家族感到担忧,于是引入了长老的统治以及监察官的束缚,作为君主统治的解救药方。 因此,如今这么多世代以来,他们依然伴随着美誉得以保全,因为法律已经成为人类的国王,而不是人类成为法律的僭主。
ὃ δὴ καὶ νῦν οὑμὸς λόγος πᾶσιν παρακελεύεται, τοῖς μὲν τυραννίδος ἐφιεμένοις ἀποτρέπεσθαι καὶ φεύγειν φυγῇ ἀπλήστως πεινώντων εὐδαιμόνισμα ἀνθρώπων καὶ ἀνοήτων, εἰς βασιλέως δʼ εἶδος πειρᾶσθαι μεταβάλλειν καὶ δουλεῦσαι νόμοις βασιλικοῖς, τὰς μεγίστας τιμὰς κεκτημένους παρʼ ἑκόντων τε ἀνθρώπων καὶ τῶν νόμων· τοῖς δὲ δὴ ἐλεύθερα διώκουσιν ἤθη καὶ φεύγουσιν τὸν δούλειον ζυγὸν ὡς ὂν κακόν, εὐλαβεῖσθαι συμβουλεύοιμʼ ἂν μή ποτε ἀπληστίᾳ ἐλευθερίας ἀκαίρου τινὸς εἰς τὸ τῶν προγόνων νόσημα ἐμπέσωσιν, ὃ διὰ τὴν ἄγαν ἀναρχίαν οἱ τότε ἔπαθον, ἀμέτρῳ ἐλευθερίας χρώμενοι ἔρωτι.
这正是我的论说如今也向所有人劝诫的:一方面,劝诫那些渴望僭主统治的人,转过身去,坚决避开那些贪得无厌、饥饿而愚蠢的人的虚假幸福,尽力转向君主的形态,服从君主的法律,从自愿的人民和法律那里获得最大的荣耀;另一方面,对于那些追求自由风尚、避开奴役之轭以为其是邪恶的人,我建议他们要小心,免得因对某种不合时宜的自由的贪求,而陷入他们祖先当年的病症中——那是他们当时由于极度的无政府状态,沉溺于对自由无节制的爱而遭受的。
οἱ γὰρ πρὸ Διονυσίου καὶ Ἱππαρίνου ἀρξάντων Σικελιῶται τότε ὡς ᾤοντο εὐδαιμόνως ἔζων, τρυφῶντές τε καὶ ἅμα ἀρχόντων ἄρχοντες· οἳ καὶ τοὺς δέκα στρατηγοὺς κατέλευσαν βάλλοντες τοὺς πρὸ Διονυσίου, κατὰ νόμον οὐδένα κρίναντες, ἵνα δὴ δουλεύοιεν μηδενὶ μήτε σὺν δίκῃ μήτε νόμῳ δεσπότῃ, ἐλεύθεροι δʼ εἶεν πάντῃ πάντως· ὅθεν αἱ τυραννίδες ἐγένοντο αὐτοῖς.
因为在狄奥尼修斯和希帕里诺斯统治之前,当时的西西里人过着他们自以为幸福的生活,既奢华逸乐,同时又统治着他们的统治者;他们甚至在狄奥尼修斯之前,用石头砸死了那十位将军,没有按照任何法律进行审判,其目的正是为了不服从任何无论是伴随着正义还是法律的主人,而是要在一切方面都完全自由;由此,僭主统治在他们之中产生。
§8.355δουλεία γὰρ καὶ ἐλευθερία ὑπερβάλλουσα μὲν ἑκατέρα πάγκακον, ἔμμετρος δὲ οὖσα πανάγαθον· μετρία δὲ ἡ θεῷ δουλεία, ἄμετρος δὲ ἡ τοῖς ἀνθρώποις· θεὸς δὲ ἀνθρώποις σώφροσιν νόμος, ἄφροσιν δὲ ἡδονή.
因为奴役和自由,若各自过度,都是极其糟糕的事,但若适度,则是极其美好的事;对神的服从是适度的,对人的服从则是无度的;对于有智慧的人来说,神就是法律,而对于愚蠢的人来说,神则是快乐。
τούτων δὴ ταύτῃ πεφυκότων, ἃ συμβουλεύω Συρακοσίοις πᾶσιν φράζειν παρακελεύομαι τοῖς Δίωνος φίλοις ἐκείνου καὶ ἐμὴν κοινὴν συμβουλήν· ἐγὼ δὲ ἑρμηνεύσω ἃν ἐκεῖνος ἔμπνους ὢν καὶ δυνάμενος εἶπεν νῦν πρὸς ὑμᾶς.
