§7.338ὁ μὲν γὰρ δὴ πρῶτος χρόνος τῆς ἐν Σικελίᾳ διατριβῆς μοι διεπεράνθη, καθάπερ εἶπον, πρὶν συμβουλεύειν τοῖς οἰκείοις καὶ ἑταίροις τοῖς περὶ Δίωνα·
というのも、私のシケリアにおける滞在の最初の時期は、すでに述べたように、ディオンの親族や同志たちに助言を与える前に終了したからである。
τὸ μετʼ ἐκεῖνα δʼ οὖν ἔπεισα ὅπῃ δή ποτʼ ἐδυνάμην Διονύσιον ἀφεῖναί με, εἰρήνης δὲ γενομένης—ἦν γὰρ τότε πόλεμος ἐν Σικελίᾳ—συνωμολογήσαμεν ἀμφότεροι.
その後に、ともかくも私ができた方法で、私はディオニュシオスを説得して私を去らせるようにした。 そして、和平が成立したとき――当時シケリアでは戦争が起きていたからである――私たちは互いに合意した。
Διονύσιος μὲν ἔφη μεταπέμψεσθαι Δίωνα καὶ ἐμὲ πάλιν, καταστησάμενος τὰ περὶ τὴν ἀρχὴν ἀσφαλέστερον ἑαυτῷ, Δίωνα δὲ ἠξίου διανοεῖσθαι μὴ φυγὴν αὑτῷ γεγονέναι τότε, μετάστασιν δέ·
ディオニュシオスは、自分の支配に関する事柄を自らにとってより安全に整えた後に、ディオンと私を再び呼び戻すと言い、ディオンに対しては、それが彼にとって当時は追放ではなく、一時的な退去であったのだと見なすよう要求した。
ἐγὼ δʼ ἥξειν ὡμολόγησα ἐπὶ τούτοις τοῖς λόγοις.
そして私は、これらの約束に基づいて再び来ることに合意した。
γενομένης δὲ εἰρήνης, μετεπέμπετό με, Δίωνα δὲ ἐπισχεῖν ἔτι ἐνιαυτὸν ἐδεῖτο, ἐμὲ δὲ ἥκειν ἐκ παντὸς τρόπου ἠξίου.
しかし、和平が成立したとき、彼は私を呼び戻そうとし、ディオンにはもう一年待つよう求め、私には何が何でも来るよう要求した。
δίων μὲν οὖν ἐκέλευέ τέ με πλεῖν καὶ ἐδεῖτο·
そこでディオンは私に航海するよう命じ、また懇願した。
καὶ γὰρ δὴ λόγος ἐχώρει πολὺς ἐκ Σικελίας ὡς Διονύσιος θαυμαστῶς φιλοσοφίας ἐν ἐπιθυμίᾳ πάλιν εἴη γεγονὼς τὰ νῦν·
というのも、シケリアからは、ディオニュシオスが今や驚くべきほどに再び哲学への強い情熱を抱くようになっているという、多くの噂が伝わってきていたからである。
ὅθεν ὁ δίων συντεταμένως ἐδεῖτο ἡμῶν τῇ μεταπέμψει μὴ ἀπειθεῖν.
それゆえディオンは、私たちがその召喚に従うよう、熱心に懇願した。
ἐγὼ δὲ ᾔδη μέν που κατὰ τὴν φιλοσοφίαν τοῖς νέοις πολλὰ τοιαῦτα γιγνόμενα, ὅμως δʼ οὖν ἀσφαλέστερόν μοι ἔδοξεν χαίρειν τότε γε πολλὰ καὶ Δίωνα καὶ Διονύσιον ἐᾶν, καὶ ἀπηχθόμην ἀμφοῖν ἀποκρινάμενος ὅτι γέρων τε εἴην καὶ κατὰ τὰς ὁμολογίας οὐδὲν γίγνοιτο τῶν τὰ νῦν πραττομένων.
しかし私は、哲学に関して若者たちにはそのようなことが多く起こることを、おそらく知っていた。 それでもやはり、当時はディオンとディオニュシオスの双方に別れを告げてそのままにしておく方が、私にとってより安全であると思われた。 そして、私は老人であり、また約束された事柄に従って現在行われていることが何一つ行われていないと返答したことで、両者から憎まれることになった。
ἔοικεν δὴ τὸ μετὰ τοῦτο Ἀρχύτης τε παρὰ Διονύσιον ἀφικέσθαι—ἐγὼ γὰρ πρὶν ἀπιέναι ξενίαν καὶ φιλίαν Ἀρχύτῃ καὶ τοῖς ἐν Τάραντι καὶ Διονυσίῳ ποιήσας ἀπέπλεον—ἄλλοι τέ τινες ἐν Συρακούσαις ἦσαν Δίωνός τε ἄττα διακηκοότες καὶ τούτων τινὲς ἄλλοι, παρακουσμάτων τινῶν ἔμμεστοι τῶν κατὰ φιλοσοφίαν·
この後に、アルキュタスがディオニュシオスのもとに到着したようである――というのも、私は立ち去る前に、アルキュタスおよびタラスにいる人々と、ディオニュシオスとの間に、客人関係と友情を築いてから出航したからである――。 また、シュラクサイには他の者たちもいて、ディオンからいくつかのことをまた聞きした者や、その他の者たちで、哲学に関する聞きかじりの知識で満たされている者たちがいた。
οἳ δοκοῦσί μοι Διονυσίῳ πειρᾶσθαι διαλέγεσθαι τῶν περὶ τὰ τοιαῦτα, ὡς Διονυσίου πάντα διακηκοότος ὅσα διενοούμην ἐγώ.
