§7.344κακῶς δὲ ἂν φυῇ, ὡς ἡ τῶν πολλῶν ἕξις τῆς ψυχῆς εἴς τε τὸ μαθεῖν εἴς τε τὰ λεγόμενα ἤθη πέφυκεν, τὰ δὲ διέφθαρται, οὐδʼ ἂν ὁ Λυγκεὺς ἰδεῖν ποιήσειεν τοὺς τοιούτους.
しかし、もし魂のあり方が生まれつき悪ければ――多くの人々の魂のあり方が学習に対しても、いわゆる品性に対しても、生まれつき悪く、あるいはある部分が損なわれているように――、リュンケウスであっても、そのような人々に見えるようにすることはできないだろう。
ἑνὶ δὲ λόγῳ, τὸν μὴ συγγενῆ τοῦ πράγματος οὔτʼ ἂν εὐμάθεια ποιήσειέν ποτε οὔτε μνήμη— τὴν ἀρχὴν γὰρ ἐν ἀλλοτρίαις ἕξεσιν οὐκ ἐγγίγνεται—ὥστε ὁπόσοι τῶν δικαίων τε καὶ τῶν ἄλλων ὅσα καλὰ μὴ προσφυεῖς εἰσιν καὶ συγγενεῖς, ἄλλοι δὲ ἄλλων εὐμαθεῖς ἅμα καὶ μνήμονες, οὐδʼ ὅσοι συγγενεῖς, δυσμαθεῖς δὲ καὶ ἀμνήμονες, οὐδένες τούτων μήποτε μάθωσιν ἀλήθειαν ἀρετῆς εἰς τὸ δυνατὸν οὐδὲ κακίας.
一言で言えば、その事柄と同族でない者には、呑み込みの良さも記憶力も、決してそれを理解させることはできない。 そもそも、それらは異質な心のあり方の中には生じないからである。 したがって、正義やその他のすべての美しい事柄に、同調せず同族でもない者のうち、ある者は別の事柄について呑み込みが良く記憶力が良いとしても、また、同族であっても、呑み込みが悪く記憶力がない者のうち、彼らのうちの誰も、徳の真理も、可能な限りにおいて悪の真理も、決して学ぶことはできないだろう。
ἅμα γὰρ αὐτὰ ἀνάγκη μανθάνειν καὶ τὸ ψεῦδος ἅμα καὶ ἀληθὲς τῆς ὅλης οὐσίας, μετὰ τριβῆς πάσης καὶ χρόνου πολλοῦ, ὅπερ ἐν ἀρχαῖς εἶπον·
なぜなら、それら(真理)を、存在全体の偽りと真実と同時に、あらゆる精進と多くの時間をかけて学ぶことが不可欠だからであり、それは私が最初に言った通りである。
μόγις δὲ τριβόμενα πρὸς ἄλληλα αὐτῶν ἕκαστα, ὀνόματα καὶ λόγοι ὄψεις τε καὶ αἰσθήσεις, ἐν εὐμενέσιν ἐλέγχοις ἐλεγχόμενα καὶ ἄνευ φθόνων ἐρωτήσεσιν καὶ ἀποκρίσεσιν χρωμένων, ἐξέλαμψε φρόνησις περὶ ἕκαστον καὶ νοῦς, συντείνων ὅτι μάλιστʼ εἰς δύναμιν ἀνθρωπίνην.
そして、それらの各々、すなわち名前、定義、視覚的イメージ、感覚が、互いに摩擦を重ね、好意的な吟味によって吟味され、嫉妬のない問いと答えが交わされる中で、かろうじて、各々についての思慮と理性が、人間の能力の限界まで最大限に張り詰められて、輝き出でるのである。
διὸ δὴ πᾶς ἀνὴρ σπουδαῖος τῶν ὄντων σπουδαίων πέρι πολλοῦ δεῖ μὴ γράψας ποτὲ ἐν ἀνθρώποις εἰς φθόνον καὶ ἀπορίαν καταβαλεῖ.
それゆえに、真面目な人なら誰でも、真に重要な事柄について書き記して、それを人々の間に曝し、嫉妬や困惑に陥れるようなことは決してしない。
ἑνὶ δὴ ἐκ τούτων δεῖ γιγνώσκειν λόγῳ, ὅταν ἴδῃ τίς του συγγράμματα γεγραμμένα εἴτε ἐν νόμοις νομοθέτου εἴτε ἐν ἄλλοις τισὶν ἅττʼ οὖν, ὡς οὐκ ἦν τούτῳ ταῦτα σπουδαιότατα, εἴπερ ἔστʼ αὐτὸς σπουδαῖος, κεῖται δέ που ἐν χώρᾳ τῇ καλλίστῃ τῶν τούτου·
まさにこの一つの論理から知るべきである。 誰かが立法者の法律であれ、他のいかなるものであれ、書かれた著作を見るとき、もし著者自身が真面目な人であるなら、彼にとってこれらの書かれた事柄が最も重要なものではなかったということ、むしろそれらは彼にとって最も美しい場所のどこかに置かれているということを。
εἰ δὲ ὄντως αὐτῷ ταῦτʼ ἐσπουδασμένα ἐν γράμμασιν ἐτέθη,
ἐξ ἄρα δή τοι ἔπειτα,
θεοὶ μὲν οὔ, βροτοὶ δὲ
φρένας ὤλεσαν αὐτοί.
