Humanitext Reader

柏拉图 · 书信集 §7.346-7.347

狄奥尼修斯的缓兵之计与变卖迪翁家产

第 22 段,共 34 段 · 希腊语

内容简介

狄奥尼修斯为留住柏拉图,提出了关于妥协处理迪翁财产的方案,柏拉图虽怀疑其意图但仍同意留下一整年;然而船只一旦驶离,狄奥尼修斯便单方面开始变卖迪翁的所有财产。

§7.346ὁ δὲ παρεμυθεῖτό τε καὶ ἐδεῖτο μένειν, οὐκ οἰόμενός οἱ καλῶς ἔχειν ἐμὲ ἄγγελον αὐτὸν τῶν τοιούτων ἐλθεῖν ὅτι τάχος·
他在一旁劝慰我,并请求我留下,因为他认为如果我立即作为此类消息的传达者离去,对他来说体面上并不好看。
οὐ πείθων δὲ αὐτός μοι πομπὴν παρασκευάσειν ἔφη.
在无法说服我之后,他表示他本人会为我准备船只。
ἐγὼ γὰρ ἐν τοῖς ἀποστόλοις πλοίοις ἐμβὰς διενοούμην πλεῖν, τεθυμωμένος, πάσχειν τε οἰόμενος δεῖν, εἰ διακωλυοίμην, ὁτιοῦν, ἐπειδὴ περιφανῶς ἠδίκουν μὲν οὐδέν, ἠδικούμην δέ·
因为我当时正打算登上即将出发的船只启航,心中十分愤怒,并且认为如果自己被阻拦,无论遭受什么都是应该的,因为显而易见我没有做任何不义之事,而是正在遭受不义。
ὁ δὲ οὐδέν με τοῦ καταμένειν προσιέμενον ὁρῶν, μηχανὴν τοῦ μεῖναι τὸν τότε ἔκπλουν μηχανᾶται τοιάνδε τινά.
他见我完全不接受留下的建议,便策划了如下一种阻止我当时启航的阴谋。
τῇ μετὰ ταῦτα ἐλθὼν ἡμέρᾳ λέγει πρός με πιθανὸν λόγον· ἐμοὶ καὶ σοὶ δίων, ἔφη, καὶ τὰ Δίωνος ἐκποδὼν ἀπαλλαχθήτω τοῦ περὶ αὐτὰ πολλάκις διαφέρεσθαι·
他在第二天来找我,对我说了一番颇具说服力的话: “让迪翁以及他的事情对你我而言都靠边站吧,以免我们经常为这些事产生分歧。
ποιήσω γὰρ διὰ σέ, ἔφη, Δίωνι τάδε. ἀξιῶ ἐκεῖνον ἀπολαβόντα τὰ ἑαυτοῦ οἰκεῖν μὲν ἐν Πελοποννήσῳ, μὴ ὡς φυγάδα δέ, ἀλλʼ ὡς αὐτῷ καὶ δεῦρο ἐξὸν ἀποδημεῖν, ὅταν ἐκείνῳ τε καὶ ἐμοὶ καὶ ὑμῖν τοῖς φίλοις κοινῇ συνδοκῇ·
为了你,”他说,“我会为迪翁做这些事:我要求他收回自己的财产,并居住在伯罗奔尼撒,但不是作为流亡者,而是作为有权也到这里来探访的人,只要他、我和你们这些朋友共同同意即可。
ταῦτα δʼ εἶναι μὴ ἐπιβουλεύοντος ἐμοί, τούτων δὲ ἐγγυητὰς γίγνεσθαι σέ τε καὶ τοὺς σοὺς οἰκείους καὶ τοὺς ἐνθάδε Δίωνος, ὑμῖν δὲ τὸ βέβαιον ἐκεῖνος παρεχέτω.
条件是他不阴谋危害我,并且你、你的亲属以及这里迪翁的亲属为这些事作保,而他则向你们提供担保。
τὰ χρήματα δὲ ἃ ἂν λάβῃ, κατὰ Πελοπόννησον μὲν καὶ Ἀθήνας κείσθω παρʼ οἷστισιν ἂν ὑμῖν δοκῇ, καρπούσθω δὲ δίων, μὴ κύριος δὲ ἄνευ ὑμῶν γιγνέσθω ἀνελέσθαι.
他所接收的财产,应存放在伯罗奔尼撒和雅典你们认为合适的人那里,由迪翁享受其收益,但在没有你们同意的情况下,他无权提取本金。
ἐγὼ γὰρ ἐκείνῳ μὲν οὐ σφόδρα πιστεύω τούτοις χρώμενον ἂν τοῖς χρήμασιν δίκαιον γίγνεσθαι περὶ ἐμέ—οὐ γὰρ ὀλίγα ἔσται—σοὶ δὲ καὶ τοῖς σοῖς μᾶλλον πεπίστευκα.
因为我不太相信他,如果他使用这些财产,他会对我公正——因为这笔钱绝非小数——但我更信任你和你的亲属。
