Humanitext Reader

プラトン · 書簡集 §7.346-7.347

ディオニュシオスの懐柔策とディオンの財産売却

22 / 34 箇所 · ギリシア語

要旨

ディオニュシオスはプラトンを引き留めるためにディオンの財産返還に関する妥協案を提示し、プラトンは罠を疑いつつも留まることに同意するが、船が出発するとディオニュシオスは一方的にディオンの全財産を売却し始める。

§7.346ὁ δὲ παρεμυθεῖτό τε καὶ ἐδεῖτο μένειν, οὐκ οἰόμενός οἱ καλῶς ἔχειν ἐμὲ ἄγγελον αὐτὸν τῶν τοιούτων ἐλθεῖν ὅτι τάχος·
しかし彼(ディオニュシオス)は、私を引き留めようとなだめ、また懇願した。 私がこのような事態の伝害者としてすぐに赴くことは、自分にとって体裁が良くないと考えたからである。
οὐ πείθων δὲ αὐτός μοι πομπὴν παρασκευάσειν ἔφη.
私を説得できないとわかると、彼は私に船便を用意しようと言った。
ἐγὼ γὰρ ἐν τοῖς ἀποστόλοις πλοίοις ἐμβὰς διενοούμην πλεῖν, τεθυμωμένος, πάσχειν τε οἰόμενος δεῖν, εἰ διακωλυοίμην, ὁτιοῦν, ἐπειδὴ περιφανῶς ἠδίκουν μὲν οὐδέν, ἠδικούμην δέ·
というのも、私は出発を控えた船に乗り込んで航海するつもりでおり、憤慨し、もし引き留められるなら、いかなる目にあっても構わないと考えていたからである。 なぜなら、私は明らかに何の不義も行っておらず、不義を被っていたからである。
ὁ δὲ οὐδέν με τοῦ καταμένειν προσιέμενον ὁρῶν, μηχανὴν τοῦ μεῖναι τὸν τότε ἔκπλουν μηχανᾶται τοιάνδε τινά.
しかし彼は、私が留まることを全く受け入れないのを見て、その時の出航を阻止するために、留まらせるための次のような策略をめぐらせた。
τῇ μετὰ ταῦτα ἐλθὼν ἡμέρᾳ λέγει πρός με πιθανὸν λόγον·
その翌日、彼は私のところにやって来て、説得力のある提案をした。
ἐμοὶ καὶ σοὶ δίων, ἔφη, καὶ τὰ Δίωνος ἐκποδὼν ἀπαλλαχθήτω τοῦ περὶ αὐτὰ πολλάκις διαφέρεσθαι·
「私とあなたにとって、ディオンの件は脇に退けて片付け、それらをめぐって何度も対立するのをやめましょう。
ποιήσω γὰρ διὰ σέ, ἔφη, Δίωνι τάδε.
あなたのために、私はディオンに対して次のように計らいましょう」と彼は言った。
ἀξιῶ ἐκεῖνον ἀπολαβόντα τὰ ἑαυτοῦ οἰκεῖν μὲν ἐν Πελοποννήσῳ, μὴ ὡς φυγάδα δέ, ἀλλʼ ὡς αὐτῷ καὶ δεῦρο ἐξὸν ἀποδημεῖν, ὅταν ἐκείνῳ τε καὶ ἐμοὶ καὶ ὑμῖν τοῖς φίλοις κοινῇ συνδοκῇ·
「私は彼が自らの財産を受け取ってペロポネソスに居住することを望みますが、追放者としてではなく、彼と私、そして友人であるあなた方全員が共同で合意したときには、いつでもこちら(シラクサ)に滞在できる資格を持つ者としてそうすることを望みます。
ταῦτα δʼ εἶναι μὴ ἐπιβουλεύοντος ἐμοί, τούτων δὲ ἐγγυητὰς γίγνεσθαι σέ τε καὶ τοὺς σοὺς οἰκείους καὶ τοὺς ἐνθάδε Δίωνος, ὑμῖν δὲ τὸ βέβαιον ἐκεῖνος παρεχέτω.
ただし、これらは彼が私に対して陰謀を企てないことを条件とし、これらについてあなたとあなたの身内、そして当地にいるディオンの身内が保証人となり、ディオンはあなた方に保証を与えるものとします。
τὰ χρήματα δὲ ἃ ἂν λάβῃ, κατὰ Πελοπόννησον μὲν καὶ Ἀθήνας κείσθω παρʼ οἷστισιν ἂν ὑμῖν δοκῇ, καρπούσθω δὲ δίων, μὴ κύριος δὲ ἄνευ ὑμῶν γιγνέσθω ἀνελέσθαι.
彼が受け取る財産は、ペロポネソスとアテナイにおいて、あなた方が良いと思う人々の手元に置かれるものとし、ディオンはその収益を得るものの、あなた方の同意なしに元本を引き出す権限を持たないものとします。
ἐγὼ γὰρ ἐκείνῳ μὲν οὐ σφόδρα πιστεύω τούτοις χρώμενον ἂν τοῖς χρήμασιν δίκαιον γίγνεσθαι περὶ ἐμέ—οὐ γὰρ ὀλίγα ἔσται—σοὶ δὲ καὶ τοῖς σοῖς μᾶλλον πεπίστευκα.
