Humanitext Reader

柏拉图 · 书信集 §7.340-7.341

考验狄奥尼修斯与哲学认识的本质

第 19 段,共 34 段 · 希腊语

内容简介

柏拉图说明了他在第三次访问西西里时用来检验狄奥尼修斯向学之心的方法,并阐述了真哲学的本质,强调这种认识无法付诸文字,而是通过长期的共同生活在灵魂中突然点燃的亮光。

§7.340αὐτῷ δέ μοι ὑπῆν ὡς οὐδὲν θαυμαστὸν νέον ἄνθρωπον παρακούοντα ἀξίων λόγου πραγμάτων, εὐμαθῆ, πρὸς ἔρωτα ἐλθεῖν τοῦ βελτίστου βίου·
在我自己看来,一个聪明好学、从旁听闻了值得一提的事情的年轻人,会对最美好的生活产生向往,这并没有什么可奇怪的。
δεῖν οὖν αὐτὸ ἐξελέγξαι σαφῶς ὁποτέρως ποτὲ ἄρα ἔχοι, καὶ τοῦτʼ αὐτὸ μηδαμῇ προδοῦναι μηδʼ ἐμὲ τὸν αἴτιον γενέσθαι τηλικούτου ἀληθῶς ὀνείδους, εἴπερ ὄντως εἴη τῳ ταῦτα λελεγμένα.
因此,必须清楚地检验他究竟处于哪一种状态,绝不能放弃这件事本身,如果真的有人对他说过这些话,我自己也绝不能成为如此巨大耻辱的原因。
πορεύομαι δὴ τῷ λογισμῷ τούτῳ κατακαλυψάμενος—πολλὰ δεδιὼς μαντευόμενός τε οὐ πάνυ καλῶς, ὡς ἔοικεν—ἐλθὼν δʼ οὖν τὸ τρίτον τῷ σωτῆρι τοῦτό γε οὖν ἔπραξα ὄντως·
于是,我以这一想法为掩护(盾牌)——虽然我满怀恐惧,且预感似乎并不太好——但无论如何,我第三次前往“救主”那里,确实做到了这一点。
ἐσώθην γάρ τοι πάλιν εὐτυχῶς, καὶ τούτων γε μετὰ θεὸν Διονυσίῳ χάριν εἰδέναι χρεών, ὅτι πολλῶν βουληθέντων ἀπολέσαι με διεκώλυσεν καὶ ἔδωκέν τι μέρος αἰδοῖ τῶν περὶ ἐμὲ πραγμάτων.
因为我再次幸运地安全获救,在神之后,应当对狄奥尼西奥斯心存感激,因为在许多人想要毁灭我的时候,他阻止了他们,并对我的处境表示了某种程度的尊重。
ἐπειδὴ δὲ ἀφικόμην, ᾤμην τούτου πρῶτον ἔλεγχον δεῖν λαβεῖν, πότερον ὄντως εἴη Διονύσιος ἐξημμένος ὑπὸ φιλοσοφίας ὥσπερ πυρός, ἢ μάτην ὁ πολὺς οὗτος ἔλθοι λόγος Ἀθήναζε.
当我到达时,我认为首先必须对此进行检验:狄奥尼西奥斯是否真的被哲学如火般点燃,还是这纷纷传闻徒然传到了雅典。
ἔστιν δή τις τρόπος τοῦ περὶ τὰ τοιαῦτα πεῖραν λαμβάνειν οὐκ ἀγεννὴς ἀλλʼ ὄντως τυράννοις πρέπων, ἄλλως τε καὶ τοῖς τῶν παρακουσμάτων μεστοῖς, ὃ δὴ κἀγὼ Διονύσιον εὐθὺς ἐλθὼν ᾐσθόμην καὶ μάλα πεπονθότα.
不过,有一种检验此类事情的方法,它并非卑劣,而是确实适合僭主,尤其是那些装满道听途说之见的人。 这正是我一到达就察觉到狄奥尼西奥斯也深受其害的状态。
δεικνύναι δὴ δεῖ τοῖς τοιούτοις ὅτι ἔστι πᾶν τὸ πρᾶγμα οἷόν τε καὶ διʼ ὅσων πραγμάτων καὶ ὅσον πόνον ἔχει.
因此,必须向这样的人展示这件事情的全部,以及它要经历多少困难,伴随着多么巨大的劳苦。
ὁ γὰρ ἀκούσας, ἐὰν μὲν ὄντως ᾖ φιλόσοφος οἰκεῖός τε καὶ ἄξιος τοῦ πράγματος θεῖος ὤν, ὁδόν τε ἡγεῖται θαυμαστὴν ἀκηκοέναι συντατέον τε εἶναι νῦν καὶ οὐ βιωτὸν ἄλλως ποιοῦντι·
因为听者如果真的是一个有哲学天赋、与这件事情相契合且配得上它的神圣之人,就会认为自己听到了一条奇妙的道路,现在必须竭尽全力,否则生命便不值得活下去。
μετὰ τοῦτο δὴ συντείνας αὐτός τε καὶ τὸν ἡγούμενον τὴν ὁδόν, οὐκ ἀνίησιν πρὶν ἂν ἢ τέλος ἐπιθῇ πᾶσιν, ἢ λάβῃ δύναμιν ὥστε αὐτὸς αὑτὸν χωρὶς τοῦ δείξοντος δυνατὸς εἶναι ποδηγεῖν.
此后,他自己和引导这条路的人都会共同努力,直到他要么为一切画上句号,要么获得无需引导者就能自己引导自己的能力,否则绝不松懈。
ταύτῃ καὶ κατὰ ταῦτα διανοηθεὶς ὁ τοιοῦτος ζῇ, πράττων μὲν ἐν αἷστισιν ἂν ᾖ πράξεσιν, παρὰ πάντα δὲ ἀεὶ φιλοσοφίας ἐχόμενος καὶ τροφῆς τῆς καθʼ ἡμέραν ἥτις ἂν αὐτὸν μάλιστα εὐμαθῆ τε καὶ μνήμονα καὶ λογίζεσθαι δυνατὸν ἐν αὑτῷ νήφοντα ἀπεργάζηται·
这样的人就是以这种方式、基于这些想法而生活的。 无论他从事什么活动,他总是始终坚持哲学,并维持一种最能使他聪明好学、记忆力强、且能在自己心中清醒思考的日常饮食起居。
τὴν δὲ ἐναντίαν ταύτῃ μισῶν διατελεῖ.
而对于与此相反的生活方式,他则终生厌恶。
