§7.344κακῶς δὲ ἂν φυῇ, ὡς ἡ τῶν πολλῶν ἕξις τῆς ψυχῆς εἴς τε τὸ μαθεῖν εἴς τε τὰ λεγόμενα ἤθη πέφυκεν, τὰ δὲ διέφθαρται, οὐδʼ ἂν ὁ Λυγκεὺς ἰδεῖν ποιήσειεν τοὺς τοιούτους.
但如果灵魂的禀赋不好——正如大多数人的灵魂在学习和所谓的品性上天生就不好,或者某些部分已经损坏——那么即使是林叩斯也无法让这样的人看见。
ἑνὶ δὲ λόγῳ, τὸν μὴ συγγενῆ τοῦ πράγματος οὔτʼ ἂν εὐμάθεια ποιήσειέν ποτε οὔτε μνήμη— τὴν ἀρχὴν γὰρ ἐν ἀλλοτρίαις ἕξεσιν οὐκ ἐγγίγνεται—ὥστε ὁπόσοι τῶν δικαίων τε καὶ τῶν ἄλλων ὅσα καλὰ μὴ προσφυεῖς εἰσιν καὶ συγγενεῖς, ἄλλοι δὲ ἄλλων εὐμαθεῖς ἅμα καὶ μνήμονες, οὐδʼ ὅσοι συγγενεῖς, δυσμαθεῖς δὲ καὶ ἀμνήμονες, οὐδένες τούτων μήποτε μάθωσιν ἀλήθειαν ἀρετῆς εἰς τὸ δυνατὸν οὐδὲ κακίας.
简而言之,对于与该事物没有亲缘关系的人,无论是敏捷的理解力还是记忆力,都绝不能让他理解——因为这些根本不会在异质的灵魂状态中产生——因此,在那些对正义以及其他一切美好事物既不适应也无亲缘关系的人中,即使有些人对其他事物理解敏捷且记忆力好,或者那些虽有亲缘关系但理解迟钝且健忘的人,他们中没有一个人能学到美德的真理,在可能范围内也学不到邪恶的真理。
ἅμα γὰρ αὐτὰ ἀνάγκη μανθάνειν καὶ τὸ ψεῦδος ἅμα καὶ ἀληθὲς τῆς ὅλης οὐσίας, μετὰ τριβῆς πάσης καὶ χρόνου πολλοῦ, ὅπερ ἐν ἀρχαῖς εἶπον·
因为人们必须同时学习它们,即整个存在的虚假与真实,这需要付出极大的努力和漫长的时间,正如我一开始所说的那样。
μόγις δὲ τριβόμενα πρὸς ἄλληλα αὐτῶν ἕκαστα, ὀνόματα καὶ λόγοι ὄψεις τε καὶ αἰσθήσεις, ἐν εὐμενέσιν ἐλέγχοις ἐλεγχόμενα καὶ ἄνευ φθόνων ἐρωτήσεσιν καὶ ἀποκρίσεσιν χρωμένων, ἐξέλαμψε φρόνησις περὶ ἕκαστον καὶ νοῦς, συντείνων ὅτι μάλιστʼ εἰς δύναμιν ἀνθρωπίνην.
只有当这些要素——名称、定义、视觉形象和感觉——彼此反复摩擦,在善意的检验中受到检验,并在没有嫉妒的问答中被运用时,关于每个事物的智慧和理性才会艰难地闪耀出来,并尽可能紧绷到人类能力的极限。
διὸ δὴ πᾶς ἀνὴρ σπουδαῖος τῶν ὄντων σπουδαίων πέρι πολλοῦ δεῖ μὴ γράψας ποτὲ ἐν ἀνθρώποις εἰς φθόνον καὶ ἀπορίαν καταβαλεῖ.
因此,任何严肃的人,在对待真正重要的事情时,绝不会通过写作将其暴露在世人面前,使其陷入嫉妒和困惑之中。
ἑνὶ δὴ ἐκ τούτων δεῖ γιγνώσκειν λόγῳ, ὅταν ἴδῃ τίς του συγγράμματα γεγραμμένα εἴτε ἐν νόμοις νομοθέτου εἴτε ἐν ἄλλοις τισὶν ἅττʼ οὖν, ὡς οὐκ ἦν τούτῳ ταῦτα σπουδαιότατα, εἴπερ ἔστʼ αὐτὸς σπουδαῖος, κεῖται δέ που ἐν χώρᾳ τῇ καλλίστῃ τῶν τούτου·
正是从这一个道理中应当明白:当有人看到某人写下的著作时,无论是立法者的法律还是其他任何著作,如果作者本人是一个严肃的人,那么这些写下的东西对他来说就不是最重要的事情,而是被置于他所拥有的最美丽的地方。
εἰ δὲ ὄντως αὐτῷ ταῦτʼ ἐσπουδασμένα ἐν γράμμασιν ἐτέθη,
ἐξ ἄρα δή τοι ἔπειτα,
θεοὶ μὲν οὔ, βροτοὶ δὲ
φρένας ὤλεσαν αὐτοί.