ὅρα δὴ ταῦτα εἴ σοι ἀρέσκει, καὶ μένε ἐπὶ τούτοις τὸν ἐνιαυτὸν τοῦτον, εἰς δὲ ὥρας ἄπιθι λαβὼν τὰ χρήματα ταῦτα· καὶ δίων εὖ οἶδʼ ὅτι πολλὴν χάριν ἕξει σοι διαπραξαμένῳ ταῦτα ὑπὲρ ἐκείνου.
你看这是否合你的意,并在此条件下留下这整整一年,到季节时,你带着这些财产离去;而且我确信,迪翁会因为你为他办成这些事而对你深表感激。
τοῦτον δὴ ἐγὼ τὸν λόγον ἀκούσας ἐδυσχέραινον μέν, ὅμως δὲ βουλευσάμενος ἔφην εἰς τὴν ὑστεραίαν αὐτῷ περὶ τούτων τὰ δόξαντα ἀπαγγελεῖν.
” 我听到这番话,虽然感到很不快,但经过深思熟虑后,还是对他说,我会在第二天将决定告诉他。
ταῦτα συνεθέμεθα τότε.
我们当时达成了这样的协议。
ἐβουλευόμην δὴ τὸ μετὰ ταῦτα κατʼ ἐμαυτὸν γενόμενος, μάλα συγκεχυμένος· πρῶτος δʼ ἦν μοι τῆς βουλῆς ἡγούμενος ὅδε λόγος. φέρε, εἰ διανοεῖται τούτων μηδὲν ποιεῖν Διονύσιος ὧν φησιν, ἀπελθόντος δʼ ἐμοῦ ἐὰν ἐπιστέλλῃ Δίωνι πιθανῶς, αὐτός τε καὶ ἄλλοις πολλοῖς τῶν αὐτοῦ διακελευόμενος, ἃ νῦν πρὸς ἐμὲ λέγει, ὡς αὐτοῦ μὲν ἐθέλοντος, ἐμοῦ δὲ οὐκ ἐθελήσαντος ἃ προυκαλεῖτό με δρᾶν, ἀλλʼ ὀλιγωρήσαντος τῶν ἐκείνου τὸ παράπαν πραγμάτων, §7.347πρὸς δὲ καὶ τούτοισιν ἔτι μηδʼ ἐθέλῃ με ἐκπέμπειν, αὐτὸς τῶν ναυκλήρων μηδενὶ προστάττων, ἐνδείξηται δὲ πᾶσιν ῥᾳδίως ὡς ἀβουλῶν ἐμὲ ἐκπλεῖν, ἆρά τις ἐθελήσει με ἄγειν ναύτην ὁρμώμενον ἐκ τῆς Διονυσίου οἰκίας;
随后我独自一人,在极度困惑中进行思索,引导我思考的第一个论点是这样的: “想想看,如果狄奥尼修斯根本不打算履行他所说的任何事情,而在我离去之后,如果他给迪翁写一封极具说服力的信,他自己写并唆使他的许多朋友写下他现在对我说的话,声称他本人愿意,而我不愿意履行他向我提出的提议,反而完全忽视了迪翁的事情;此外,如果他甚至不愿送我走,他自己不向任何船主下达命令,却轻易向所有人表明他不希望我启航,那么,当我要从狄奥尼修斯的府邸出发时,会有哪个水手愿意搭载我呢?
—ᾤκουν γὰρ πρὸς τοῖς ἄλλοισιν κακοῖς ἐν τῷ κήπῳ τῷ περὶ τὴν οἰκίαν, ὅθεν οὐδʼ ἂν ὁ θυρωρὸς ἤθελέν με ἀφεῖναι μὴ πεμφθείσης αὐτῷ τινος ἐντολῆς παρὰ Διονυσίου— ἂν δὲ περιμείνω τὸν ἐνιαυτόν, ἕξω μὲν Δίωνι ταῦτα ἐπιστέλλειν, ἐν οἷς τʼ αὖτʼ εἰμὶ καὶ ἃ πράττω·
” ——因为,除了我遇到的其他不幸之外,我还住在府邸周围的园子里,从那里,甚至连看门人,如果没有狄奥尼修斯传来的某种命令,也不会愿意放我离去—— “但如果我等满这一年,我就能给迪翁写信告知这些情况,说明我处在何种境地以及在做些什么。
καὶ ἐὰν μὲν δὴ ποιῇ τι Διονύσιος ὧν φησιν, οὐ παντάπασιν ἔσται μοι καταγελάστως πεπραγμένα—τάλαντα γὰρ ἴσως ἐστὶν οὐκ ἔλαττον, ἂν ἐκτιμᾷ τις ὀρθῶς, ἑκατὸν ἡ Δίωνος οὐσία—ἂν δʼ οὖν γίγνηται τὰ νῦν ὑποφαίνοντα οἷα εἰκὸς αὐτὰ γίγνεσθαι, ἀπορῶ μὲν ὅτι χρήσομαι ἐμαυτῷ, ὅμως δὲ ἀναγκαῖον ἴσως ἐνιαυτόν γʼ ἔτι πονῆσαι καὶ ἔργοις ἐλέγξαι πειρᾶσθαι τὰς Διονυσίου μηχανάς.
