§7.340αὐτῷ δέ μοι ὑπῆν ὡς οὐδὲν θαυμαστὸν νέον ἄνθρωπον παρακούοντα ἀξίων λόγου πραγμάτων, εὐμαθῆ, πρὸς ἔρωτα ἐλθεῖν τοῦ βελτίστου βίου·
私自身としては、学ぶのが早く、言うに値する事柄をまた聞きした若者が、最善の生き方への憧れを抱くことは何ら不思議ではないという考えが根底にあった。
δεῖν οὖν αὐτὸ ἐξελέγξαι σαφῶς ὁποτέρως ποτὲ ἄρα ἔχοι, καὶ τοῦτʼ αὐτὸ μηδαμῇ προδοῦναι μηδʼ ἐμὲ τὸν αἴτιον γενέσθαι τηλικούτου ἀληθῶς ὀνείδους, εἴπερ ὄντως εἴη τῳ ταῦτα λελεγμένα.
したがって、彼が一体どちらの状態にあるのかを明確に試してみるべきであり、このこと自体を決して見捨ててはならず、また、もし本当に誰かがこのような言葉を口にしたのであれば、私自身がそのような真に大いなる不名誉の原因となってはならないと考えたのである。
πορεύομαι δὴ τῷ λογισμῷ τούτῳ κατακαλυψάμενος—πολλὰ δεδιὼς μαντευόμενός τε οὐ πάνυ καλῶς, ὡς ἔοικεν—ἐλθὼν δʼ οὖν τὸ τρίτον τῷ σωτῆρι τοῦτό γε οὖν ἔπραξα ὄντως·
そこで私は、この考えを自らの覆い(盾)として身にまとい、――多くのことを恐れ、また予感が全く良くないことを察しながら、どうやらそうであったらしいが――出発した。 しかし、ともかく三度目として「救い主」のもとへと向かった私は、実にこのことだけは成し遂げた。
ἐσώθην γάρ τοι πάλιν εὐτυχῶς, καὶ τούτων γε μετὰ θεὸν Διονυσίῳ χάριν εἰδέναι χρεών, ὅτι πολλῶν βουληθέντων ἀπολέσαι με διεκώλυσεν καὶ ἔδωκέν τι μέρος αἰδοῖ τῶν περὶ ἐμὲ πραγμάτων.
というのも、私は再び幸運にも無事に救出されたからであり、神に次いでディオニュシオスに対して、このことへの感謝を抱くべきである。 多くの者が私を破滅させようと望んだ中で、彼がそれを阻止し、私の身辺の事柄に対して、ある程度の敬意を払ってくれたからである。
ἐπειδὴ δὲ ἀφικόμην, ᾤμην τούτου πρῶτον ἔλεγχον δεῖν λαβεῖν, πότερον ὄντως εἴη Διονύσιος ἐξημμένος ὑπὸ φιλοσοφίας ὥσπερ πυρός, ἢ μάτην ὁ πολὺς οὗτος ἔλθοι λόγος Ἀθήναζε.
そして到着したとき、私はまずこのことの試練(検証)を行うべきだと思った。 すなわち、ディオニュシオスが本当に哲学によって火のように燃え上がっているのか、それとも、このおびただしい噂が虚しくアテナイに届いたのか、ということである。
ἔστιν δή τις τρόπος τοῦ περὶ τὰ τοιαῦτα πεῖραν λαμβάνειν οὐκ ἀγεννὴς ἀλλʼ ὄντως τυράννοις πρέπων, ἄλλως τε καὶ τοῖς τῶν παρακουσμάτων μεστοῖς, ὃ δὴ κἀγὼ Διονύσιον εὐθὺς ἐλθὼν ᾐσθόμην καὶ μάλα πεπονθότα.
ところで、このような事柄について試みるための、卑しくなく、実に僭主にふさわしい、とりわけ聞きかじりの知識で満たされている者たちに適した、ある方法が存在する。 これこそまさに、私が到着してすぐに、ディオニュシオスが実際に強く陥っているのを察知した状態であった。
δεικνύναι δὴ δεῖ τοῖς τοιούτοις ὅτι ἔστι πᾶν τὸ πρᾶγμα οἷόν τε καὶ διʼ ὅσων πραγμάτων καὶ ὅσον πόνον ἔχει.