但如果这些重要的事情真的被他用文字记录了下来, “那么确实,不是神明,而是凡人自己丧失了他们的理智。
τούτῳ δὴ τῷ μύθῳ τε καὶ πλάνῳ ὁ συνεπισπόμενος εὖ εἴσεται, εἴτʼ οὖν Διονύσιος ἔγραψέν τι τῶν περὶ φύσεως ἄκρων καὶ πρώτων εἴτε τις ἐλάττων εἴτε μείζων, ὡς οὐδὲν ἀκηκοὼς οὐδὲ μεμαθηκὼς ἦν ὑγιὲς ὧν ἔγραψεν κατὰ τὸν ἐμὸν λόγον·
” 遵循这个故事和探索的人将会清楚地知道,无论狄奥尼西奥斯是否写过关于自然最高和最根本原理的著作,还是其他任何更平庸或更杰出的人写过,根据我的说法,对于他所写的内容,他根本没有听到或学到任何健全的东西。
ὁμοίως γὰρ ἂν αὐτὰ ἐσέβετο ἐμοί, καὶ οὐκ ἂν αὐτὰ ἐτόλμησεν εἰς ἀναρμοστίαν καὶ ἀπρέπειαν ἐκβάλλειν.
因为如果是这样,他就会像我一样敬重它们,而不会胆敢将它们抛入不和谐与不体面之中。
οὔτε γὰρ ὑπομνημάτων χάριν ἔγραψεν—οὐδὲν γὰρ δεινὸν μή τις αὐτὸ ἐπιλάθηται, ἐὰν ἅπαξ τῇ ψυχῇ περιλάβῃ· πάντων γὰρ ἐν βραχυτάτοις κεῖται— §7.345φιλοτιμίας δὲ αἰσχρᾶς, εἴπερ, ἕνεκα, εἴθʼ ὡς αὑτοῦ τιθέμενος εἴθʼ ὡς παιδείας δὴ μέτοχος ὤν, ἧς οὐκ ἄξιος ἦν ἀγαπῶν δόξαν τὴν τῆς μετοχῆς γενομένης.
他也不是为了备忘而写——因为一旦在灵魂中把握了它,就完全不用担心会忘记;因为它们都包含在极简短的话语之中—— 相反,如果他写了,那也是为了卑劣的虚荣心,无论是为了将其据为己有,还是为了装作分享了自己不配享有的教育,并贪图因这种分享而带来的名声。
εἰ μὲν οὖν ἐκ τῆς μιᾶς συνουσίας Διονυσίῳ τοῦτο γέγονεν, τάχʼ ἂν εἴη, γέγονεν δʼ οὖν ὅπως,
ἴττω Ζεύς,
φησὶν ὁ Θηβαῖος·
如果对狄奥尼西奥斯来说,这是从仅有的一次会面中产生的,那或许有可能,但它究竟是如何产生的, “唯有宙斯知道,” 正如底比斯人所说。
διεξῆλθον μὲν γὰρ ὡς εἶπόν τε ἐγὼ καὶ ἅπαξ μόνον, ὕστερον δὲ οὐ πώποτε ἔτι.
因为正如我所说,我只解释过一次,此后就再也没有过。
ἐννοεῖν δὴ δεῖ τὸ μετὰ τοῦτο, ὅτῳ μέλει τὸ περὶ αὐτὰ γεγονὸς εὑρεῖν ὅπῃ ποτὲ γέγονεν, τίνι πότʼ αἰτίᾳ τὸ δεύτερον καὶ τὸ τρίτον, πλεονάκις τε οὐ διεξῇμεν· πότερον Διονύσιος ἀκούσας μόνον ἅπαξ, οὕτως εἰδέναι τε οἴεται καὶ ἱκανῶς οἶδεν, εἴτε αὐτὸς εὑρὼν ἢ καὶ μαθὼν ἔμπροσθεν παρʼ ἑτέρων, ἢ φαῦλα εἶναι τὰ λεχθέντα, ἢ τὸ τρίτον οὐ καθʼ αὑτόν, μείζονα δέ, καὶ ὄντως οὐκ ἂν δυνατὸς εἶναι φρονήσεώς τε καὶ ἀρετῆς ζῆν ἐπιμελούμενος.