如果狄奥尼修斯真的履行了他所说的一些诺言,那么我的所作所为也不至于完全落得滑稽可笑——因为如果估算得当,迪翁的财产恐怕不下于一百塔兰同——但如果事情的发展确实如现在所显露的迹象那样,我虽不知道该如何对待自己,但或许还是有必要再忍耐一整年,并试着用事实来检验狄奥尼修斯的诡计。
ταῦτά μοι δόξαντα, εἰς τὴν ὑστεραίαν εἶπον πρὸς Διονύσιον ὅτι δέδοκταί μοι μένειν·
” 我做出了这个决定,第二天便对狄奥尼修斯说: “我已经决定留下来。
ἀξιῶ μήν, ἔφην, μὴ κύριον ἡγεῖσθαί σε Δίωνος ἐμέ, πέμπειν δὲ μετʼ ἐμοῦ σὲ παρʼ αὐτὸν γράμματα τὰ νῦν δεδογμένα δηλοῦντα, καὶ ἐρωτᾶν εἴτε ἀρκεῖ ταῦτα αὐτῷ, καὶ εἰ μή, βούλεται δὲ ἄλλʼ ἄττα καὶ ἀξιοῖ, καὶ ταῦτα ἐπιστέλλειν ὅτι τάχιστα, σὲ δὲ νεωτερίζειν μηδέν πω τῶν περὶ ἐκεῖνον.
但是,”我说,“我要求你不要把我当作迪翁的决策者,而是请你随我一起向他送去一封信,说明现在已经达成的决定,并询问这些条件对他来说是否足够;如果不够,他还想要并要求其他什么,请他尽快写信告知,而在此期间,请你不要对他的财产进行任何新的变动。
ταῦτα ἐρρήθη, ταῦτα συνωμολογήσαμεν, ὡς νῦν εἴρηται σχεδόν.
” 这些话都说过了,我们几乎完全达成了如上所述的共识。
ἐξέπλευσεν δὴ τὰ πλοῖα μετὰ τοῦτο, καὶ οὐκέτι μοι δυνατὸν ἦν πλεῖν, ὅτε δή μοι καὶ Διονύσιος ἐμνήσθη λέγων ὅτι τὴν ἡμίσειαν τῆς οὐσίας εἶναι δέοι Δίωνος, τὴν δʼ ἡμίσειαν τοῦ ὑέος·
此后,船只启航了,我已无法随之航行,而就在这时,狄奥尼修斯向我提起,说财产的一半应该属于迪翁,另一半属于他的儿子。
ἔφη δὴ πωλήσειν αὐτήν, πραθείσης δὲ τὰ μὲν ἡμίσεα ἐμοὶ δώσειν ἄγειν, τὰ δʼ ἡμίσεα τῷ παιδὶ καταλείψειν αὐτοῦ· τὸ γὰρ δὴ δικαιότατον οὕτως ἔχειν.
他说他将把财产变卖,变卖之后,他会将一半交给我带走,将另一半留给在那里的孩子;因为这样最为公正。
πληγεὶς δʼ ἐγὼ τῷ λεχθέντι πάνυ μὲν ᾤμην γελοῖον εἶναι ἀντιλέγειν ἔτι, ὅμως δʼ εἶπον ὅτι χρείη τὴν παρὰ Δίωνος ἐπιστολὴν περιμένειν ἡμᾶς καὶ ταῦτα πάλιν αὐτὰ ἐπιστέλλειν.
我被这番话震惊了,认为再去反驳已经十分荒谬可笑,但还是说我们应该等待迪翁的复信,并再次将这些事情写信告诉他。
ὁ δὲ ἑξῆς τούτοις πάνυ νεανικῶς ἐπώλει τὴν οὐσίαν αὐτοῦ πᾶσαν, ὅπῃ τε καὶ ὅπως ἤθελε καὶ οἷστισι, πρὸς ἐμὲ δὲ οὐδὲν ὅλως ἐφθέγγετο περὶ αὐτῶν, καὶ μὴν ὡσαύτως ἐγὼ πρὸς ἐκεῖνον αὖ περὶ τῶν Δίωνος πραγμάτων οὐδὲν ἔτι διελεγόμην·
然而他紧接着,以极其蛮横的态度,卖掉了迪翁的所有财产,以他所希望的方式、方法和对象,而对我则完全未吐露一字。
οὐδὲν γὰρ ἔτι πλέον ᾤμην ποιεῖν.
同样,我也在对我这一方,不再与他就迪翁的事情进行任何商讨,因为我认为这样做不会再有任何成效。

