Humanitext Reader

Plato · Letters §7.340-7.341

Testing Dionysius and the Nature of Philosophy

Passage 19 of 34 · Greek

Summary

Plato explains the method and purpose of testing Dionysius's commitment to philosophy during his third visit to Sicily, and asserts that true philosophical understanding cannot be expressed in written words but is kindled in the soul through long association.

§7.340αὐτῷ δέ μοι ὑπῆν ὡς οὐδὲν θαυμαστὸν νέον ἄνθρωπον παρακούοντα ἀξίων λόγου πραγμάτων, εὐμαθῆ, πρὸς ἔρωτα ἐλθεῖν τοῦ βελτίστου βίου·
And to me myself there was the underlying belief that it is not at all wonderful that a young man, hearing at second hand things worthy of mention, being quick to learn, should come to a love of the best life.
δεῖν οὖν αὐτὸ ἐξελέγξαι σαφῶς ὁποτέρως ποτὲ ἄρα ἔχοι, καὶ τοῦτʼ αὐτὸ μηδαμῇ προδοῦναι μηδʼ ἐμὲ τὸν αἴτιον γενέσθαι τηλικούτου ἀληθῶς ὀνείδους, εἴπερ ὄντως εἴη τῳ ταῦτα λελεγμένα.
It was necessary, therefore, to test this matter clearly, to see which of the two ways it actually stood, and by no means to betray this very thing, nor that I myself should become the cause of so great a disgrace in truth, if indeed these things had been truly said by anyone.
πορεύομαι δὴ τῷ λογισμῷ τούτῳ κατακαλυψάμενος—πολλὰ δεδιὼς μαντευόμενός τε οὐ πάνυ καλῶς, ὡς ἔοικεν—ἐλθὼν δʼ οὖν τὸ τρίτον τῷ σωτῆρι τοῦτό γε οὖν ἔπραξα ὄντως· ἐσώθην γάρ τοι πάλιν εὐτυχῶς, καὶ τούτων γε μετὰ θεὸν Διονυσίῳ χάριν εἰδέναι χρεών, ὅτι πολλῶν βουληθέντων ἀπολέσαι με διεκώλυσεν καὶ ἔδωκέν τι μέρος αἰδοῖ τῶν περὶ ἐμὲ πραγμάτων.
So I set out, covering myself with this reasoning—fearing many things and prophesying not altogether well, as it seems—but having come indeed for the third time, dedicated to the Savior, this at least I truly achieved; for I was saved again fortunately, and for these things at least, after God, one must be grateful to Dionysius, because, though many wished to destroy me, he prevented them and showed some degree of respect for my situation.
ἐπειδὴ δὲ ἀφικόμην, ᾤμην τούτου πρῶτον ἔλεγχον δεῖν λαβεῖν, πότερον ὄντως εἴη Διονύσιος ἐξημμένος ὑπὸ φιλοσοφίας ὥσπερ πυρός, ἢ μάτην ὁ πολὺς οὗτος ἔλθοι λόγος Ἀθήναζε.
And when I arrived, I thought I must first take proof of this, whether Dionysius was truly kindled by philosophy as by fire, or whether this great rumor had come to Athens in vain.
ἔστιν δή τις τρόπος τοῦ περὶ τὰ τοιαῦτα πεῖραν λαμβάνειν οὐκ ἀγεννὴς ἀλλʼ ὄντως τυράννοις πρέπων, ἄλλως τε καὶ τοῖς τῶν παρακουσμάτων μεστοῖς, ὃ δὴ κἀγὼ Διονύσιον εὐθὺς ἐλθὼν ᾐσθόμην καὶ μάλα πεπονθότα.
Now there is a certain way of making trial concerning such matters, not ignoble but truly fitting for tyrants, especially those filled with second-hand hearings, which indeed I perceived Dionysius also, immediately upon my arrival, to have experienced and that very greatly.
δεικνύναι δὴ δεῖ τοῖς τοιούτοις ὅτι ἔστι πᾶν τὸ πρᾶγμα οἷόν τε καὶ διʼ ὅσων πραγμάτων καὶ ὅσον πόνον ἔχει.
One must indeed show to such people what the whole matter is like, and through how many difficulties and how much labor it entails.
ὁ γὰρ ἀκούσας, ἐὰν μὲν ὄντως ᾖ φιλόσοφος οἰκεῖός τε καὶ ἄξιος τοῦ πράγματος θεῖος ὤν, ὁδόν τε ἡγεῖται θαυμαστὴν ἀκηκοέναι συντατέον τε εἶναι νῦν καὶ οὐ βιωτὸν ἄλλως ποιοῦντι·
