§8.352Πλάτων τοῖς Δίωνος οἰκείοις τε καὶ ἑταίροις εὖ πράττειν.
プラトンからディオンの親族と同志たちへ、よき歩みをお祈りする。
ἃ δʼ ἂν διανοηθέντες μάλιστα εὖ πράττοιτε ὄντως, πειράσομαι ταῦθʼ ὑμῖν κατὰ δύναμιν διεξελθεῖν.
あなた方がそれを心に留めることで、真に最もよく歩むことができるであろう事柄について、できる限り詳しく説明することに努めましょう。
ἐλπίζω δὲ οὐχ ὑμῖν μόνοις συμβουλεύσειν τὰ συμφέροντα, μάλιστά γε μὴν ὑμῖν, καὶ δευτέροις πᾶσιν τοῖς ἐν Συρακούσαις, τρίτοις δὲ ὑμῶν καὶ τοῖς ἐχθροῖς καὶ πολεμίοις, πλὴν εἴ τις αὐτῶν ἀνοσιουργὸς γέγονεν·
そして私は、有益なことを助言するのがあなた方だけにとどまらないことを望んでいます。 最も優先されるのはもちろんあなた方ですが、第二にはシラクサにいるすべての市民、第三にはあなた方の敵や交戦相手ですらあります。 ただし、彼らのうちで不敬な悪行を働いた者は除きます。
ταῦτα γὰρ ἀνίατα καὶ οὐκ ἄν ποτέ τις αὐτὰ ἐκνίψειν.
というのも、それらの行いは不治のものであり、何人であれ決して洗い流すことはできないからです。
νοήσατε δὲ ἃ λέγω νῦν.
私がこれから述べることをよく考えなさい。
ἔσθʼ ὑμῖν κατὰ Σικελίαν πᾶσαν λελυμένης τῆς τυραννίδος πᾶσα μάχη περὶ αὐτῶν τούτων, τῶν μὲν βουλομένων ἀναλαβεῖν πάλιν τὴν ἀρχήν, τῶν δὲ τῇ τῆς τυραννίδος ἀποφυγῇ τέλος ἐπιθεῖναι.
シケリア全土において僭主政治が崩壊した今、あなた方の間のあらゆる戦いはまさにこれら、すなわち一方では支配権を再び取り戻そうとする者たちと、他方では僭主政治からの脱却に完成をもたらそうとする者たちをめぐるものです。
συμβουλὴ δὴ περὶ τῶν τοιούτων ὀρθὴ δοκεῖ ἑκάστοτε τοῖς πολλοῖς εἶναι ταῦτα συμβουλεύειν δεῖν ἃ τοὺς μὲν πολεμίους ὡς πλεῖστα κακὰ ἐξεργάσεται, τοὺς δὲ φίλους ὡς πλεῖστα ἀγαθά·
このような事態に関する正しい助言とは、敵に対してはできる限り多くの害を、味方に対してはできる限り多くの益をもたらすような事柄を勧めることであると、常に多くの人々には思われています。
τὸ δὲ οὐδαμῶς ῥᾴδιον πολλὰ κακὰ δρῶντα τοὺς ἄλλους μὴ οὐ καὶ πάσχειν αὐτὸν πολλὰ ἕτερα.
しかし、他人に多くの害を与えつつ、自らもまた他の多くの害を被らずにいることは、決して容易なことではありません。
δεῖ δὲ οὐ μακρὰν ἐλθόντας ποι τὰ τοιαῦτα ἐναργῶς ἰδεῖν, ἀλλʼ ὅσα νῦν γέγονεν τῇδε, αὐτοῦ περὶ Σικελίαν, τῶν μὲν ἐπιχειρούντων δρᾶν, τῶν δὲ ἀμύνασθαι τοὺς δρῶντας·
このようなことを明白に理解するために、どこか遠くまで行く必要はありません。 まさに今ここ、このシケリアにおいて、一方の人々が害をなそうと企て、他方の人々がその実行者たちを防ごうとした、その出来事を見ればよいのです。
ἃ κἂν ἄλλοις μυθολογοῦντες ἱκανοὶ γίγνοισθʼ ἂν ἑκάστοτε διδάσκαλοι.