词汇与语法注释

  1. 346aοὐκ οἰόμενός οἱ καλῶς ἔχειν — οἱ 是间接反身代词(指代主句主语狄奥尼修斯),作为关系或利害与格,与无人称短语 καλῶς ἔχειν(好、得体)连用。
  2. 346bμὴ ἐπιβουλεύοντος ἐμοί — 此处为属格独立结构,表条件(“在他不阴谋危害我的条件下”或“如果他不阴谋危害我”)。
  3. 346cμὴ κύριος δὲ ἄνευ ὑμῶν γιγνέσθω ἀνελέσθαι — 不定式 ἀνελέσθαι 是说明性(解释性)不定式,用于限定和补充形容词 κύριος(有权、有支配权)的含义。
  4. 346eὡς αὐτοῦ μὲν ἐθέλοντος, ἐμοῦ δὲ οὐκ ἐθελήσαντος — 这是带有连接词 ὡς 的属格独立结构,表示主观原因或狄奥尼修斯将要声称的借口(“声称他本人愿意,而我不愿意”)。
  5. 347dτὴν ἡμίσειαν τῆς οὐσίας εἶναι δέοι — δέοι 是过去主动词(ἐμνήσθη)引导的间接引语中的斜格祈愿式(optative of indirect discourse),对应直接引语中的现在时直陈式(δεῖ)。

引用这一段

柏拉图, 书信集 §7.346-7.347. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.346-7.347

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。