For he who hears, if he is truly a philosopher, akin to and worthy of the matter, being divine, considers that he has heard of a wonderful road, and that he must strain every nerve now, and that life is not worth living if he does otherwise.
μετὰ τοῦτο δὴ συντείνας αὐτός τε καὶ τὸν ἡγούμενον τὴν ὁδόν, οὐκ ἀνίησιν πρὶν ἂν ἢ τέλος ἐπιθῇ πᾶσιν, ἢ λάβῃ δύναμιν ὥστε αὐτὸς αὑτὸν χωρὶς τοῦ δείξοντος δυνατὸς εἶναι ποδηγεῖν.
After this, straining himself and urging on the one who leads the way, he does not let go until either he puts an end to all, or gains the power so that he is able to guide himself without the one who shows the way.
ταύτῃ καὶ κατὰ ταῦτα διανοηθεὶς ὁ τοιοῦτος ζῇ, πράττων μὲν ἐν αἷστισιν ἂν ᾖ πράξεσιν, παρὰ πάντα δὲ ἀεὶ φιλοσοφίας ἐχόμενος καὶ τροφῆς τῆς καθʼ ἡμέραν ἥτις ἂν αὐτὸν μάλιστα εὐμαθῆ τε καὶ μνήμονα καὶ λογίζεσθαι δυνατὸν ἐν αὑτῷ νήφοντα ἀπεργάζηται· τὴν δὲ ἐναντίαν ταύτῃ μισῶν διατελεῖ.
In this way and with these thoughts such a man lives, engaging indeed in whatever actions he may be in, but through all things always clinging to philosophy and to a daily regimen which may especially render him quick to learn, retentive of memory, and able to reason soberly in himself; and he continues to hate the regimen opposite to this.
οἱ δὲ ὄντως μὲν μὴ φιλόσοφοι, δόξαις δʼ ἐπικεχρωσμένοι, καθάπερ οἱ τὰ σώματα ὑπὸ τῶν ἡλίων ἐπικεκαυμένοι, ἰδόντες τε ὅσα μαθήματά ἐστιν καὶ ὁ πόνος ἡλίκος καὶ δίαιτα ἡ καθʼ ἡμέραν ὡς πρέπουσα ἡ κοσμία τῷ πράγματι, χαλεπὸν ἡγησάμενοι καὶ ἀδύνατον αὑτοῖς, οὔτε δὴ ἐπιτηδεύειν δυνατοὶ γίγνονται, §7.341ἔνιοι δὲ αὐτῶν πείθουσιν αὑτοὺς ὡς ἱκανῶς ἀκηκοότες εἰσὶν τὸ ὅλον, καὶ οὐδὲν ἔτι δέονταί τινων πραγμάτων. ἡ μὲν δὴ πεῖρα αὕτη γίγνεται ἡ σαφής τε καὶ ἀσφαλεστάτη πρὸς τοὺς τρυφῶντάς τε καὶ ἀδυνάτους διαπονεῖν, ὡς μηδέποτε βαλεῖν ἐν αἰτίᾳ τὸν δεικνύντα ἀλλʼ αὐτὸν αὑτόν, μὴ δυνάμενον πάντα τὰ πρόσφορα ἐπιτηδεύειν τῷ πράγματι. οὕτω δὴ καὶ Διονυσίῳ τότʼ ἐρρήθη τὰ ῥηθέντα. πάντα μὲν οὖν οὔτʼ ἐγὼ διεξῆλθον οὔτε Διονύσιος ἐδεῖτο· πολλὰ γὰρ αὐτὸς καὶ τὰ μέγιστα εἰδέναι τε καὶ ἱκανῶς ἔχειν προσεποιεῖτο διὰ τὰς ὑπὸ τῶν ἄλλων παρακοάς. ὕστερον δὲ καὶ ἀκούω γεγραφέναι αὐτὸν περὶ ὧν τότε ἤκουσε, συνθέντα ὡς αὑτοῦ τέχνην, οὐδὲν τῶν αὐτῶν ὧν ἀκούοι· οἶδα δὲ οὐδὲν τούτων. ἄλλους μέν τινας οἶδα γεγραφότας περὶ τῶν αὐτῶν τούτων, οἵτινες δέ, οὐδʼ αὐτοὶ αὑτούς. τοσόνδε γε μὴν περὶ πάντων ἔχω φράζειν τῶν γεγραφότων καὶ γραψόντων, ὅσοι φασὶν εἰδέναι περὶ ὧν ἐγὼ σπουδάζω, εἴτʼ ἐμοῦ ἀκηκοότες εἴτʼ ἄλλων εἴθʼ ὡς εὑρόντες αὐτοί· τούτους οὐκ ἔστιν κατά γε τὴν ἐμὴν δόξαν περὶ τοῦ πράγματος ἐπαΐειν οὐδέν. οὔκουν ἐμόν γε περὶ αὐτῶν ἔστιν σύγγραμμα οὐδὲ μήποτε γένηται· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλʼ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει. καίτοι τοσόνδε γε οἶδα, ὅτι γραφέντα ἢ λεχθέντα ὑπʼ ἐμοῦ βέλτιστʼ ἂν λεχθείη· καὶ μὴν ὅτι γεγραμμένα κακῶς οὐχ ἥκιστʼ ἂν ἐμὲ λυποῖ. εἰ δέ μοι ἐφαίνετο γραπτέα θʼ ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητά, τί τούτου κάλλιον ἐπέπρακτʼ ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποισι μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς πᾶσιν προαγαγεῖν;
But those who are not truly philosophers, but only tinged with opinions, just like those whose bodies are sun-burned, when they see how many studies there are, and how great the labor and how a daily, orderly life is fitting for the matter, thinking it difficult and impossible for themselves, they are neither able to practice it,