これらについては、あなた方自身が他の人々に語り聞かせることで、常に十分な教師となれるほどです。
τούτων μὲν δὴ σχεδὸν οὐκ ἀπορία·
これらのことについては、ほとんど事欠くことがありません。
τῶν δὲ ὅσα γένοιτʼ ἂν ἢ πᾶσιν συμφέροντα ἐχθροῖς τε καὶ φίλοις ἢ ὅτι σμικρότατα κακὰ ἀμφοῖν, ταῦτα οὔτε ῥᾴδιον ὁρᾶν οὔτε ἰδόντα ἐπιτελεῖν, εὐχῇ δὲ προσέοικεν ἡ τοιαύτη συμβουλή τε καὶ ἐπιχείρησις τοῦ λόγου.
しかし、敵味方の双方にとって有益となる事柄や、あるいは双方にとって最小限の害にとどまる事柄を見出すことは容易ではなく、それを見出したとしても実行に移すことは困難です。 このような助言や、そうした議論を企てることは、祈りに似ています。
§8.353ἔστω δὴ παντάπασι μὲν εὐχή τις—ἀπὸ γὰρ θεῶν χρὴ πάντα ἀρχόμενον ἀεὶ λέγειν τε καὶ νοεῖν—ἐπιτελὴς δʼ εἴη σημαίνουσα ἡμῖν τοιόνδε τινὰ λόγον·
それでは、これが完全に一つの祈りであるとしましょう――というのも、すべてを始めるにあたっては神々から始めて常に語り、考えるべきだからです――。 そして、その祈りが叶い、私たちに次のような教えを示してくれますように。
νῦν ὑμῖν καὶ τοῖς πολεμίοις σχεδόν, ἐξ οὗπερ γέγονεν ὁ πόλεμος, συγγένεια ἄρχει μία διὰ τέλους, ἥν ποτε κατέστησαν οἱ πατέρες ὑμῶν ἐς ἀπορίαν ἐλθόντες τὴν ἅπασαν, τόθʼ ὅτε κίνδυνος ἐγένετο ἔσχατος Σικελίᾳ τῇ τῶν Ἑλλήνων ὑπὸ Καρχηδονίων ἀνάστατον ὅλην ἐκβαρβαρωθεῖσαν γενέσθαι.
現在、あなた方と敵対者たちを実質的に支配しているのは、戦争が始まって以来ずっと一つの血縁による支配体制です。 これはかつて、あなた方の父祖たちが極限の窮地に陥った際、ギリシア人の地であるシケリア全体がカルタゴ人によって荒廃させられ、完全に野蛮化する極めて大きな危険が生じた時に樹立したものなのです。
τότε γὰρ εἵλοντο Διονύσιον μὲν ὡς νέον καὶ πολεμικὸν ἐπὶ τὰς τοῦ πολέμου πρεπούσας αὐτῷ πράξεις, σύμβουλον δὲ καὶ πρεσβύτερον Ἱππαρῖνον, ἐπὶ σωτηρίᾳ τῆς Σικελίας αὐτοκράτορας, ὥς φασιν, τυράννους ἐπονομάζοντες.
当時、彼らはディオニュシオスを若く戦闘能力に長けた者として戦争の彼に適した任務のために選び、また年長のヒッパリノスを顧問とし、シケリアを救うために、人々の言うところの「全権の僭主」と彼らを呼んだのです。
καὶ εἴτε δὴ θείαν τις ἡγεῖσθαι βούλεται τύχην καὶ θεὸν εἴτε τὴν τῶν ἀρχόντων ἀρετὴν εἴτε καὶ τὸ συναμφότερον μετὰ τῶν τότε πολιτῶν τῆς σωτηρίας αἰτίαν συμβῆναι γενομένην, ἔστω ταύτῃ ὅπῃ τις ὑπολαμβάνει·
そして、これについて神聖な幸運と神が原因であったと考えたい者であれ、あるいは統治者たちの卓越性、さらには当時の市民たちと共にその双方が救済の原因となったと考えたい者であれ、それは各人が推測する通りにしておきましょう。
σωτηρία δʼ οὖν οὕτως συνέβη τοῖς τότε γενομένοις.