οἱ δὲ ὄντως μὲν μὴ φιλόσοφοι, δόξαις δʼ ἐπικεχρωσμένοι, καθάπερ οἱ τὰ σώματα ὑπὸ τῶν ἡλίων ἐπικεκαυμένοι, ἰδόντες τε ὅσα μαθήματά ἐστιν καὶ ὁ πόνος ἡλίκος καὶ δίαιτα ἡ καθʼ ἡμέραν ὡς πρέπουσα ἡ κοσμία τῷ πράγματι, χαλεπὸν ἡγησάμενοι καὶ ἀδύνατον αὑτοῖς, οὔτε δὴ ἐπιτηδεύειν δυνατοὶ γίγνονται, §7.341ἔνιοι δὲ αὐτῶν πείθουσιν αὑτοὺς ὡς ἱκανῶς ἀκηκοότες εἰσὶν τὸ ὅλον, καὶ οὐδὲν ἔτι δέονταί τινων πραγμάτων.
相反,那些并非真正的哲学家,而只是被意见粉饰的人,就像那些皮肤被太阳晒黑的人一样,一旦看到有多少学问要学,其劳苦有多么巨大,以及日常井然有序的生活方式与这件事情有多么相配,便会认为这对自己来说既困难又不可能,于是他们既无法去付诸实践,他们中的有些人甚至说服自己,认为自己已经充分掌握了全部,不再需要任何努力了。
ἡ μὲν δὴ πεῖρα αὕτη γίγνεται ἡ σαφής τε καὶ ἀσφαλεστάτη πρὸς τοὺς τρυφῶντάς τε καὶ ἀδυνάτους διαπονεῖν, ὡς μηδέποτε βαλεῖν ἐν αἰτίᾳ τὸν δεικνύντα ἀλλʼ αὐτὸν αὑτόν, μὴ δυνάμενον πάντα τὰ πρόσφορα ἐπιτηδεύειν τῷ πράγματι.
这种试验对于那些耽于奢华、无法刻苦工作的人来说,确实是明确且最安全的试验,使他们绝不会去责怪指引道路的人,而是责怪他们自己,因为他们无法为这件事情去实践所有必要的准备。
οὕτω δὴ καὶ Διονυσίῳ τότʼ ἐρρήθη τὰ ῥηθέντα.
当时对狄奥尼西奥斯所说的话,也正是如此。
πάντα μὲν οὖν οὔτʼ ἐγὼ διεξῆλθον οὔτε Διονύσιος ἐδεῖτο·
不过,我并没有把所有的事情都解释清楚,狄奥尼西奥斯也没有这样要求。
πολλὰ γὰρ αὐτὸς καὶ τὰ μέγιστα εἰδέναι τε καὶ ἱκανῶς ἔχειν προσεποιεῖτο διὰ τὰς ὑπὸ τῶν ἄλλων παρακοάς.
因为他由于听了别人的道听途说,便自以为已经知道并充分掌握了许多事情,而且是最重要的事情。
ὕστερον δὲ καὶ ἀκούω γεγραφέναι αὐτὸν περὶ ὧν τότε ἤκουσε, συνθέντα ὡς αὑτοῦ τέχνην, οὐδὲν τῶν αὐτῶν ὧν ἀκούοι·
但后来,我听说他把自己当时听到的事情编纂成了自己的体系(技艺)并写了下来,而写的内容与他所听到的完全不同。
οἶδα δὲ οὐδὲν τούτων.
不过,对于这些事情我一无所知。
ἄλλους μέν τινας οἶδα γεγραφότας περὶ τῶν αὐτῶν τούτων, οἵτινες δέ, οὐδʼ αὐτοὶ αὑτούς.
我知道还有其他一些人写过关于这些相同事情的著作,但他们是谁,甚至连他们自己也不了解自己。
τοσόνδε γε μὴν περὶ πάντων ἔχω φράζειν τῶν γεγραφότων καὶ γραψόντων, ὅσοι φασὶν εἰδέναι περὶ ὧν ἐγὼ σπουδάζω, εἴτʼ ἐμοῦ ἀκηκοότες εἴτʼ ἄλλων εἴθʼ ὡς εὑρόντες αὐτοί· τούτους οὐκ ἔστιν κατά γε τὴν ἐμὴν δόξαν περὶ τοῦ πράγματος ἐπαΐειν οὐδέν.
然而,对于所有已经写过或将要写下这些著作的人,只要他们声称知道我所致力于研究的事情——无论是从我这里听到的,还是从别人那里听到的,或者是他们自己发现的——关于他们,我至少可以这样说:在我看来,这些人对这件事情根本一无所知。
οὔκουν ἐμόν γε περὶ αὐτῶν ἔστιν σύγγραμμα οὐδὲ μήποτε γένηται·
总之,我关于这些事情的著作并不存在,今后也绝不会存在。
ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλʼ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
因为这绝不能像其他学科那样用言语来表达,而是在对这件事情本身进行长期的探讨和共同生活之后,突然之间,就像从飞溅的火星中点燃的光芒一样,在灵魂中产生,并立即开始自我滋养。
καίτοι τοσόνδε γε οἶδα, ὅτι γραφέντα ἢ λεχθέντα ὑπʼ ἐμοῦ βέλτιστʼ ἂν λεχθείη· καὶ μὴν ὅτι γεγραμμένα κακῶς οὐχ ἥκιστʼ ἂν ἐμὲ λυποῖ.
然而,至少有一点我是知道的:如果这些事情由我写下来或说出来,将会以最完美的方式表达出来;而且,如果它们被写得很糟,最痛苦的莫过于我。
εἰ δέ μοι ἐφαίνετο γραπτέα θʼ ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητά, τί τούτου κάλλιον ἐπέπρακτʼ ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποισι μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς πᾶσιν προαγαγεῖν;
如果在我看来,这些事情可以充分地写给大众看,并且可以用言语表达,那么在我们的生命中,还有什么比写下对人类大有裨益的著作、并将自然带入光芒之中呈现给所有人更美好的工作呢?