因此,凡是关心查明关于这些事情究竟是如何发生、以及出于什么原因我们没有进行第二次、第三次或更多次解释的人,都必须考虑之后的事情:是狄奥尼西奥斯只听了一次,就自以为知道并且已经充分掌握了(无论他是自己发现的,还是以前从别人那里学到的),还是他认为所说的事情毫无价值,或者第三,这些事情与他不相称,过于宏大,以至于他确实无法过一种注重智慧和美德的生活。
εἰ μὲν γὰρ φαῦλα, πολλοῖς μάρτυσι μαχεῖται τὰ ἐναντία λέγουσιν, οἳ περὶ τῶν τοιούτων πάμπολυ Διονυσίου κυριώτεροι ἂν εἶεν κριταί· εἰ δὲ ηὑρηκέναι ἢ μεμαθηκέναι, ἄξια δʼ οὖν εἶναι πρὸς παιδείαν ψυχῆς ἐλευθέρας, πῶς ἄν, μὴ θαυμαστὸς ὢν ἄνθρωπος, τὸν ἡγεμόνα τούτων καὶ κύριον οὕτως εὐχερῶς ἠτίμασέν ποτʼ ἄν;
因为如果这些事情毫无价值,他将不得不与许多持相反意见的证人抗争,而对于此类事情,这些人会是比狄奥尼西奥斯权威得多的裁判者;但如果他是自己发现或学到的,并且它们确实配得上自由灵魂的教育,那么,除非他是一个非凡的人,否则他怎么会如此轻易地侮辱这些事情的引导者和主宰者呢?
πῶς δʼ ἠτίμασεν, ἐγὼ φράζοιμʼ ἄν.
至于他是如何侮辱的,让我来解释。
οὐ πολὺν χρόνον διαλιπὼν τὸ μετὰ τοῦτο, ἐν τῷ πρόσθεν Δίωνα ἐῶν τὰ ἑαυτοῦ κεκτῆσθαι καὶ καρποῦσθαι χρήματα, τότε οὐκέτʼ εἴα τοὺς ἐπιτρόπους αὐτοῦ πέμπειν εἰς Πελοπόννησον, καθάπερ ἐπιλελησμένος τῆς ἐπιστολῆς παντάπασιν·
在此之后没过多久,以前他还允许迪翁拥有自己的财产并享有其收益,那时他却不再允许迪翁的管理人向伯罗奔尼撒送钱,仿佛完全忘记了那封信一样。
εἶναι γὰρ αὐτὰ οὐ Δίωνος ἀλλὰ τοῦ ὑέος, ὄντος μὲν ἀδελφιδοῦ αὐτοῦ κατὰ νόμους ἐπιτροπεύοντος.
因为他声称这些财产不属于迪翁,而属于迪翁的儿子,即他自己依法监护的侄子。
τὰ μὲν δὴ πεπραγμένα μέχρι τούτου ταῦτʼ ἦν ἐν τῷ τότε χρόνῳ, τούτων δὲ οὕτω γενομένων, ἑωράκη τε ἐγὼ ἀκριβῶς τὴν ἐπιθυμίαν τὴν Διονυσίου φιλοσοφίας, ἀγανακτεῖν τε ἐξῆν εἴτε βουλοίμην εἴτε μή.
到那时为止所发生的事情就是这些。 随着这些事情如此发展,我准确地看清了狄奥尼西奥斯对哲学热忱的真相,无论我愿意与否,我都不得不感到愤慨。
ἦν γὰρ θέρος ἤδη τότε καὶ ἔκπλοι τῶν νεῶν·
当时已是夏天,正是船只出航的季节。
ἐδόκει δὴ χαλεπαίνειν μὲν οὐ δεῖν ἐμὲ Διονυσίῳ μᾶλλον ἢ ἐμαυτῷ τε καὶ τοῖς βιασαμένοις ἐλθεῖν ἐμὲ τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ τὴν Σκύλλαν,
"
ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν,
"
λέγειν δὲ πρὸς Διονύσιον ὅτι μοι μένειν ἀδύνατον εἴη Δίωνος οὕτω προπεπηλακισμένου.
因此,我认为我不应该对狄奥尼西奥斯发怒,而更应该对我自己以及那些强迫我第三次来到斯库拉周围海峡的人发怒, “为了再次丈量那带来毁灭的卡律布狄斯”,并告诉狄奥尼西奥斯,既然迪翁受到了如此的侮辱,我留下来是不可能的。