§7.338ὁ μὲν γὰρ δὴ πρῶτος χρόνος τῆς ἐν Σικελίᾳ διατριβῆς μοι διεπεράνθη, καθάπερ εἶπον, πρὶν συμβουλεύειν τοῖς οἰκείοις καὶ ἑταίροις τοῖς περὶ Δίωνα·
For my first period of stay in Sicily was completed, as I have said, before giving advice to the relatives and companions of Dion.
τὸ μετʼ ἐκεῖνα δʼ οὖν ἔπεισα ὅπῃ δή ποτʼ ἐδυνάμην Διονύσιον ἀφεῖναί με, εἰρήνης δὲ γενομένης—ἦν γὰρ τότε πόλεμος ἐν Σικελίᾳ—συνωμολογήσαμεν ἀμφότεροι.
After that, therefore, I persuaded Dionysius, in whatever way I could, to let me go; and when peace was made—for there was war then in Sicily—we both entered into an agreement.
Διονύσιος μὲν ἔφη μεταπέμψεσθαι Δίωνα καὶ ἐμὲ πάλιν, καταστησάμενος τὰ περὶ τὴν ἀρχὴν ἀσφαλέστερον ἑαυτῷ, Δίωνα δὲ ἠξίου διανοεῖσθαι μὴ φυγὴν αὑτῷ γεγονέναι τότε, μετάστασιν δέ· ἐγὼ δʼ ἥξειν ὡμολόγησα ἐπὶ τούτοις τοῖς λόγοις.
Dionysius said that he would send for Dion and me again, once he had established his rule more securely for himself, and he required Dion to think that this was not a banishment for him at that time, but a temporary removal; and I agreed to come again on these terms.
γενομένης δὲ εἰρήνης, μετεπέμπετό με, Δίωνα δὲ ἐπισχεῖν ἔτι ἐνιαυτὸν ἐδεῖτο, ἐμὲ δὲ ἥκειν ἐκ παντὸς τρόπου ἠξίου.
But when peace was made, he sent for me, but begged Dion to wait yet another year, and required me to come by all means.
δίων μὲν οὖν ἐκέλευέ τέ με πλεῖν καὶ ἐδεῖτο· καὶ γὰρ δὴ λόγος ἐχώρει πολὺς ἐκ Σικελίας ὡς Διονύσιος θαυμαστῶς φιλοσοφίας ἐν ἐπιθυμίᾳ πάλιν εἴη γεγονὼς τὰ νῦν·
Dion, then, both urged and begged me to sail; for indeed a great rumor was going around from Sicily that Dionysius had now again become wonderfully desirous of philosophy.
ὅθεν ὁ δίων συντεταμένως ἐδεῖτο ἡμῶν τῇ μεταπέμψει μὴ ἀπειθεῖν.
For this reason Dion earnestly begged us not to disobey the summons.
ἐγὼ δὲ ᾔδη μέν που κατὰ τὴν φιλοσοφίαν τοῖς νέοις πολλὰ τοιαῦτα γιγνόμενα, ὅμως δʼ οὖν ἀσφαλέστερόν μοι ἔδοξεν χαίρειν τότε γε πολλὰ καὶ Δίωνα καὶ Διονύσιον ἐᾶν, καὶ ἀπηχθόμην ἀμφοῖν ἀποκρινάμενος ὅτι γέρων τε εἴην καὶ κατὰ τὰς ὁμολογίας οὐδὲν γίγνοιτο τῶν τὰ νῦν πραττομένων.
But I knew, I suppose, that many such things happen to young men with respect to philosophy; nevertheless, it seemed safer to me at that time to bid a long farewell to both Dion and Dionysius and leave them alone, and I incurred the hatred of both by replying that I was an old man and that none of the things now being done was according to our agreement.
ἔοικεν δὴ τὸ μετὰ τοῦτο Ἀρχύτης τε παρὰ Διονύσιον ἀφικέσθαι—ἐγὼ γὰρ πρὶν ἀπιέναι ξενίαν καὶ φιλίαν Ἀρχύτῃ καὶ τοῖς ἐν Τάραντι καὶ Διονυσίῳ ποιήσας ἀπέπλεον—ἄλλοι τέ τινες ἐν Συρακούσαις ἦσαν Δίωνός τε ἄττα διακηκοότες καὶ τούτων τινὲς ἄλλοι, παρακουσμάτων τινῶν ἔμμεστοι τῶν κατὰ φιλοσοφίαν·
After this, it seems that Archytas arrived at the court of Dionysius—for before my departure I had established guest-friendship and friendship between Archytas and those in Tarentum and Dionysius, and then sailed away—and there were certain others in Syracuse who had heard some things from Dion, and others besides, full of some hearing-at-second-hand of things concerning philosophy.