しかし、もし本当にこれらの重要な事柄が、彼によって文字として書き記されたのであるなら、「それならまさにその時、神々ではなく、人間たち自身が自らの正気を失わせたのである。
τούτῳ δὴ τῷ μύθῳ τε καὶ πλάνῳ ὁ συνεπισπόμενος εὖ εἴσεται, εἴτʼ οὖν Διονύσιος ἔγραψέν τι τῶν περὶ φύσεως ἄκρων καὶ πρώτων εἴτε τις ἐλάττων εἴτε μείζων, ὡς οὐδὲν ἀκηκοὼς οὐδὲ μεμαθηκὼς ἦν ὑγιὲς ὧν ἔγραψεν κατὰ τὸν ἐμὸν λόγον·
」この話と探求に従う者は、ディオニュシオスが自然の究極かつ根源的な事柄について何かを書き記したにせよ、あるいは他の誰か、より劣る者であれ優れた者であれ誰かが書いたにせよ、私の議論によれば、彼が書き記した事柄について何ら健全なことを聞いても学んでもいなかったということをよく知るであろう。
ὁμοίως γὰρ ἂν αὐτὰ ἐσέβετο ἐμοί, καὶ οὐκ ἂν αὐτὰ ἐτόλμησεν εἰς ἀναρμοστίαν καὶ ἀπρέπειαν ἐκβάλλειν.
なぜなら、もしそうであったなら、彼は私と同様にそれらを崇敬したであろうし、不調和や不作法の中へとそれらを曝すような大胆な真似はしなかったであろうからである。
οὔτε γὰρ ὑπομνημάτων χάριν ἔγραψεν—οὐδὲν γὰρ δεινὸν μή τις αὐτὸ ἐπιλάθηται, ἐὰν ἅπαξ τῇ ψυχῇ περιλάβῃ·
彼は覚書のために書いたのでもない。 なぜなら、一度魂でそれらを把握したなら、忘れてしまうような恐れは全くないからである。
πάντων γὰρ ἐν βραχυτάτοις κεῖται— §7.345φιλοτιμίας δὲ αἰσχρᾶς, εἴπερ, ἕνεκα, εἴθʼ ὡς αὑτοῦ τιθέμενος εἴθʼ ὡς παιδείας δὴ μέτοχος ὤν, ἧς οὐκ ἄξιος ἦν ἀγαπῶν δόξαν τὴν τῆς μετοχῆς γενομένης.
それらはすべて、極めて短い言葉の中に置かれているからである―― あるいは、もし書いたとするなら、それは醜い虚栄心のためであり、自らの学説とするためであれ、あるいはそれに値しない教育を分かち持っているかのように見せるためであって、その分かち持ちから生じる評判を愛したためである。
εἰ μὲν οὖν ἐκ τῆς μιᾶς συνουσίας Διονυσίῳ τοῦτο γέγονεν, τάχʼ ἂν εἴη, γέγονεν δʼ οὖν ὅπως,
ἴττω Ζεύς,
φησὶν ὁ Θηβαῖος·
もし、ディオニュシオスにとってこれが一度の会合から生じたものであるなら、そうかもしれないが、それがどのようにして生じたのかは、「ゼウスが知らんことを」とテーバイ人が言う通りである。
διεξῆλθον μὲν γὰρ ὡς εἶπόν τε ἐγὼ καὶ ἅπαξ μόνον, ὕστερον δὲ οὐ πώποτε ἔτι.
というのも、私が言ったように、私は一度だけ説明したが、その後は決して二度としなかったからである。
ἐννοεῖν δὴ δεῖ τὸ μετὰ τοῦτο, ὅτῳ μέλει τὸ περὶ αὐτὰ γεγονὸς εὑρεῖν ὅπῃ ποτὲ γέγονεν, τίνι πότʼ αἰτίᾳ τὸ δεύτερον καὶ τὸ τρίτον, πλεονάκις τε οὐ διεξῇμεν·
そこで、これらのことに関して起こったことがどのようにして起こったのか、いかなる理由で、二度目、三度目、そしてそれ以上に私たちが説明しなかったのかを見出すことに関心のある者は、その後のことを考慮しなければならない。
πότερον Διονύσιος ἀκούσας μόνον ἅπαξ, οὕτως εἰδέναι τε οἴεται καὶ ἱκανῶς οἶδεν, εἴτε αὐτὸς εὑρὼν ἢ καὶ μαθὼν ἔμπροσθεν παρʼ ἑτέρων, ἢ φαῦλα εἶναι τὰ λεχθέντα, ἢ τὸ τρίτον οὐ καθʼ αὑτόν, μείζονα δέ, καὶ ὄντως οὐκ ἂν δυνατὸς εἶναι φρονήσεώς τε καὶ ἀρετῆς ζῆν ἐπιμελούμενος.