词汇与语法注释

  1. 340αὐτῷ δέ μοι ὑπῆν — 不及物动词 `ὑπῆν` 与与格 `αὐτῷ μοι` 连用,后接 `ὡς` 从句,表示“在我自己的内心深处存有这样的想法:……”。
  2. 340δεῖν — 此不定式在由 `ὑπῆν ὡς` 引入的间接引语中表达义务或必要性,或作为独立不定式用以表达主观上的必要判断。
  3. 340aτῷ σωτῆρι — 借用了希腊俗语“献给救主(宙斯·索特尔)的第三杯酒”(常用于祈求成功或平安,象征“第三次的好运”)。柏拉图以此隐喻自己第三次前往西西里的旅途。
  4. 340bὃ δὴ κἀγὼ Διονύσιον εὐθὺς ἐλθὼν ᾐσθόμην καὶ μάλα πεπονθότα — 关系代词 `ὅ` 指代前文中提到的测试方法,并充当 `ᾐσθόμην` 的直接宾语。分词 `πεπονθότα`(源自 `πάσχω`)说明狄奥尼修斯正深受这一状态(满脑子道听途说)的影响。
  5. 340cσυντείνας αὐτός τε καὶ τὸν ἡγούμενον — 动词 `συντείνω` 兼具不及物动词(“自己努力”,与主格 `αὐτός` 一致)和及物动词(“催促引领者”,支配宾格 `τὸν ἡγούμενον`)两种用法,由同一个动词形式承担,构成一种合用句法(zeugma)。

引用这一段

柏拉图, 书信集 §7.340-7.341. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.340-7.341

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。