彼らは、ディオニュシオスが私の考えていることすべてをすでにすっかり聞き知っているものと思って、彼とそのような事柄について議論を試みたようである。
ὁ δὲ οὔτε ἄλλως ἐστὶν ἀφυὴς πρὸς τὴν τοῦ μανθάνειν δύναμιν φιλότιμός τε θαυμαστῶς·
ところが、彼はもともと学ぶ能力に欠けておらず、驚くほど名誉欲が強い人物であった。
ἤρεσκέν τε οὖν ἴσως αὐτῷ τὰ λεγόμενα ᾐσχύνετό τε φανερὸς γιγνόμενος οὐδὲν ἀκηκοὼς ὅτʼ ἐπεδήμουν ἐγώ, ὅθεν ἅμα μὲν εἰς ἐπιθυμίαν ᾔει τοῦ διακοῦσαι ἐναργέστερον, ἅμα δʼ ἡ φιλοτιμία κατήπειγεν αὐτόν—διʼ ἃ δὲ οὐκ ἤκουσεν ἐν τῇ πρόσθεν ἐπιδημίᾳ, διεξήλθομεν ἐν τοῖς ἄνω ῥηθεῖσιν νυνδὴ λόγοις—
それゆえ、語られる事柄が彼をおそらく喜ばせると同時に、私が滞在していたときには何も聞いていなかったことが露呈するのを恥じたのである。 そのため、彼は一方ではよりはっきりと聞き通したいという望みを抱くようになり、他方では名誉欲が彼をせき立てた。 ――なお、前回の滞在時に彼がなぜ話を聞かなかったのかについては、先ほど上の言論で詳しく述べた通りである。
§7.339ἐπειδὴ δʼ οὖν οἴκαδέ τʼ ἐσώθην καὶ καλοῦντος τὸ δεύτερον ἀπηρνήθην, καθάπερ εἶπον νυνδή, δοκεῖ μοι Διονύσιος παντάπασιν φιλοτιμηθῆναι μή ποτέ τισιν δόξαιμι καταφρονῶν αὐτοῦ τῆς φύσεώς τε καὶ ἕξεως ἅμα καὶ τῆς διαίτης ἔμπειρος γεγονώς, οὐκέτʼ ἐθέλειν δυσχεραίνων παρʼ αὐτὸν ἀφικνεῖσθαι.
―― そういうわけで、私が無事に帰国し、二度目の招きを先ほど言ったように断ったとき、ディオニュシオスは、私が彼の天性や気質、そして生活様式を直に知ったために彼を軽蔑し、嫌悪するようになって、もはや彼のもとへ行くことを望まなくなったのだと、他の人々から思われるのを、ひどく誇りにかけて恐れたようである。
δίκαιος δὴ λέγειν εἰμὶ τἀληθὲς καὶ ὑπομένειν, εἴ τις ἄρα τὰ γεγονότα ἀκούσας καταφρονήσει τῆς ἐμῆς φιλοσοφίας, τὸν τύραννον δὲ ἡγήσεται νοῦν ἔχειν.
したがって、私は真実を語り、もし誰かが起こったことを聞いて私の哲学を軽蔑し、僭主の方が思慮があると見なすとしても、それを甘んじて受けるのが当然である。
ἔπεμψε μὲν γὰρ δὴ Διονύσιος τρίτον ἐπʼ ἐμὲ τριήρη ῥᾳστώνης ἕνεκα τῆς πορείας, ἔπεμψεν δὲ Ἀρχέδημον, ὃν ἡγεῖτό με τῶν ἐν Σικελίᾳ περὶ πλείστου ποιεῖσθαι, τῶν Ἀρχύτῃ συγγεγονότων ἕνα, καὶ ἄλλους γνωρίμους τῶν ἐν Σικελίᾳ·
というのも、ディオニュシオスは実に三度目、私の旅の便宜のために三段櫂船を私のもとに送り、また、シケリアの者たちのうちで私が最も重んじていると彼が考えていた、アルキュタスの同志の一人であるアルケデモスを送り、さらにシケリアの他の知人たちをも送ってきたからである。
οὗτοι δὲ ἡμῖν ἤγγελλον πάντες τὸν αὐτὸν λόγον, ὡς θαυμαστὸν ὅσον Διονύσιος ἐπιδεδωκὼς εἴη πρὸς φιλοσοφίαν.