私は、彼がこれらの財産を用いて私に対して公正に振る舞うとはあまり信じていませんが――その額は少なくないからです――あなたとあなたの身内に対しては、より信頼を置いています。
ὅρα δὴ ταῦτα εἴ σοι ἀρέσκει, καὶ μένε ἐπὶ τούτοις τὸν ἐνιαυτὸν τοῦτον, εἰς δὲ ὥρας ἄπιθι λαβὼν τὰ χρήματα ταῦτα·
そこで、この提案があなたに気に入るかどうかを考え、これらの条件のもとで今年一年は留まってください。 そして季節が来たら(来春には)、これらの財産を携えて出発してください。
καὶ δίων εὖ οἶδʼ ὅτι πολλὴν χάριν ἕξει σοι διαπραξαμένῳ ταῦτα ὑπὲρ ἐκείνου. τοῦτον δὴ ἐγὼ τὸν λόγον ἀκούσας ἐδυσχέραινον μέν, ὅμως δὲ βουλευσάμενος ἔφην εἰς τὴν ὑστεραίαν αὐτῷ περὶ τούτων τὰ δόξαντα ἀπαγγελεῖν.
ディオンも、彼のためにこのことを成し遂げてくれたあなたに対して、深く感謝することでしょう」私はこの提案を聞いて、不愉快に思ったものの、それでもよく考えた末、翌日にこれらについて決定したことを彼に告げると言った。
ταῦτα συνεθέμεθα τότε.
私たちはその時、このように合意した。
ἐβουλευόμην δὴ τὸ μετὰ ταῦτα κατʼ ἐμαυτὸν γενόμενος, μάλα συγκεχυμένος·
その後に私は一人になり、ひどく困惑しながら自問自答した。
πρῶτος δʼ ἦν μοι τῆς βουλῆς ἡγούμενος ὅδε λόγος.
私の熟慮を導いた最初の論理は以下のようなものであった。
φέρε, εἰ διανοεῖται τούτων μηδὲν ποιεῖν Διονύσιος ὧν φησιν, ἀπελθόντος δʼ ἐμοῦ ἐὰν ἐπιστέλλῃ Δίωνι πιθανῶς, αὐτός τε καὶ ἄλλοις πολλοῖς τῶν αὐτοῦ διακελευόμενος, ἃ νῦν πρὸς ἐμὲ λέγει, ὡς αὐτοῦ μὲν ἐθέλοντος, ἐμοῦ δὲ οὐκ ἐθελήσαντος ἃ προυκαλεῖτό με δρᾶν, ἀλλʼ ὀλιγωρήσαντος τῶν ἐκείνου τὸ παράπαν πραγμάτων,
「考えてみよ。 もしディオニュシオスが言っていることを何一つ実行するつもりがなく、私が去った後に、ディオンに対して、また自分の周囲の他の多くの人々に対しても説得力のある手紙を送り、今私に語っていることを触れ回り、自分は望んでいたのに、私が彼の求めたことを実行するのを望まず、ディオンの事柄を全く軽視したのだと主張したならどうなるか。
§7.347πρὸς δὲ καὶ τούτοισιν ἔτι μηδʼ ἐθέλῃ με ἐκπέμπειν, αὐτὸς τῶν ναυκλήρων μηδενὶ προστάττων, ἐνδείξηται δὲ πᾶσιν ῥᾳδίως ὡς ἀβουλῶν ἐμὲ ἐκπλεῖν, ἆρά τις ἐθελήσει με ἄγειν ναύτην ὁρμώμενον ἐκ τῆς Διονυσίου οἰκίας; —ᾤκουν γὰρ πρὸς τοῖς ἄλλοισιν κακοῖς ἐν τῷ κήπῳ τῷ περὶ τὴν οἰκίαν, ὅθεν οὐδʼ ἂν ὁ θυρωρὸς ἤθελέν με ἀφεῖναι μὴ πεμφθείσης αὐτῷ τινος ἐντολῆς παρὰ Διονυσίου— ἂν δὲ περιμείνω τὸν ἐνιαυτόν, ἕξω μὲν Δίωνι ταῦτα ἐπιστέλλειν, ἐν οἷς τʼ αὖτʼ εἰμὶ καὶ ἃ πράττω·
さらに、その上に、彼が私を送り出すことを望まず、船主たちの誰にも(便宜を図るよう)命じることなく、私が乗船して出航することを望んでいないということを皆に容易に示すなら、ディオニュシオスの家から出発しようとする船乗りの誰が、私を運ぼうとするだろうか」 ――というのも、私は他の不都合に加えて、邸宅の周囲にある庭に住んでおり、そこからは、門番であってもディオニュシオスから何らかの命令が送られてこなければ、私を外へ出すことを望まないであろうからである―― 「しかし、もし私が一年間留まるなら、私はディオンに対して、自分がどのような状況にあり、何を行っているかを書き送ることができるだろう。
καὶ ἐὰν μὲν δὴ ποιῇ τι Διονύσιος ὧν φησιν, οὐ παντάπασιν ἔσται μοι καταγελάστως πεπραγμένα—τάλαντα γὰρ ἴσως ἐστὶν οὐκ ἔλαττον, ἂν ἐκτιμᾷ τις ὀρθῶς, ἑκατὸν ἡ Δίωνος οὐσία—ἂν δʼ οὖν γίγνηται τὰ νῦν ὑποφαίνοντα οἷα εἰκὸς αὐτὰ γίγνεσθαι, ἀπορῶ μὲν ὅτι χρήσομαι ἐμαυτῷ, ὅμως δὲ ἀναγκαῖον ἴσως ἐνιαυτόν γʼ ἔτι πονῆσαι καὶ ἔργοις ἐλέγξαι πειρᾶσθαι τὰς Διονυσίου μηχανάς. ταῦτά μοι δόξαντα, εἰς τὴν ὑστεραίαν εἶπον πρὸς Διονύσιον ὅτι δέδοκταί μοι μένειν·