ディオニュシオスが一度だけ聞いただけで、このように知っていると思い込み、十分に知っているのか(彼自身が発見したか、あるいは以前に他者から学んだにせよ)、それとも、語られた事柄が価値のないものと考えたのか、あるいは三つ目として、それらは自分にはそぐわず、あまりにも大きく、自分は思慮と徳を重んじて生きることは本当にできないと考えたのか、である。
εἰ μὲν γὰρ φαῦλα, πολλοῖς μάρτυσι μαχεῖται τὰ ἐναντία λέγουσιν, οἳ περὶ τῶν τοιούτων πάμπολυ Διονυσίου κυριώτεροι ἂν εἶεν κριταί·
なぜなら、もし価値のないものであるとするなら、彼は反対のことを言う多くの証人たちと戦うことになるだろう。 彼らはこのような事柄について、ディオニュシオスよりもはるかに権威のある裁判官となるであろうから。
εἰ δὲ ηὑρηκέναι ἢ μεμαθηκέναι, ἄξια δʼ οὖν εἶναι πρὸς παιδείαν ψυχῆς ἐλευθέρας, πῶς ἄν, μὴ θαυμαστὸς ὢν ἄνθρωπος, τὸν ἡγεμόνα τούτων καὶ κύριον οὕτως εὐχερῶς ἠτίμασέν ποτʼ ἄν;
しかし、もし彼自身が発見したか学んだのであり、それらが自由な心の教養に値するものであるとするなら、彼は、優れた人間でない限り、これらのことの指導者であり支配者である者をどうしてこれほど軽々と辱めることができたであろうか。
πῶς δʼ ἠτίμασεν, ἐγὼ φράζοιμʼ ἄν.
そして、どのようにして辱めたのか、それを私が説明しよう。
οὐ πολὺν χρόνον διαλιπὼν τὸ μετὰ τοῦτο, ἐν τῷ πρόσθεν Δίωνα ἐῶν τὰ ἑαυτοῦ κεκτῆσθαι καὶ καρποῦσθαι χρήματα, τότε οὐκέτʼ εἴα τοὺς ἐπιτρόπους αὐτοῦ πέμπειν εἰς Πελοπόννησον, καθάπερ ἐπιλελησμένος τῆς ἐπιστολῆς παντάπασιν·
その後のことであるが、あまり時間を置かずに、以前はディオンが自分の財産を所有し、その収益を得ることを許していたのに、その時はもう、彼の管理人たちがペロポネソスへ送金することを許さなくなり、あたかも手紙のことを完全に忘れてしまったかのようであった。
εἶναι γὰρ αὐτὰ οὐ Δίωνος ἀλλὰ τοῦ ὑέος, ὄντος μὲν ἀδελφιδοῦ αὐτοῦ κατὰ νόμους ἐπιτροπεύοντος.
というのも、その財産はディオンのものではなく、彼の息子のものであり、ディオニュシオス自身が法律に従って後見人となっている甥のものであると主張したからである。
τὰ μὲν δὴ πεπραγμένα μέχρι τούτου ταῦτʼ ἦν ἐν τῷ τότε χρόνῳ, τούτων δὲ οὕτω γενομένων, ἑωράκη τε ἐγὼ ἀκριβῶς τὴν ἐπιθυμίαν τὴν Διονυσίου φιλοσοφίας, ἀγανακτεῖν τε ἐξῆν εἴτε βουλοίμην εἴτε μή.
当時までに起こった出来事はこのようなものであった。 これらのことがこのように推移したため、私はディオニュシオスの哲学に対する熱意を正確に見抜くことになり、私が望むと望まざるとにかかわらず、憤慨せざるを得なかった。
ἦν γὰρ θέρος ἤδη τότε καὶ ἔκπλοι τῶν νεῶν·
その時すでに夏であり、船が出航する時期であった。
ἐδόκει δὴ χαλεπαίνειν μὲν οὐ δεῖν ἐμὲ Διονυσίῳ μᾶλλον ἢ ἐμαυτῷ τε καὶ τοῖς βιασαμένοις ἐλθεῖν ἐμὲ τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ τὴν Σκύλλαν,
"
ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν,
"
λέγειν δὲ πρὸς Διονύσιον ὅτι μοι μένειν ἀδύνατον εἴη Δίωνος οὕτω προπεπηλακισμένου.
そこで私は、ディオニュシオスに対して怒るよりも、むしろ私自身、および、スキラの周りの海峡へと私に三度目の旅を強いた者たちに対して怒るべきであると考えた。 「滅びをもたらすカリュブディスを今再び測り知るために」そして、ディオンがこれほどまでに侮辱された以上、私があそこに留まることは不可能であるとディオニュシオスに告げたのである。