Notes

  1. 340αὐτῷ δέ μοι ὑπῆν — The verb `ὑπῆν` is used impersonally with the dative `αὐτῷ μοι`, followed by the `ὡς` clause, meaning "there was present in my own mind the underlying thought that..."
  2. 340δεῖν — This infinitive functions in the indirect discourse depending on the sense of thinking introduced by `ὑπῆν ὡς`, or is used as an absolute infinitive expressing a subjective necessity.
  3. 340aτῷ σωτῆρι — A wordplay on the Greek proverbial expression referring to the "third cup to the Savior (Zeus Soter)," which was offered for good luck and safety. Plato applies this to his third voyage to Sicily.
  4. 340bὃ δὴ κἀγὼ Διονύσιον εὐθὺς ἐλθὼν ᾐσθόμην καὶ μάλα πεπονθότα — The relative pronoun `ὅ` refers to the method of testing mentioned in the preceding sentence and acts as the object of `ᾐσθόμην`. The perfect participle `πεπονθότα` (from `πάσχω`) indicates that Dionysius was highly affected by or subject to the state of being filled with second-hand hearings.
  5. 340cσυντείνας αὐτός τε καὶ τὸν ἡγούμενον — The verb `συντείνω` is used both intransitively ("exerting himself," agreeing with the nominative `αὐτός`) and transitively ("urging on," governing the accusative `τὸν ἡγούμενον`), forming a zeugma with a single verbal form.

Cite this passage

Plato, Letters §7.340-7.341. Humanitext Reader, https://reader.humanitext.ai/en/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.340-7.341

Please note the AI-draft status of the translation and the date accessed.

Translation, notes and summary are AI-generated drafts, revised through reader feedback.