οἳ δοκοῦσί μοι Διονυσίῳ πειρᾶσθαι διαλέγεσθαι τῶν περὶ τὰ τοιαῦτα, ὡς Διονυσίου πάντα διακηκοότος ὅσα διενοούμην ἐγώ.
These, it seems to me, attempted to discuss such matters with Dionysius, on the assumption that Dionysius had heard all that I had in mind.
ὁ δὲ οὔτε ἄλλως ἐστὶν ἀφυὴς πρὸς τὴν τοῦ μανθάνειν δύναμιν φιλότιμός τε θαυμαστῶς·
But he is otherwise not naturally unsuited to the power of learning and is wonderfully ambitious; so the things said probably pleased him, and he was ashamed of its becoming obvious that he had heard nothing when I was residing there.
ἤρεσκέν τε οὖν ἴσως αὐτῷ τὰ λεγόμενα ᾐσχύνετό τε φανερὸς γιγνόμενος οὐδὲν ἀκηκοὼς ὅτʼ ἐπεδήμουν ἐγώ, ὅθεν ἅμα μὲν εἰς ἐπιθυμίαν ᾔει τοῦ διακοῦσαι ἐναργέστερον, ἅμα δʼ ἡ φιλοτιμία κατήπειγεν αὐτόν—διʼ ἃ δὲ οὐκ ἤκουσεν ἐν τῇ πρόσθεν ἐπιδημίᾳ, διεξήλθομεν ἐν τοῖς ἄνω ῥηθεῖσιν νυνδὴ λόγοις— §7.339ἐπειδὴ δʼ οὖν οἴκαδέ τʼ ἐσώθην καὶ καλοῦντος τὸ δεύτερον ἀπηρνήθην, καθάπερ εἶπον νυνδή, δοκεῖ μοι Διονύσιος παντάπασιν φιλοτιμηθῆναι μή ποτέ τισιν δόξαιμι καταφρονῶν αὐτοῦ τῆς φύσεώς τε καὶ ἕξεως ἅμα καὶ τῆς διαίτης ἔμπειρος γεγονώς, οὐκέτʼ ἐθέλειν δυσχεραίνων παρʼ αὐτὸν ἀφικνεῖσθαι.
Hence, on the one hand, he fell into a desire to hear more clearly, and on the other hand, his ambition drove him—and why he did not hear during my former stay, we have gone through in the words just spoken above.— When, therefore, I was safe at home and refused his second invitation, as I said just now, it seems to me that Dionysius was altogether touched in his pride, lest I should ever seem to some people to be holding him in contempt because I had experienced his nature, disposition, and way of life, and was no longer willing, out of annoyance, to come to him.
δίκαιος δὴ λέγειν εἰμὶ τἀληθὲς καὶ ὑπομένειν, εἴ τις ἄρα τὰ γεγονότα ἀκούσας καταφρονήσει τῆς ἐμῆς φιλοσοφίας, τὸν τύραννον δὲ ἡγήσεται νοῦν ἔχειν.
I am indeed justified in telling the truth and enduring it, if anyone, after hearing what happened, should hold my philosophy in contempt and consider the tyrant to have sense.
ἔπεμψε μὲν γὰρ δὴ Διονύσιος τρίτον ἐπʼ ἐμὲ τριήρη ῥᾳστώνης ἕνεκα τῆς πορείας, ἔπεμψεν δὲ Ἀρχέδημον, ὃν ἡγεῖτό με τῶν ἐν Σικελίᾳ περὶ πλείστου ποιεῖσθαι, τῶν Ἀρχύτῃ συγγεγονότων ἕνα, καὶ ἄλλους γνωρίμους τῶν ἐν Σικελίᾳ·
For Dionysius indeed sent a trireme for me a third time, for the ease of the journey, and he sent Archedemus, whom he thought I valued most of those in Sicily, one of those who had associated with Archytas, and other acquaintances of those in Sicily.