そして、もし実際にディオニュシオスが言っていることのいくらかを実行するなら、私にとってまったく滑稽な結果に終わるわけではないだろう。 なぜなら、正しく見積もるなら、ディオンの財産はおそらく百タラントンを下回らないからである。 しかし、もし今予兆として現れている通りのことが起こるなら、私は自分自身をどうすべきか途方に暮れるだろうが、それでもおそらくもう一年辛抱し、行動を通じてディオニュシオスの策略を吟味してみる必要があるだろう」このように決定したため、翌日私はディオニュシオスに対して次のように告げた。 「私は留まることに決めました。
ἀξιῶ μήν, ἔφην, μὴ κύριον ἡγεῖσθαί σε Δίωνος ἐμέ, πέμπειν δὲ μετʼ ἐμοῦ σὲ παρʼ αὐτὸν γράμματα τὰ νῦν δεδογμένα δηλοῦντα, καὶ ἐρωτᾶν εἴτε ἀρκεῖ ταῦτα αὐτῷ, καὶ εἰ μή, βούλεται δὲ ἄλλʼ ἄττα καὶ ἀξιοῖ, καὶ ταῦτα ἐπιστέλλειν ὅτι τάχιστα, σὲ δὲ νεωτερίζειν μηδέν πω τῶν περὶ ἐκεῖνον. ταῦτα ἐρρήθη, ταῦτα συνωμολογήσαμεν, ὡς νῦν εἴρηται σχεδόν.
しかしながら」と私は言った。 「私はあなたに、私をディオンの主人(全権委任者)と見なさないよう求めます。 むしろ、現在合意されたことを示す手紙を私と共に彼のもとへ送り、これらの条件で彼にとって十分であるかどうか、また、もし十分でなく、彼が他のことを望み要求するなら、それらをできるだけ早く書き送るよう彼に問いかけてください。 そしてあなたは、それまでは彼の事柄について何ら新しい変更を行わないでください」これらのことが語られ、私たちは今述べた通りにほぼ合意した。
ἐξέπλευσεν δὴ τὰ πλοῖα μετὰ τοῦτο, καὶ οὐκέτι μοι δυνατὸν ἦν πλεῖν, ὅτε δή μοι καὶ Διονύσιος ἐμνήσθη λέγων ὅτι τὴν ἡμίσειαν τῆς οὐσίας εἶναι δέοι Δίωνος, τὴν δʼ ἡμίσειαν τοῦ ὑέος·
その後に船が出帆し、私にとって航海することは不可能になった。 まさにその時、ディオニュシオスはそのことに言及し、財産の半分はディオンのものであるべきであり、残りの半分は彼の息子の所有であるべきだと言った。
ἔφη δὴ πωλήσειν αὐτήν, πραθείσης δὲ τὰ μὲν ἡμίσεα ἐμοὶ δώσειν ἄγειν, τὰ δʼ ἡμίσεα τῷ παιδὶ καταλείψειν αὐτοῦ·
彼はそれを売却し、売却された後に半分を私に渡して(ディオンに)持ち帰らせ、半分はその地にいる少年のために残すと言った。
τὸ γὰρ δὴ δικαιότατον οὕτως ἔχειν.
それが最も正義にかなうあり方だからだというのである。
πληγεὶς δʼ ἐγὼ τῷ λεχθέντι πάνυ μὲν ᾤμην γελοῖον εἶναι ἀντιλέγειν ἔτι, ὅμως δʼ εἶπον ὅτι χρείη τὴν παρὰ Δίωνος ἐπιστολὴν περιμένειν ἡμᾶς καὶ ταῦτα πάλιν αὐτὰ ἐπιστέλλειν.
私はその言葉を聞いて大いなる打撃を受け、もはや異議を唱えること自体が極めて滑稽であると思ったが、それでも、ディオンからの手紙を待つべきであり、これらの事柄を再び彼に書き送るべきだと言った。
ὁ δὲ ἑξῆς τούτοις πάνυ νεανικῶς ἐπώλει τὴν οὐσίαν αὐτοῦ πᾶσαν, ὅπῃ τε καὶ ὅπως ἤθελε καὶ οἷστισι, πρὸς ἐμὲ δὲ οὐδὲν ὅλως ἐφθέγγετο περὶ αὐτῶν, καὶ μὴν ὡσαύτως ἐγὼ πρὸς ἐκεῖνον αὖ περὶ τῶν Δίωνος πραγμάτων οὐδὲν ἔτι διελεγόμην·
しかし彼は、その直後に極めて横暴なやり方で彼の全財産を、自分の望むままに、望む方法で、望む相手に売却してしまい、私に対してはそれらについて全く一言も口にしなかった。 また、私も同様に、彼に対してディオンの事柄について、もはや一切語り合わなかった。
οὐδὲν γὰρ ἔτι πλέον ᾤμην ποιεῖν.
そうしたところで、もはや何の効果もないと考えたからである。