すなわち、そのような者たちに対しては、その事柄の全体がどのようなものであり、いかに多くの困難を経て、どれほどの労力を伴うものであるかを示すべきなのである。
ὁ γὰρ ἀκούσας, ἐὰν μὲν ὄντως ᾖ φιλόσοφος οἰκεῖός τε καὶ ἄξιος τοῦ πράγματος θεῖος ὤν, ὁδόν τε ἡγεῖται θαυμαστὴν ἀκηκοέναι συντατέον τε εἶναι νῦν καὶ οὐ βιωτὸν ἄλλως ποιοῦντι·
なぜなら、これを聞いた者が、もし本当に哲学的素質があり、その事柄に親和性があり、神的な存在としてそれに値する者であるなら、自分が素晴らしい道を耳にしたと考え、今や全力を尽くさねばならず、そうでなければ生きるに値しないとみなすからである。
μετὰ τοῦτο δὴ συντείνας αὐτός τε καὶ τὸν ἡγούμενον τὴν ὁδόν, οὐκ ἀνίησιν πρὶν ἂν ἢ τέλος ἐπιθῇ πᾶσιν, ἢ λάβῃ δύναμιν ὥστε αὐτὸς αὑτὸν χωρὶς τοῦ δείξοντος δυνατὸς εἶναι ποδηγεῖν.
この後、その者自身も、その道を先導する者も、ともに全力を尽くし、すべてのことに終わりをもたらすか、あるいは自ら指導者なしで自らを導くことができる力を得るまでは、手を緩めることはない。
ταύτῃ καὶ κατὰ ταῦτα διανοηθεὶς ὁ τοιοῦτος ζῇ, πράττων μὲν ἐν αἷστισιν ἂν ᾖ πράξεσιν, παρὰ πάντα δὲ ἀεὶ φιλοσοφίας ἐχόμενος καὶ τροφῆς τῆς καθʼ ἡμέραν ἥτις ἂν αὐτὸν μάλιστα εὐμαθῆ τε καὶ μνήμονα καὶ λογίζεσθαι δυνατὸν ἐν αὑτῷ νήφοντα ἀπεργάζηται·
このような方法で、またこれらに基づいて考えを巡らせて、そのような者は生きる。 どのような行動に従事していようとも、常に何よりも哲学に執着し、自らを最も物覚えが良く、記憶力に優れ、自らの中でしらふで思索を巡らせることができるようにする日々の食生活を維持するのである。
τὴν δὲ ἐναντίαν ταύτῃ μισῶν διατελεῖ.
そして、これと反対の生活様式を、彼は生涯にわたって嫌悪し続ける。
οἱ δὲ ὄντως μὲν μὴ φιλόσοφοι, δόξαις δʼ ἐπικεχρωσμένοι, καθάπερ οἱ τὰ σώματα ὑπὸ τῶν ἡλίων ἐπικεκαυμένοι, ἰδόντες τε ὅσα μαθήματά ἐστιν καὶ ὁ πόνος ἡλίκος καὶ δίαιτα ἡ καθʼ ἡμέραν ὡς πρέπουσα ἡ κοσμία τῷ πράγματι, χαλεπὸν ἡγησάμενοι καὶ ἀδύνατον αὑτοῖς, οὔτε δὴ ἐπιτηδεύειν δυνατοὶ γίγνονται,
これに対して、真の哲学者ではなく、ただ意見によって薄化粧を施されている者たち、あたかも日光によって皮膚を焼かれた者たちのような人々は、学ぶべき学習がいかに多く、その労力がいかに膨大であり、日常の秩序正しい生活様式がその事柄にいかにふさわしいかを目にすると、自分たちにとって困難であり不可能であると見なし、それ以上は実践することができなくなるのである。
§7.341ἔνιοι δὲ αὐτῶν πείθουσιν αὑτοὺς ὡς ἱκανῶς ἀκηκοότες εἰσὶν τὸ ὅλον, καὶ οὐδὲν ἔτι δέονταί τινων πραγμάτων.
また、彼らのうちのある者たちは、自分たちは全体を十分に聞き知っており、もはやいかなる努力も必要としていない、と自らを説得する。
ἡ μὲν δὴ πεῖρα αὕτη γίγνεται ἡ σαφής τε καὶ ἀσφαλεστάτη πρὸς τοὺς τρυφῶντάς τε καὶ ἀδυνάτους διαπονεῖν, ὡς μηδέποτε βαλεῖν ἐν αἰτίᾳ τὸν δεικνύντα ἀλλʼ αὐτὸν αὑτόν, μὴ δυνάμενον πάντα τὰ πρόσφορα ἐπιτηδεύειν τῷ πράγματι.