οὗτοι δὲ ἡμῖν ἤγγελλον πάντες τὸν αὐτὸν λόγον, ὡς θαυμαστὸν ὅσον Διονύσιος ἐπιδεδωκὼς εἴη πρὸς φιλοσοφίαν.
These all reported the same story to us, that it was wonderful how much Dionysius had advanced in philosophy.
ἔπεμψεν δὲ ἐπιστολὴν πάνυ μακράν, εἰδὼς ὡς πρὸς Δίωνα διεκείμην καὶ τὴν αὖ Δίωνος προθυμίαν τοῦ ἐμὲ πλεῖν καὶ εἰς Συρακούσας ἐλθεῖν· πρὸς γὰρ δὴ πάντα ταῦτα ἦν παρεσκευασμένη τὴν ἀρχὴν ἔχουσα ἡ ἐπιστολή, τῇδέ πῃ φράζουσα—
Διονύσιος Πλάτωνι
—τὰ νόμιμα ἐπὶ τούτοις εἰπὼν οὐδὲν τὸ μετὰ τοῦτο εἶπεν πρότερον ἢ ὡς
ἂν εἰς Σικελίαν πεισθεὶς ὑφʼ ἡμῶν ἔλθῃς τὰ νῦν, πρῶτον μέν σοι τὰ περὶ Δίωνα ὑπάρξει ταύτῃ γιγνόμενα ὅπῃπερ ἂν αὐτὸς ἐθέλῃς—θελήσεις δὲ οἶδʼ ὅτι τὰ μέτρια, καὶ ἐγὼ συγχωρήσομαι—εἰ δὲ μή, οὐδέν σοι τῶν περὶ Δίωνα ἕξει πραγμάτων οὔτε περὶ τἆλλα οὔτε περὶ αὐτὸν κατὰ νοῦν γιγνόμενα. ταῦθʼ οὕτως εἶπεν, τἆλλα δὲ μακρὰ ἂν εἴη καὶ ἄνευ καιροῦ λεγόμενα.
And he sent a very long letter, knowing how I was disposed toward Dion and also Dion's eagerness for me to sail and come to Syracuse; for the letter was prepared with a view to all these things, having its beginning expressing it in this way: "Dionysius to Plato." —and having said the customary greetings after this, he said nothing next before saying: "If you are persuaded by us to come to Sicily now, first of all, the affairs concerning Dion will proceed for you in whatever way you yourself wish—and I know that you will wish what is moderate, and I will agree—but if not, none of the affairs concerning Dion, either regarding other things or himself, will go according to your mind." He said these things in this way, and the other things would be long and out of season to tell.
ἐπιστολαὶ δὲ ἄλλαι ἐφοίτων παρά τε Ἀρχύτου καὶ τῶν ἐν Τάραντι, τήν τε φιλοσοφίαν ἐγκωμιάζουσαι τὴν Διονυσίου, καὶ ὅτι, ἂν μὴ ἀφίκωμαι νῦν, τὴν πρὸς Διονύσιον αὐτοῖς γενομένην φιλίαν διʼ ἐμοῦ, οὐ σμικρὰν οὖσαν πρὸς τὰ πολιτικά, παντάπασιν διαβαλοίην.
Other letters also kept coming from Archytas and those in Tarentum, praising the philosophy of Dionysius, and saying that if I did not arrive now, I would completely ruin the friendship that had been formed between them and Dionysius through me, which was of no small importance for political affairs.
ταύτης δὴ τοιαύτης γενομένης ἐν τῷ τότε χρόνῳ τῆς μεταπέμψεως, τῶν μὲν ἐκ Σικελίας τε καὶ Ἰταλίας ἑλκόντων, τῶν δὲ Ἀθήνηθεν ἀτεχνῶς μετὰ δεήσεως οἷον ἐξωθούντων με, καὶ πάλιν ὁ λόγος ἧκεν ὁ αὐτός, τὸ μὴ δεῖν προδοῦναι Δίωνα μηδὲ τοὺς ἐν Τάραντι ξένους τε καὶ ἑταίρους,
When this summons of such a nature had occurred at that time, with those from Sicily and Italy pulling me, and those from Athens literally, with entreaties, as if pushing me out, and again the same argument came, that I ought not to betray Dion nor my guests and companions in Tarentum,