とにかく、当時の人々にはそのようにして救済がもたらされたのですから。
τοιούτων οὖν αὐτῶν γεγονότων, δίκαιόν που τοῖς σώσασιν πάντας χάριν ἔχειν·
このような経緯があった以上、救ってくれた者たちに対して皆が感謝の念を抱くのは当然のことです。
εἰ δέ τι τὸν μετέπειτα χρόνον ἡ τυραννὶς οὐκ ὀρθῶς τῇ τῆς πόλεως δωρεᾷ κατακέχρηται, τούτων δίκας τὰς μὲν ἔχει, τὰς δὲ τινέτω.
しかし、その後の時代に僭主政治がポリスからの贈り物(支配権)を不当に濫用したのだとすれば、それに対する報いについては、あるものはすでに受けており、またあるものはこれから受けるべきでしょう。
τίνες οὖν δὴ δίκαι ἀναγκαίως ὀρθαὶ γίγνοιντʼ ἂν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς;
では、彼らに現存する状況からして、どのような正義が必然的に正しいものとなるでしょうか。
εἰ μὲν ῥᾳδίως ὑμεῖς ἀποφυγεῖν οἷοί τʼ ἦτε αὐτοὺς καὶ ἄνευ μεγάλων κινδύνων καὶ πόνων, ἢ ʼκεῖνοι ἑλεῖν εὐπετῶς πάλιν τὴν ἀρχήν, οὐδʼ ἂν συμβουλεύειν οἷόν τʼ ἦν τὰ μέλλοντα ῥηθήσεσθαι·
もし、あなた方が大きな危険や労苦を伴わずに彼らから容易に逃れることができたか、あるいは彼らの側が容易に再び支配権を奪取することができたのであれば、これから語られるようなことを助言することは不可能であったでしょう。
νῦν δʼ ἐννοεῖν ὑμᾶς ἀμφοτέρους χρεὼν καὶ ἀναμιμνῄσκεσθαι ποσάκις ἐν ἐλπίδι ἑκάτεροι γεγόνατε τοῦ νῦν οἴεσθαι σχεδὸν ἀεί τινος σμικροῦ ἐπιδεεῖς εἶναι τὸ μὴ πάντα κατὰ νοῦν πράττειν, καὶ δὴ καὶ ὅτι τὸ σμικρὸν τοῦτο μεγάλων καὶ μυρίων κακῶν αἴτιον ἑκάστοτε συμβαίνει γιγνόμενον, καὶ πέρας οὐδέν ποτε τελεῖται, συνάπτει δὲ ἀεὶ παλαιὰ τελευτὴ δοκοῦσα ἀρχῇ φυομένῃ νέᾳ, διολέσθαι δʼ ὑπὸ τοῦ κύκλου τούτου κινδυνεύσει καὶ τὸ τυραννικὸν ἅπαν καὶ τὸ δημοτικὸν γένος, ἥξει δέ, ἐάνπερ τῶν εἰκότων γίγνηταί τι καὶ ἀπευκτῶν, σχεδὸν εἰς ἐρημίαν τῆς Ἑλληνικῆς φωνῆς Σικελία πᾶσα, Φοινίκων ἢ Ὀπικῶν μεταβαλοῦσα εἴς τινα δυναστείαν καὶ κράτος.
しかし現在は、双方が次のことを考え、思い出すべきです。 すなわち、思い通りにすべてを行わないという点において、あと少しのところで自分たちは不足している、と双方がほぼ常に考え、そのような期待を抱いてきたことがどれほど何度もあったかということ、そしてまさにこの「あと少しのこと」が、常に大きな、そして無数の災いの原因となるということ、また決して終わりがもたらされず、古い終わりと思われるものが常に新しく生じる始まりへと結びついているということです。 この悪循環によって、僭主の側も民主の側もその全一族が滅亡する危険に瀕しており、もしありそうなことや、あってはならないことが起こるならば、シケリア全土からギリシア語がほぼ完全に失われ、フェニキア人かオピカ人の支配と権力へと移行することになるでしょう。
τούτων δὴ χρὴ πάσῃ προθυμίᾳ πάντας τοὺς Ἕλληνας τέμνειν φάρμακον.
これらに対してこそ、すべてのギリシア人が全精力を傾けて治療薬を処方しなければならないのです。