語釈・文法注

  1. 346aοὐκ οἰόμενός οἱ καλῶς ἔχειν — οἱ は間接再帰代名詞(主節の主語であるディオニュシオスを指す)であり、非人称表現 καλῶς ἔχειν(都合が良い、体裁が良い)に伴う参照の与格(または利害の与格)として機能している。
  2. 346bμὴ ἐπιβουλεύοντος ἐμοί — 属格独立構文であり、条件(「もし彼が私に対して陰謀を企てないならば」)を表している。
  3. 346cμὴ κύριος δὲ ἄνευ ὑμῶν γιγνέσθω ἀνελέσθαι — 不定詞 ἀνελέσθαι は、形容詞 κύριος(権限がある、支配権を持つ)の意味を制限・補足する叙述目的の(あるいは結果の)説明的不定詞(epexegetical infinitive)である。
  4. 346eὡς αὐτοῦ μὲν ἐθέλοντος, ἐμοῦ δὲ οὐκ ἐθελήσαντος — 接続詞 ὡς を伴う属格独立構文であり、主観的な理由や、ディオニュシオスが主張するであろう弁明(「彼は望んでいたのに、私は望まなかったとして」)を表している。
  5. 347dτὴν ἡμίσειαν τῆς οὐσίας εἶναι δέοι — δέοι は、過去の主動詞(ἐμνήσθη)に導かれた間接話法における斜格希求法(optative of indirect discourse)であり、直接話法における直説法現在(δεῖ)に対応する。

この箇所を引用する

プラトン, 書簡集 §7.346-7.347. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.346-7.347

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。