既然这些事情本质上确实如此,我劝诫迪翁的朋友们向所有叙拉古人宣布我所建议的、他与我共同的建议;我将代为阐明他若尚有气息且能够说话时,如今会对你们说的话。
τίνʼ οὖν δή, τις ἂν εἴποι, λόγον ἀποφαίνεται ἡμῖν περὶ τῶν νῦν παρόντων ἡ Δίωνος συμβουλή;
“那么,”有人可能会说,“迪翁的建议针对目前的情况,向我们表明了怎样的论说?
τόνδε.
”如下。
δέξασθε, ὦ Συρακόσιοι, πάντων πρῶτον νόμους οἵτινες ἂν ὑμῖν φαίνωνται μὴ πρὸς χρηματισμὸν καὶ πλοῦτον τρέψοντες τὰς γνώμας ὑμῶν μετʼ ἐπιθυμίας, ἀλλʼ ὄντων τριῶν, ψυχῆς καὶ σώματος ἔτι δὲ χρημάτων, τὴν τῆς ψυχῆς ἀρετὴν ἐντιμοτάτην ποιοῦντες, δευτέραν δὲ τὴν τοῦ σώματος, ὑπὸ τῇ τῆς ψυχῆς κειμένην, τρίτην δὲ καὶ ὑστάτην τὴν τῶν χρημάτων τιμήν, δουλεύουσαν τῷ σώματί τε καὶ ψυχῇ.
叙拉古人啊,首先要接受那些在你们看来不会带着欲望将你们的心思转向谋利和财富的法律。 相反,在存在着灵魂、身体以及财富这三者之中,要将灵魂的德行视为最尊贵的,其次将身体的德行置于灵魂之下,第三也是最后,将财富的价值置于服务于身体和灵魂的地位。
καὶ ὁ μὲν ταῦτα ἀπεργαζόμενος θεσμὸς νόμος ἂν ὀρθῶς ὑμῖν εἴη κείμενος, ὄντως εὐδαίμονας ἀποτελῶν τοὺς χρωμένους· ὁ δὲ τοὺς πλουσίους εὐδαίμονας ὀνομάζων λόγος αὐτός τε ἄθλιος, γυναικῶν καὶ παίδων ὢν λόγος ἄνους, τοὺς πειθομένους τε ἀπεργάζεται τοιούτους.
而实现这些的制度对你们来说才是正确制定的法律,能使运用它的人真正获得幸福;而那些称富人为幸福的论说本身就是悲惨的,是无知的妇孺之言,并且使相信它的人也变得同样无知。
ὅτι δʼ ἀληθῆ ταῦτʼ ἐγὼ παρακελεύομαι, ἐὰν γεύσησθε τῶν νῦν λεγομένων περὶ νόμων, ἔργῳ γνώσεσθε· ἣ δὴ βάσανος ἀληθεστάτη δοκεῖ γίγνεσθαι τῶν πάντων πέρι.
至于我所劝诫的这些是否真实,如果你们尝一尝如今关于法律所说的话,就会在实际中明白;这确实似乎是关于一切事物最真实的检验。
δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γίγνοιτο ὑμῖν πᾶσιν μέσον τεμεῖν, τοῖς τε φεύγουσιν τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσιν τυχεῖν, ὧν οἱ πρόγονοι τότε, τὸ μέγιστον, ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῇ οὐδαμῶς.
在接受了这样的法律之后,既然危险正笼罩着西西里,你们既没有充分地统治,也没有彻底地被统治,那么对你们所有人来说,开辟一条中道或许是公正且有益的——无论对于企图避开统治之严酷的你们(民众),还是对于渴望重新获得统治的那些人(僭主派),他们的祖先当时(最重要地)从野蛮人手中拯救了希腊人,以至于如今才有可能对国制进行讨论;如果当时他们灭亡了,那么当时在任何地方都绝不会留下任何讨论或希望。
νῦν οὖν τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλική, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν·
因此,现在让一方在君主统治下获得自由,让另一方获得承担责任的君主统治,并且如果他们做出任何违法之事,法律便要支配其他公民以及君主自身;