まさにこの試験こそが、贅沢に耽り、骨折って働くことのできない者たちに対して行われる、明確にして最も安全な試験となり、彼らが決してその道を指し示す者を責めることなく、その事柄に必要なあらゆる実践をすることができない自分自身を責めるようにさせるのである。
οὕτω δὴ καὶ Διονυσίῳ τότʼ ἐρρήθη τὰ ῥηθέντα.
このようにして、当時ディオニュシオスに対しても、語られるべきことが語られた。
πάντα μὲν οὖν οὔτʼ ἐγὼ διεξῆλθον οὔτε Διονύσιος ἐδεῖτο·
ところで、私はすべてのことを説き明かしたわけではなく、またディオニュシオスもそれを求めなかった。
πολλὰ γὰρ αὐτὸς καὶ τὰ μέγιστα εἰδέναι τε καὶ ἱκανῶς ἔχειν προσεποιεῖτο διὰ τὰς ὑπὸ τῶν ἄλλων παρακοάς.
なぜなら、彼は他者からの聞きかじりによって、多くのこと、しかも最も重要なことを自分自身で知っており、十分に身につけていると装っていたからである。
ὕστερον δὲ καὶ ἀκούω γεγραφέναι αὐτὸν περὶ ὧν τότε ἤκουσε, συνθέντα ὡς αὑτοῦ τέχνην, οὐδὲν τῶν αὐτῶν ὧν ἀκούοι·
しかし後になって、私は彼が当時聞いた事柄について、それを自らの体系(技術)として編纂し、自分が聞いたこととは全く異なるものを書いた、ということを耳にしている。
οἶδα δὲ οὐδὲν τούτων.
だが、これらのことについて私は何も知らない。
ἄλλους μέν τινας οἶδα γεγραφότας περὶ τῶν αὐτῶν τούτων, οἵτινες δέ, οὐδʼ αὐτοὶ αὑτούς.
他の一部の者たちがこれらの同じ事柄について書いているのを私は知っているが、彼らが何者であるかは、彼ら自身すらも自らを知らないのである。
τοσόνδε γε μὴν περὶ πάντων ἔχω φράζειν τῶν γεγραφότων καὶ γραψόντων, ὅσοι φασὶν εἰδέναι περὶ ὧν ἐγὼ σπουδάζω, εἴτʼ ἐμοῦ ἀκηκοότες εἴτʼ ἄλλων εἴθʼ ὡς εὑρόντες αὐτοί·
しかし、私が真剣に取り組んでいる事柄について、私から聞いたにせよ、他者から聞いたにせよ、あるいは自ら発見したにせよ、知っていると主張する、すでに書き記した者、あるいはこれから書き記そうとする者すべてについて、私はこれだけは語ることができる。
τούτους οὐκ ἔστιν κατά γε τὴν ἐμὴν δόξαν περὶ τοῦ πράγματος ἐπαΐειν οὐδέν.
すなわち、私の考えによれば、これらの人々はその事柄について何も理解していない、ということである。
οὔκουν ἐμόν γε περὶ αὐτῶν ἔστιν σύγγραμμα οὐδὲ μήποτε γένηται·
ともかく、これらに関する私の著作は存在しないし、今後も決して存在することはない。
ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλʼ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
なぜなら、それは他の学習課題のように決して言葉で表現できるものではなく、まさにその事柄自体に関する多くの対話と、ともに暮らすことの中から、突然、飛び散る火花から点された光のように、魂の中に生じ、それ自体で直ちに自らを育むものだからである。
καίτοι τοσόνδε γε οἶδα, ὅτι γραφέντα ἢ λεχθέντα ὑπʼ ἐμοῦ βέλτιστʼ ἂν λεχθείη· καὶ μὴν ὅτι γεγραμμένα κακῶς οὐχ ἥκιστʼ ἂν ἐμὲ λυποῖ.
しかしながら、これだけは私にも分かっている。 すなわち、もしそれが私によって書かれるか、あるいは語られるならば、最も優れた形で語られるであろうということ、そして、それが悪く書かれたならば、何よりも私を苦しめるであろうということである。
εἰ δέ μοι ἐφαίνετο γραπτέα θʼ ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητά, τί τούτου κάλλιον ἐπέπρακτʼ ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποισι μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς πᾶσιν προαγαγεῖν;
もしそれが多数の人々に対して十分に書かれ得、また語られ得るものであると私に思われたなら、人間にとって大いなる有益なものを書き記し、すべての人のために自然を光の中へと導き出すこと以上に、私たちがその生涯において成し遂げ得た、いかに美しい仕事があっただろうか。