そして彼らは皆、私に対して同じ話を告げた。 すなわち、ディオニュシオスが驚くべきほどに哲学において進歩した、ということである。
ἔπεμψεν δὲ ἐπιστολὴν πάνυ μακράν, εἰδὼς ὡς πρὸς Δίωνα διεκείμην καὶ τὴν αὖ Δίωνος προθυμίαν τοῦ ἐμὲ πλεῖν καὶ εἰς Συρακούσας ἐλθεῖν·
また彼は、私がディオンに対してどのような感情を抱いているか、そしてディオンの方でも私が航海してシュラクサイに来ることをいかに熱望しているかを知っていたため、非常に長い手紙を送ってきた。
πρὸς γὰρ δὴ πάντα ταῦτα ἦν παρεσκευασμένη τὴν ἀρχὴν ἔχουσα ἡ ἐπιστολή, τῇδέ πῃ φράζουσα—
Διονύσιος Πλάτωνι
—τὰ νόμιμα ἐπὶ τούτοις εἰπὼν οὐδὲν τὸ μετὰ τοῦτο εἶπεν πρότερον ἢ ὡς
ἂν εἰς Σικελίαν πεισθεὶς ὑφʼ ἡμῶν ἔλθῃς τὰ νῦν, πρῶτον μέν σοι τὰ περὶ Δίωνα ὑπάρξει ταύτῃ γιγνόμενα ὅπῃπερ ἂν αὐτὸς ἐθέλῃς—θελήσεις δὲ οἶδʼ ὅτι τὰ μέτρια, καὶ ἐγὼ συγχωρήσομαι—εἰ δὲ μή, οὐδέν σοι τῶν περὶ Δίωνα ἕξει πραγμάτων οὔτε περὶ τἆλλα οὔτε περὶ αὐτὸν κατὰ νοῦν γιγνόμενα.
というのも、その手紙は、その冒頭に始まり、これらすべてのことに向けて用意されたものであり、次のように語りかけていたからである。 ディオニュシオスからプラトンへ。 ――これらに続く恒例の挨拶を述べた後、彼はそれに続いて他の何を語るよりも前に、次のように言った。 「もしあなたが私たちの説得に応じて、今シケリアに来てくれるなら、第一に、ディオンに関する事柄はあなた自身が望むように運ぶことになるだろう。 ――あなたが望むのは適度なことであると知っているし、私も同意しよう。 ――しかし、もし来ないならば、ディオンに関する事柄は、他のことに関しても、彼自身に関しても、あなたの意に沿うようには一切運ばないだろう。
ταῦθʼ οὕτως εἶπεν, τἆλλα δὲ μακρὰ ἂν εἴη καὶ ἄνευ καιροῦ λεγόμενα.
」彼はこのように言い、その他のことは長くなるし、ここで語るには場違いであろう。
ἐπιστολαὶ δὲ ἄλλαι ἐφοίτων παρά τε Ἀρχύτου καὶ τῶν ἐν Τάραντι, τήν τε φιλοσοφίαν ἐγκωμιάζουσαι τὴν Διονυσίου, καὶ ὅτι, ἂν μὴ ἀφίκωμαι νῦν, τὴν πρὸς Διονύσιον αὐτοῖς γενομένην φιλίαν διʼ ἐμοῦ, οὐ σμικρὰν οὖσαν πρὸς τὰ πολιτικά, παντάπασιν διαβαλοίην. ταύτης δὴ τοιαύτης γενομένης ἐν τῷ τότε χρόνῳ τῆς μεταπέμψεως, τῶν μὲν ἐκ Σικελίας τε καὶ Ἰταλίας ἑλκόντων, τῶν δὲ Ἀθήνηθεν ἀτεχνῶς μετὰ δεήσεως οἷον ἐξωθούντων με, καὶ πάλιν ὁ λόγος ἧκεν ὁ αὐτός, τὸ μὴ δεῖν προδοῦναι Δίωνα μηδὲ τοὺς ἐν Τάραντι ξένους τε καὶ ἑταίρους,
また、アルキュタスやタラスの人々からも他の手紙が次々と届き、それらはディオニュシオスの哲学を称賛し、もし私が今行かないならば、私を通じて生じた彼らとディオニュシオスとの友情――これは政治的に小さからぬものであるが――を完全に損なってしまうだろう、と告げていた。 このように、当時の私への呼び出しがこのような性質のものであり、一方ではシケリアやイタリアから私を引っ張り、他方ではアテナイから文字通り懇願を伴って、私を押し出すかのようであったとき、そして再び同じ議論、すなわち、ディオンやタラスの客人や同志たちを裏切ってはならないという議論が戻ってきたとき、